De signis Odysseae

Aristonicus of Alexandria

Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.

137.

σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργειφόντῃ, ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.

*) ἡ διπλῆ πρὸς τὸ ἔθος. καὶ ὅτι κοίτου ἀρσενικῶς φησι. P. cf. γ 334.

139.

βῆ διὰ δῶμα.

*) [ἡ διπλῆ ὅτι ἀντὶ τοῦ] διὰ τοῦ δώματος P. cf. F. Ar. 21 et ad v. 40.

140.

πολλὴν ἠέρ’ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη.

*) ὅτι τῷ Ὀδυσσεῖ περιέχεεν, οὐ τοῖς Φαίαξιν, ὡς Ζηνόδοτος. HP. cf. v. 41. 15.

153.

ἕζετ’ ἐπ’ ἐσχάρῃ.

*) [ἡ διπλῆ ὅτι] ἀντὶ τοῦ παρ’ ἐσχάρῃ. PT. cf. ζ 305. 52.

155. v. not. 2.

159.

Ἀλκίνο’, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικεν.

*) [ἡ διπλῆ ὅτι τὸ οὐ κάλλιον] ἀντὶ τοῦ οὐ καλόν. PQ.

cf. F. Ar. 30. γ 125. 362. Eust. 1575, 64.

174.

παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

*) ἀθετεῖται τὸ ἔπος ὡς ἀσύμφωνον τῇ τοῦ Ὁμήρου συνηθείᾳ. οὐ γὰρ ποιεῖ τὰς τραπέζας ἀφαιρουμένας παρόντων τῶν δαιτυμόνων, ἀλλὰ μετὰ τὴν ἀπαλλαγήν. HPQT.

cf. schol. in V ad Ω 476 et Ar. ad Δ 262 ubi ἡ διπλῆ ὅτι διὰ παντὸς αἱ τράπεζαι παρέκειντο. Phaeaces nondum cubi

tum iverunt, itaque Laodamas, cuius sellam Ulixes occupavit, mensam habet.

196.

πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι.

†) ἀντὶ τοῦ πρίν αὐτόν. ὡς περὶ ἑτέρου λέγει P.

197. not. 3.

217.

ἥ τ’ ἐκέλευσε ἕο μνήσασθαι ἀνάγκῃ.

*) [ἡ διπλῆ περιεστιγμένη ὅτι] Ζηνόδοτος ἑοῦ (cod. male ἕο) γράφει ἀντὶ τοῦ ἑαυτῆς. [τοῦτο δὲ σύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ]. HP.

cf.Β 239.Υ 261.Ω 293.

222.

ὑμεῖς δ’ ὀτρύνεσθαι.

*) ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ὅπερ ἀγνοῶν Ζηνόδοτος γράφει ὀτρύνεσθε HP. cf. Γ 458.

238.

τίς πόθεν εἶς ἀνδρῶν; τίς τοι τάδε εἵματ’ ἔδωκεν;

*) ὅτι πρὸς τὸ τελευταῖον ἀποκρίνεται μόνον τίς τοι τάδε εἵματ’ ἔδωκεν. P.

250.

ἀργῆτι κεραυνῷ | Ζεὺς ἔλσας γράφεται ἐλάσας
P.

Hanc Zenodoti lectionem fuisse et ab Ar. vituperatam esse apparet ex schol. ad ε 132. cf. L. Ar. 65.

251-258.

ἔνθ’ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης εννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
ναίει εὐπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα ἐνδυκέως εφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκεν θήσειν ἀθάνατον καὶ ἀγήρων ἤματα πάντα ἀλλ’ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.

ἀθετοῦνται στίχοι η′. ὕστερον γὰρ ταῦτα λέγεται· εἰ δὲ προείρητο, οὐκ ἂν ἐπαλιλλόγει. HP. cf. L. Ar. 438.

In M. obeli appicti sunt. Ad v. 251 ἀπέφθιθεν legitur in HP. ὡς κόσμηθεν, quod est lectio Aristarchi, cf. Ariston. ad Π 354: ὅτι οὕτως δεῖ γράφειν διέτμαγεν ὡς κόσμηθεν, ἵν’ ᾖ διετμάγησαν παθητικῶς. τὸ γὰρ διέτμαγον ἐνεργητικόν ἐστιν. cf. etiam schol. ad Π 507.

289.

δύσετό τ’ ἠέλιος.

†) Ἀρίσταρχος γράφει δείλετο, ὅ ἐστιν εἰς δείλην ἐκλίνετο. πρὸ δυσμῶν γάρ, φησὶ, συνέτυχε τῇ Ναυσικάα ὁ Ὀδυσσεύς ΗP.

cf. Eust.1580, 17.

293.

ὡς οὐκ ἂν ἔλποιο.

†) οὕτως Ὁμηρικὸν τὸ τῆς ἑρμηνείας. ἀντὶ γὰρ τοῦ ἔλποιτο H. cf. F. Ar. 8.

301.

ἦγεν ἐς ἡμέτερον.

†) οὕτως ἡμετέρου. Ἀττικὸν δὲ τὸ σχῆμα ὡς ἐς διδασκάλου HP.

Fluxisse videtur ex Didymo et Aristonico cf. ad β 55.

311-316.

αἴ γὰρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοῖος ἐών, οἷός ἐσσι, τά τε φρονέων, ἅ τ’ ἐγώ περ, παῖδα δᾶ τ’ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι αὖθι μένων· οἶκον δέ κ’ ἐγὼ καὶ κτήματα δοίην, εἴ κ’ ἐθέλων γε μένοις· ἀέκοντα δέ σ’ οὔτις ἐρύξει Φαιήκων. μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.

†) τοὺς ἕξ Ἀρίσταρχος διστάζει Ὁμήρου εἶναι. εἰ δὲ καὶ Ὁμηρικοὶ (h. e. etiamsi nihil continent quod a consuetudine sermonis et antiquitatis Homericae abhorreat L. Ar. 339) εἰκότως

αὐτοὺς περιαιρεθῆναί φησι. πῶς γὰρ ἀγνοῶν τὸν ἄνδρα μνηστεύεται αὐτῷ τὴν θυγατέρα καὶ οὐ προτρεπόμενος, ἀλλὰ λιπαρῶν; P.

321.

εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἐστ’ Εὐβοίης

†) ἐκτετόπισται τὰ τῆς πλάνης. τῆς γὰρ Σχερίας πόῤῥω φησὶ τὴν Εὔβοιαν. ἴδιον τοῦτο τῶν ἀπείρων τῆς Ἑλλάδος. P.

cf. L. Ar. 244. d 556 et locos ibi collatos.