De signis Odysseae

Aristonicus of Alexandria

Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.

415.

δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλ’ ὥριστος.

Fuit diple ὅτι τὸ φίλος ἀντὶ τοῦ φίλε (cf. ad Γ 277) καὶ ὅτι ἐκ τοῦ ἐναντίου το ἐναντίον ὑπακουστέον (cf. ad Ο 11). Nunc iam intelliges, quod habet H: περισσὸν τὸ ἀλλ’ ὥριστος. cf. L. Ar. 12.

418.

ἐγὼ δὲ κέ σε κλείω κατ’ ἀπείρονα γαῖαν.

*) [ἡ διπλῆ ὅτι τὸ κλείω] ἐνεστῶς ἐστιν ἀντὶ μέλλοντος H. cf. F. Ar. 9. γ 82.

443 Nota fuisse videtur, nunc Dmetorem Cypri regem esse, in Iliade (Λ 20) Cinyram. Scholiasta in HQ hanc discrepantiam solvit dicens, semper complures reges in insula fuisse. cf. Eust. 1826, 45.

447.

στῆθ’ οὕτως ἐς μέσσον.

†) μετὰ δείξεως, ὁμοίως τῷ ἀμφίπολοι στῆθ’ οὕτω ἀπόπροθεν

(ζ 218) καὶ τῷ Ἥφαιστε, πρόμολ’ ὧδε (Σ 392) οὕτως ὡς ἔχεις σχήματος. ὁ δὲ λόγος ὡς νῦν, ἵστασαι, στῆθι κατὰ τὴν αὐτὴν στάσιν, μὴ πλησίον τῆς τραπέζης μου H. cf. Σ 392. ζ 218.

450-52.

ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ’ ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.

†) τρεῖς νοθεύονται· ἐφ’ οἷς γὰρ Ἀντίνοος ὀνειδισθεὶς ὤργισται εἰκὸς ἦν ἀχθεσθῆναι καὶ τοὺς λοιπούς H. Vind. 133.

475-80.

ἀλλ’ εἴ που πτωχῶν γε θεοὶ καὶ ἐρινύες εἰσίν, Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη. τὸν δ’ αὖτ’ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· ἔσθι’ ἕκηλος ξεῖνε καθήμενος, ἢ ἄπιθ’ ἄλλῃ, μή σε νέοι διὰ δῶμα ἐρύσσωσ’, οἷ’ ἀγορεύεις, ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.

†) νοθεύονται ϛ′. πῶς γὰρ ὁ Ἀντίνοος ἐκαρτέρησεν ἐπὶ ταῖς κατάραις, ὃς ἐπὶ τοῖς ἐλλάσσοσιν οὕτως ἠγρίανε; πῶς τε συναλγοῦσιν αὐτῷ οἱ λοιποί, εἰ τοιοῦτος ὢν οὕτω κατηρᾶτο πικρῶς; HQ. Vind. 133.

487.

εὐνομίην ἐφορῶντες.

†) ἅπαξ εἴρηται παρὰ τῷ ποιητῇ H. εὐνεμεσίαν, καθ’ ἧν εὖ νεμόμεθα καὶ διατελοῦμεν V. De hac Ar. etymologia v. L. Ar. p. 348.

501-4.

ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει· ἔνθ’ ἄλλοι μὲν πάντες ἐνέπλησάν τ’ ἔδοσάν τε, οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.

†) νοθεύει Ἀρίσταρχος δ’. πῶς γὰρ ἂν ταῦτα εἰδείη, εἰ μή πως κατὰ τὸ σιωπώμενον; H. Vind. 133.

504. †) οὐκ ἂν οὕτως ἀκριβῶς εἰδείη τὸ βληθὲν μέρος H. cf. Eust. 1830, 9, qui ἀνακεφαλαίωσιν quam dicunt adnotat.

599.

σὺ δ’ ἔρχεο δειελιήσας.

†) πρὸς τὴν δειλινὴν ὥραν παραγενόμενος, τουτέστι τὴν μεσημβρίαν· ἢ τὴν ἑσπερινὴν διατρίψας. ἔνιοι δὲ τὴν δειλινὴν τροφὴν αἰτῶν. καὶ Καλλίμαχός φησι δείελον αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπ’ ἔργου, τὴν πρὸς τῇ δειλινῇ τροφὴν αἰτοῦντες. οὐ δεόντως. προειρήκαμεν γὰρ ὅτι οἱ ἀρχαῖοι τρισὶ τροφαῖς ἐχρῶντο V. Idem brevius BH: ἔνιοι τὴν δείλην διατρίψας, οὐ φαγών. cf. L. Ar. 127.