Testimonia et Fragmenta
Antipater Tarsensis
Antipater Tarsensis. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)
Arrianus Epict. dissert. II 19, 9. (aliis qui περὶ δυνατῶν et περὶ τοῦ κυριεύοντος scripserunt, enumeratis) γέγραφεν δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δ’ ἐν τοῖς περὶ δυνατῶν, ἀλλὰ καὶ κατ’ ἰδίαν ἐν τοῖς περὶ τοῦ κυριεύοντος.
Arrianus Epictet. dissert. II 19, 2. λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυεῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται, καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστι, καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν Ἀντίπατρος.
Galenus de Hippocr. et Plat. decr. II 3. p. 182 Mü. νυνὶ δὲ
πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἢ τριῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἢ τινες ἄλλοι τοιοῦτοι, τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἔστι συντυχεῖν ἀκριβῶς ἠσκημμένοις, ὥσπερ ἀμέλει καὶ ἐπ’ ἄλλοις, ὅσοις διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι· καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψεν.Diog. Laërt. VII 150. σῶμα δέ ἐστι κατ’ αὐτοὺς ἡ οὐσία καὶ πεπερασμένη, καθά φησιν Ἀντίπατρος ἐν δευτέρῳ περὶ οὐσίας.