The Epistle of Barnabas

Barnabae epistula

Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

Τρία οὖν δόγματά ἐστιν κυρίου: ζωῆς ἐλπίς, ἀρχὴ καὶ τέλος πίστεως ἡμῶν: καὶ δικαιοσύνη, κρίσεως ἀρχὴ καὶ τέλος: ἀγάπη εὐφροσύνης καὶ ἀγαλλιάσεως ἔργων δικαιοσύνης μαρτυρία. [*](The text of this shole passage is confused: tres sunt ergo constitutiones domini, vitae spes initium et consummatio L and no more; tri/a ou)=n do/gmata/ e)stin kuri/ou, zwh/, pi/stis, e)lpi/s, a)rxh\ kai\ te/los h(mw=n, kai\ dikeosu/nh kri/sews a)rxh/, kai\ te/los a)ga/ph, eu)frosu/nh, kai\ a)gallia/sews e)/rgwn e)n dikaiosu/nais marturi/a (??) The text printed is that of C, shich gives the best sense, though it is doubtful if it is more than the correction of an early corruption.)

ἐγνώρισεν γὰρ ἡμῖν ὁ δεσπότης διὰ τῶν προφητῶν τὰ παρεληλυθότα καὶ τὰ ἐνεστῶτα, καὶ τῶν μελλόντων δοὺς ἀπαρχὰς ἡμῖν γεύσεως, ὧν τὰ καθ̓ ἕκαστα βλέποντες ἐνεργούμενα, καθὼς ἐλάλησεν, ὀφείλομεν πλουσιώτερον καὶ ὑψηλότερον προσάγειν τῷ φόβῳ αὐτοῦ.

ἐγὼ δὲ οὐχ ὡς διδάσκαλος, ἀλλ̓ ὧς εἰς ἐξ ὑμῶν ὑποδείξω ὀλίγα, δἰ ὧν ἐν τοῖς παροῦσιν εὐφρανθήσεσθε.

Ἡμερῶν οὖν οὐσῶν πονηρῶν καὶ αὐτοῦ τοῦ ἐνεργοῦντος ἔχοντος τὴν ἐξουσίαν, ὀφείλομεν ἑαυτοῖς προσέχοντες ἐκζητεῖν τὰ δικαιώματα κυρίου,

τῆς οὖν πίστεως ἡμῶν εἰσιν βοηθοὶ φόβος καὶ ὑπομονή, τὰ δὲ συμμαχοῦντα ἡμῖν μακροθυμία καὶ ἐγκράτεια:

τούτων οὖν μενόντων τὰ πρὸς κύριον ἁγνῶς, συνευφραίνονται

344
αὐτοῖς σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις.

πεφανέρωκεν γὰρ ἡμῖν διὰ πάντων τῶν προφητῶν, ὅτι οὕτε θυσιῶν οὔτε ὁλοκαυτωμάτων οὔτε προσφορῶν χρῄζει, λέγων ὅτε μέν: