De lapidibus

Pseudo-Dioscorides

Pseudo-Dioscorides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Λίθος μαγνήτης εἴτε ἡρακλείας· Ἄφροι χαζαρμές· παραπλησίαν ἔχει δύναμιν τῷ αἱματίτῃ, ξηραντικὴν καὶ ῥυπτικὴν καὶ ἑλκτικήν, ψυχράν, καὶ ξηρὰν τῆς β’ τάξεως. Φασὶ δὲ χειραγροὺς ἢ ποδαγροὺς κρατοῦντας αὐτὴν ἀνοδύνως διάγειν. Βοηθεῖ δὲ καὶ σπασμοῖς. Ἄριστος δὲ ὁ τὸν σίδηρον εὐχερῶς ἕλκων, καὶ τὴν χρόαν κυανίζων· πυκνὸς δὲ καὶ οὐκ ἄγαν βαρύς· εὐεργεῖ δὲ εἰς ὅσα καὶ ἡ σκωρία τοῦ σιδήρου.

Λίθος νάξιος καὶ τὸ τῆς ναξίας ἀκόνης ἀπότριμμα ψυκτικῆς ἐστι δυνάμεως· ὅθεν καὶ μετ’ ὄξους ποθὲν σπλῆνα ἀναιρεῖ· καὶ ἐπιληψίας ὠφελεῖ καὶ ποδαγρικοῖς μετὰ ῥοδίνου προσάγεται.

Λίθοι μέλανες, πλακώδεις, ἀσθενῆ φλόγα γεννῶντες, εἰ κατὰ πυρὸς ἐπι τεθεῖεν· οἱ ἐν τῇ Κοίλη Συρίᾳ πλησίον τῆς Ἰεριχῶ ἐν λόφῳ γινόμενοι, ἔνθα καὶ ἡ ἄσφαλτος γίνεται, ὅθεν καὶ τὴν ὀσμὴν τοιαύτην κέκτηται· ἐχρησάμην δὲ αὐτοῖς εἰς ἐμφυματα χρόνια ξηραντικοῖς καὶ κολλητικοῖς οὖσι.

Λίθος ὀφίτης ὁ μέν τίς ἐστι στιβαρὸς καὶ πιμελώδης, σποδοειδής, ὁ δὲ γραμμὰς ἔχων. Ἱστόρηται οὗτος λήθαργον καὶ κεφαλαλγίας ὠφελεῖν· καυθεὶς δὲ

καὶ ῥυπτικῆς καὶ θρυπτικῆς γίγνεται δυνάμεως· πινόμενος δὲ μετ’ οἴνου λευκοῦ καὶ λέπτου τοὺς ἐν κύστει λίθους θρύπτει.

Λίθος ὀστρακίτης τὸ 〈 ἐκ〉 τῶν κεραμίδων ῥυπτικῆς ἐστι δυνάμεως· καὶ μᾶλλον ὁ ἐκ τῶν κλιβάνων· σαρκώδης δέ ἐστι καὶ δύσχρηστος ὁμοίως ὀστράκῳ· ῷ χρῶνται ἀντὶ κισσήρεως αἱ γυναῖκες πρὸς ἄρσιν τριχῶν· ἐπέχει δὲ καὶ τὰ καταμήνια πινόμενον σὺν οἴνῳ. Ἐὰν δέ τις ἐπὶ ἡμέρας δ’ μετὰ τὸν ἄφεδρον πίῃ, ἀσυλληψίαν ποιεῖ· σὺν μέλιτι δὲ ἐπιτιθέμενος, μασθοὺς φλεγμαίνοντας ὠφελεῖ καὶ νομὰς ἵστησι.

Λίθος ὁστρακίτης ὁ ἐκ τῶν κλιβάνων ὀστράκων, ὃν ἡφαιστιάδα καὶ γάγον ὀνομάζουσι· κάλλιστόν ἐστιν ἐπουλωτικὸν φάρμακον.

Λίθος πυρίτης, ἀφ’ οὖ ὁ χαλκὸς μεταλλεύεται· οὗτος δεύεται μέλιτι καὶ εἰς ἀνθρακίαν τίθεται· καὶ ῥιπίζεται συνεχῶς ἕως κιρρὸς γένηται· δύναμιν δὲ ἔχει θερμαντικήν, καθαρτικὴν καὶ συσταλτικὴν τῶν ὑπερσαρκούντων.

Λίθος σχιστὸς εἴτε ἀμίαντον γεννᾶται μὲν ἐν τῇ καθ’ ἑσπέραν Ἰβηρίᾳ· ἄριστος δέ ἐστιν ὁ παρακροκίζων εὔθρυπτός τε καὶ εὔσχιστος· δύναμιν δὲ τὴν αὐτὴν τῷ αἱματίτῃ ἔχει.

