The Epistle of Barnabas

Barnabae epistula

Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

τὸ τέλειον σκάνδαλον ἤγγικεν, περὶ οὖ γέγραπται, ὡς Ἐνὼχ [*](Enoch, 89, 61-64; 90, 17) λέγει. Εἰς τοῦτο γὰρ ὁ δεσπότης συντέτμηκεν τοὺς καιροὺς καὶ τὰς ἡμέρας, ἵνα ταχύνῃ ὁ ἠγαπημένος αὐτοῦ καὶ ἐπὶ τὴν κληρονομίαν ἥξῃ, [*](Dan. 7, 24)

λέγει δὲ οὕτως καὶ ὁ προφήτης: Βασιλεῖαι δέκα ἐπὶ τῆς γῆς βασιλεύσουσιν, καὶ ἐξαναστήσεται ὄπισθεν [*]( o)/pisqen CL, o)/pisqen au)tw=n S (Theod.).) μικρὸς βασιλεύς, ὃς ταπεινώσει τρεῖς ὑφ̓ ἓν τῶν βασιλέων.

ὁμοίως περὶ τοῦ

350
[*](Dan. 7, 7. 5) αὐτοῦ λέγει Δανιήλ: Καὶ εἶδον τὸ τέταρτον θηρίον τὸ πονηρὸν καὶ ἰσχυρὸν καὶ χαλεπώτερον παρὰ πάντα τὰ θηρία τῆς θαλάσσης, [*](qala/sshs CL, gh=s (??).) καὶ ὡς ἐξ αὐτοῦ ἀνέτειλεν δέκα κέρατα, καὶ ἐξ αὐτῶν μικρὸν κέρας παραφυάδιον, καὶ ὡς ἐταπείνωσεν ὑφ̓ ἓν τρία τῶν μεγάλων κεράτων.

συνιέναι οὖν ὀφείλετε. ἔτι δὲ καὶ τοῦτο ἐρωτῶ ὑμᾶς ὡς εἶς ἐξ ὑμῶν ὤν, [*](Didache ii, 7) ἰδίως δὲ καὶ πάντας ἀγαπῶν ὑπὲρ τὴν ψυχήν μου, προσέχειν νῦν ἑαυτοῖς καὶ μὴ ὁμοιοῦσθαί τισιν ἐπισωρεύοντας ταῖς ἁμαρτίαις ὑμῶν λέγοντας, ὅτι ἡ διαθήκη ἐκείνων καὶ ἡμῶν.

ἡμῶν μέν: ἀλλ̓ ἐκεῖνοι οὕτως εἰς τέλος ἀπώλεσαν αὐτὴν λαβόντος [*](Exod. 84, 28) ἤδη τοῦ Μωϋσέως. λέγει γὰρ ἡ γραφή: Καὶ ἦν Μωϋσῆς ἐν τῷ ὄρει νηστεύων ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, καὶ ἔλαβεν τὴν [*](Exod. 82, 16) διαθήκην ἀπὸ τοῦ κυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τῆς χειρὸς τοῦ κυρίου.

ἀλλὰ ἐπιστραφέντες ἐπὶ τὰ εἴδωλα ἀπώλεσαν αὐτήν. [*](Exod. 82, 7 Deut. 9, 12) λέγει γὰρ οὕτως κύριος. Μωϋσῆ Μωϋσῆ, κατάβηθι τὸ τάχος, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, καὶ συνῆκεν Μωϋσῆς καὶ ἔριψεν τὰς δύο πλάκας ἐκ τῶν χειρῶν αὐτοῦ: καὶ συνετρίβη αὐτῶν ἡ διαθήκη, ἵνα ἡ τοῦ ἠγαπημένου Ἰησοῦ ἐγκατασφραγισθῇ εἰς τὴν καρδίαν ἡμῶν ἐν ἐλπίδι τῆς πίστεως αὐτοῦ.

πολλὰ δὲ θέλων γράφειν, οὐχ ὡς διδάσκαλος, ἀλλ̓ ὡς πρέπει ἀγαπῶντι ἀφ̓ ὧν ἔχομεν μὴ ἐλλείπειν, γράφειν ἐσπούδασα, περίψημα ὑμῶν. διὸ προσέχωμεν ἐν ταῖς ἐσχάταις ἡμέραις: οὐδὲν

352
[*](Didache xvi. 2) γὰρ ὠφελήσει ἡμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ἡμῶν, [*](th=s pi/stews h(mw=n N, th=s zwh=s h(mw=n C, uitae nostrac er fidei L.) ἐὰν μὴ νῦν ἐν τῷ ἀνόμῳ καιρῷ καὶ τοῖς μέλλουσιν σκανδάλοις, ὡς πρέπει υἱοῖς θεοῦ, ἀντιστῶμεν, ἵνα [*](i)/na N, i)/na n) C, i)/na.. me/las om. L.) μὴ σχῇ παρείσδυσιν ὁ μέλας.