Testimonia et Fragmenta

Ariston of Chios

Ariston. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Plutarchus vita Demosthenis 30 (de morte Demosthenis). τὸ δὲ φάρμακον Ἀρίστων μὲν ἐκ τοῦ καλάμου λαβεῖν φησιν αὐτόν, ὡς εἴρηται.

Plutarchus vita Demosthenis 10. Ἀρίστων δ’ ὁ Χίος καὶ Θεοφράστου τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων. ἐρωτηθέντα γάρ, ὁποῖός τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν· ἄξιος τῆς πόλεως, ὁποῖος δὲ Δημάδης· ὑπὲρ τὴν πόλιν. Ὁ δ’ αὐτὸς φιλόσοφος Πολύευκτον ἱστορεῖ τὸν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαίνεσθαι, μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δὲ εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν ἐκφέρειν.

Plutarchus ὅτι μάλιστα τοῖς ἡγεμόσι δεῖ τὸν φιλόσοφον διαλέγεσθαι 1 p. 776c. καὶ Ἀρίστων μὲν ὁ Χῖος ἐπὶ τῷ πᾶσι διάλέγεσθαι

τοῖς βουλομένοις ὑπὸ τῶν σοφιστῶν κακῶς ἀκούων· ὤφελεν, εἶπε, καὶ τὰ θηρία λόγων συνιέναι κινητικῶν πρὸς ἀρετήν.

Stobaeus Florileg. 13, 40 Vol. I p. 462 Hense (13, 22 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Ὅμοιον ἀψινθίου τὸ δριμὺ καὶ λόγου παῤῥησίαν ἐκκόψαι.

Stobaeus Florileg. 13, 57 Vol. I p. 465 Hense (13, 39 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Φήσαντός τινος λίαν μοι ἐπισκώπτεις ἔφη καὶ γὰρ τοῖς σπληνικοῖς τὰ μὲν δριμέα καὶ πικρὰ ὠφέλιμα, τὰ δὲ γλυκέα βλαβερά.

Plutarchus de recta ratione audiendi 8 p. 42b. οὔτε γὰρ βαλανείου, φησὶν ὁ Ἀρίστων, οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν.

Stobaeus Florileg. 79, 44 Mein. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Οἱ ἄρτι ἐκ φιλοσοφίας, πάντας ἐλέγχοντες καὶ ἀπὸ τῶν γονέων ἀρχόμενοι, πάσχουσιν ὅπερ καὶ οἱ νεώνητοι κύνες, οἳ οὐ μόνον τοὺς ἄλλους ὑλακτοῦσιν, ἀλλὰ καὶ τοὺς ἔνδον.

Stobaeus ecl. II p. 215, 20 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Τὸ κύμινον, φασί, δεῖ σπείρειν βλασφημοῦντας, οὕτω γὰρ καλὸν φύεσθαι· καὶ τοὺς νέους χρὴ παιδεύειν ἐπισκώπτοντας, οὕτω γὰρ χρήσιμοι ἔσονται.

Seneca epist. 36, 3. Ariston aiebat malle ⟨se⟩ adulescentem tristem quam hilarem et amabilem turbae. vinum enim bonum fieri, quod recens durum et asperum visum est; non pati aetatem, quod in dolio placuit.

Plutarchus de tuenda sanitate praecepta 20 p. 133c. ἀλειπτῶν δὲ φωνὰς καὶ παιδοτριβῶν λόγους, ἑκάστοτε λεγόντων ὡς τὸ παρὰ δεῖπνον φιλολογεῖν τὴν τροφὴν διαφθείρει καὶ βαρύνει τὴν κεφαλήν, τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος ἐν δείπνῳ μέλλωμεν. - - ἂν δ’ ἡμᾶς μὴ ἄλλο τι ζητεῖν ἢ φιλοσοφεῖν ἢ ἀναγιγνώσκειν παρὰ δεῖπνον ἐῶσι τῶν ἐν τῷ καλῷ καὶ ὠφελίμῳ τὸ ἐπαγωγὸν ὑφ’ ἡδονῆς καὶ γλυκὺ μόριον ἐχόντων, κελεύσομεν αὐτοὺς μὴ ἐνοχλεῖν, ἀλλ’ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν βιβλίων ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους.

Plutarchus Amatorius 21 p. 766f. ὅταν ἦθος ἁγνὸν καὶ

κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων ἔλεγεν.

Stobaeus ecl. II p. 24, 8 W. Ἀρίστωνος. Ἀρίστων τοὺς λόγους τῶν διαλεκτικῶν εἴκαζεν τοῖς τῶν ἀραχνίων ὑφάσμασιν οὐδὲν μὲν χρησίμοις, λίαν δὲ τεχνικοῖς ⟨οὖσι⟩.