Λίθος σμύρις τουτέστι τῆς σμύρνης· Ἄφροι σεμβεδίν· ἔστι δὲ λιπαρά, ἥτις ἀλφοὺς ἢ δακτύλους σμήχει, ῥυπτικῆς δυνάμεως οὖσα· χρησιμεύει δὲ καὶ εἰς σαπήματα οὔλων καὶ ὀδόντων σμῆξιν.

Λἴθοι οἱ ἐν σπόγγοις εὑρισκόμενοι θρυπτικῆς δυνάμεώς εἰσιν, οὐ μὲν οὕτως ἰσχυρᾶς ὥστε τοὺς ἐν κύστει λίθους θρύπτειν, τοὺς δὲ ἐν νεφροῖς οἴνῳ ποθέντες.

Λίθος συριγγίτης ἐστὶ λεπτός, συριγγοειδής, διατετρωμένος, περὶ θᾶλασσον εὑρισκόμενος καὶ ἐν πέτραις κεκολλημένος· ἀπαρτώμενος τοῦ πάσχοντος ἄκρως ἀναξηραίνει, κατορθοῖ τὰς σύριγγας. Τοῦτον οἱ κούρσορες εἴσω βουβώνων φοροῦσι.

Λίθος σεληνίτης, ὃν ἀφροσέλινον καλοῦσι, διὰ τὸ εὑρίσκεσθαι αὐτὸν ἐν τῇ σελήνῃ νυκτός. Οὗτος γεννᾶται ἐν Ἀραβίᾳ· λευκός, διαυγής, κοῦφος. Τούτου

τὸ ξέσμα εἰς πότον διδόασι ἐπιληπτικοῖς· φυλακτηρίῳ δὲ περιάμματι αὐτῷ αἱ γυναῖκες χρῶνται· δοκεῖ δὲ δένδρεσι προστεθεὶς καρποφορίας ἐμποιεῖν.

Λίθος σάπφειρος μετὰ γάλκτος ποθεὶς λεῖος ἰᾶται τὰς ἐντὸς ἑλκώσεις πάσας, καὶ 〈 τὰς 〉 ἔξω, καὶ ἱδρῶτας παύει· καὶ λεῖος τὰς ἐν γλώσσῃ διακοπὰς παύει· ξηραντικῆς δέ ἐστι δυνάμεως· ὅθεν πινόμενος τοὺς ὑπὸ σκορπίων πληγέντας ὠφελεῖ.

Λίθος σμάραγδος ὀπτηθεῖσα καὶ λεία μέλιτι ἀττικῷ μιγεῖσα ἀμβλυωπίας ἰᾶται, καὶ περιαπτομένη αἷμα ἐπέχει, ὁπόθεν ἂν τύχοι φερόμενον.

Λίθος συρἰακός, ὅν τινες κόλιθον καλοῦσιν· ἔστιν ἰσχυρὸς τὴν δύναμιν. ἐν τῇ Συρίᾳ τῆς Παλαιστίνης γινόμενος· λευκὸς μὲν τὴν χρόαν, εὔρυθμος δὲ τὸ σχῆμα, γραμμὰς ἔχων ὡς ἀπὸ τόρνου γεγονυίας· ὀνομάζεται δὲ ἰουδαικῶς καὶ τηκόλιθος· ἔστι δὲ τῶν ἐν νεφροῖς λίθων δραστήριος δι’ ὕδατος θερμοῦ ποθείς· μετὰ δὲ μυρσίνου ἐλαίου ποδαγρικοῖς ἐπιχριόμενος βοηθεῖ. Ὁ δὲ Νεχεψώς φησι· Τρίψας τὸν τηκόλιθον μεθ’ ὕδατος καὶ ποιήσας γλοίου λεπτοῦ πάχος, καὶ ἀποξυρίσας τὰς τρίχας, χρίε κύστιν καὶ αἰδοῖα, καὶ τήξεις τὸν ἐν κύστει λίθον.

Λίθος ὕαλος λεῖος πινόμενος μετ’ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους θρύπτει ἱκανῶς.

Λίθος φρύγιος ὁ ἐν Φρυγίᾳ, ῷ οἱ βασιλεῖς χρῶνται· γεννᾶται δὲ ἐν Καππαδοκίᾳ· ἄριστος δέ ἐστιν ὁ ὠχρὸς καὶ μέσος καὶ βαρύς· ἔστιν δὲ δυνάμεως ξηραντικῆς καὶ στυπτικῆς. Τέλος.