De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Τὰ αὐτὰ δὲ κατὰ τὴν ἰδιάζουσαν ἕνωσιν ἔσται, τῶν διαλυθέντων πάλιν ἑνωθέντων πρὸς τὴν τοῦ ζώου σύστασιν. Ἡ δὲ τῶν αὐτῶν ἀνθρώπων σύστασις ἐξ ἀνάγκης ἑπομένην δείκνυσι τὴν τῶν νεκρωθέντων καὶ διαλυθέντων σωμάτων ἀνάστασιν· ταύτης γὰρ χωρὶς οὔτ᾿ ἂν ἑνωθείη τὰ αὐτὰ μέρη κατὰ φύσιν ἀλλήλοις, οὔτ᾿ ἂν συσταίη τῶν αὐτῶν ἀνθρώπων ἡ φύσις.

Εἰ δὲ καὶ νοῦς καὶ λόγος δέδοται τοῖς ἀνθρώποις πρὸς διάκρισιν νοητῶν, οὐκ οὐσιῶν μόνον ἀλλὰ καὶ τῆς τοῦ δόντος ἀγαθότητος καὶ σοφίας καὶ δικαιοσύνης, ἀνάγκη, διαμενόντων

v.1.p.73
ὦν ἕνεκεν ἡ λογικὴ δέδοται κρίσις, καὶ αὐτὴν διαμένειν τὴν ἐπὶ τούτοις δοθεῖσαν κρίσιν.

Ταύτην δὲ διαμένειν ἀδύνατον, μὴ τῆς δεξαμένης αὐτὴν καὶ τῆς ἐν οἶς ἐστι διαμενούσης φύσεως. Ὁ δὲ καὶ νοῦν καὶ λόγον δεξάμενός ἐστιν ἄνθρωπος, οὐ ψυχὴ καθ᾿ ἑαυτήν. Ἄνθρωπον ἄρα δεῖ τὸν ἐξ ἀμφοτέρων ὄντα διαμένειν εἰς ἀεί. Τοῦτον δὲ ἀδύνατον διαμένειν, μὴ ἀνιστάμενον. Ἀναστάσεως γὰρ μὴ γινομένης, οὐκ ἂν ἡ τῶν ἀνθρώπων ὡς ἀνθρώπων διαμένοι φύσις.

Τῆς δὲ τῶν ἀνθρώπων φύσεως μὴ διαμενούσης, μάτην μὲν ἡ ψυχὴ συνήρμοσται τῇ τοῦ σώματος ἐνδείᾳ καὶ τοῖς τούτου πάθεσι, μάτην δὲ τὸ σῶμα πεπέδηται πρὸς τὸ τυγχάνειν ὦν ὀρέγεται, ταῖς τῆς ψυχῆς ἡνίαις ὑπεῖκον καὶ χαλιναγωγούμενον, μάταιος δὲ ὁ νοῦς, ματαία δὲ φρόνησις, καὶ δικαιοσύνης παρατήρησις, ἢ καὶ πάσης ἀρετῆς ἄσκησις, καὶ νόμων θέσις καὶ διάταξις, καὶ συνόλως εἰπεῖν πᾶν ὅ τι περ ἐν ἀνθρώποις καὶ δι᾿ ἀνθρώπους καλόν, μᾶλλον δὲ καὶ αὐτὴ τῶν ἀνθρώπων ἡ γένεσίς τε καὶ φύσις.

Εἰ δὲ πάντων καὶ πανταχόθεν ἀπελήλαται τῶν ἔργων τοῦ θεοῦ καὶ τῶν ὑπ᾿ ἐκεῖνου διδομένων δωρεῶν τὸ μάταιον, δεῖ πάντως τῷ τῆς ψυχῆς ἀτελευτήτῳ συνδιαιωνίζειν τὴν τοῦ σώματος διαμονὴν κατὰ τὴν οἰκείαν φύσιν.