Testimonia et Fragmenta
Antipater Tarsensis
Antipater Tarsensis. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)
Plutarchus vita Tib. Gracchi cp. 8. Διοφάνους τοῦ ῥήτορος καὶ Βλοσσίου τοῦ φιλοσόφου παρορμησάντων αὐτόν, ὧν ὁ μὲν - - ὁ δὲ αὐτόθεν ἐξ Ἰταλίας Κυμαῖος, Ἀντιπάτρου τοῦ Ταρσέως
γεγονὼς ἐν ἄστει συνήθης καὶ τετιμημένος ὑπ’ αὐτοῦ προσφωνήσεσι γραμμάτων φιλοσόφων.Athen. V p. 186c. Ἀντίπατρος δ’ ὁ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν.
ibid. 186a. πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι τῶν μὲν Διογενιστῶν, τῶν δὲ Ἀντιπατριστῶν λεγομένων, τῶν δὲ Παναιτιαστῶν.
Plutarchus de tranq. cp. 9. Ἀντίπατρος δὲ ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ὧν ἔτυχεν ἀγαθῶν ἀναλογιζόμενος οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας.
vita Marii cp. 46. καὶ νὴ Δία τὸν Ταρσέα λέγουσιν Ἀντίπατρον ὡσαύτως ὑπὸ τὴν τελευτὴν ἀναλογιζόμενον ὧν τύχοι μακαρίων μηδὲ τῆς εἰς Ἀθήνας οἲκοθεν εὐπλοίας ἐπιλαθέσθαι, καθάπερ φιλοχρήστου τῆς τύχης ἅπασαν δόσιν εἰς μεγάλην χάριν τιθέμενον και σώζοντα τῇ μνήμῃ διὰ τέλους, ἦς οὐδέν ἐστιν ἀνθρώπῳ ταμιεῖον ἀγαθῶν βεβαιότερον.
Diocles Magnes apud Diog. Laërt. VΙΙ 55. καὶ σῶμα δ’ ἐστὶν ἡ φωνὴ κατὰ τοὺς Στωϊκούς, ὥς φησιν Ἀρχέδημος - - καὶ Διογένης καὶ Ἀντίπατρος -. πᾶν γὰρ τὸ ποιοῦν σῶμά ἐστι· ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκούουσιν ἀπὸ τῶν φωνούντων.