Ἑρμηνεία περὶ ἐνεργῶν λίθων

Pseudo-Hippocrates

Hippocrates (Pseudo). Les lapidaires de l'antiquité et du moyen age. Vol 2.1. de Mély, Fernand, editor. Paris: Ernest Leroux, 1898.

Λίθος δενδρίτης. Οὗτος ὥσπερ δενδρῶδές (f. 345 r.) ἐστιν φυτὸν ἀπολιθούμενον οὐκ ἐν χέρσῳ φυόμενον, ἀλλ’ ἐν τῷ πέλματι τῆς θαλάσσης, ἐρυθρὸς τῇ χρόᾳ λίθος. Δύναμιν δὲ ἔχει ξηραντικὴν καὶ μετρίως στυπτικήν. Ἁρμόζει γοῦν αἱμοπτοϊκοῖς καὶ δυσεντερικοῖς πινόμενος. Βασταζόμενος οὖν οὗτος μετά τινος πόας ἐν ἐλαφείῳ δέρματι, ὁ βαστάζων, πᾶσα πύλη αὐτῷ ἀνοιγήσεται· καὶ δεσμοὺς καὶ κλεῖθρα λύσει· ἄγρια θηρία αὐτῷ ὑποτάσσονται, καὶ πᾶσιν ἀνθρώποις ἔσται εὐάρεστος καὶ ἠγαπημένος, καὶ ὅπερ ἄν θέλῃ τεύξεται, καὶ ἡ βουλὴ περιγενήσεται αὐτῷ· ὁ γὰρ κλείσας τὴν νοσσιὰν τοῦ δενδροκολάπτου ἀσφαλῶς, φέρει τὸ εἰρημένον βοτάνιον, καὶ προσεγγίσας λύει τὰ κλεῖθρα· ὁ ταύτης ἐπιτυχὼν ποιήσει ἃ οὐκ ἔστιν λαλεῖν, ὡς οὖσα θειοτάτης φύσεως.