Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί τῶν παραλυθέντων μερῶν τὰ μὲν ἐπεκτείνεται, τὰ δὲ συστέλλεται καὶ συνέλκεται; ὅτι τὸ πάθος κατὰ τῶν λόγῳ θεωρητῶν ἀραιωμάτων ἀποτελεῖται. ὅταν οὖν ἡ μύσις εἰς μῆκος συμπέῃ, ἐπεκτείνεται τὸ παρεθὲν μέρυς συνέρχεται δέ, ἐπὰν ἐπικαρσίως οἱ πόροι μύσωσι.

Διὰ τί οἱ δυσπνοοῦντες ἦχον συριγματώδη ἠχοῦσιν; ὅτι μύσις τίς ἐστι καὶ σύμπτωσις πόρων τῶν ἐν τῷ πνεύμονι πάθος. διὰ στενοῦ τοίνυν τόπου πνεύματος φερομένου, ἦχος τοιοῦτος ἀποτελεῖται. συναντῶσι δὲ καὶ βῆχες τούτοις, διὰ τὴν ἐκ τῆς παρατρίψεως θερμασίαν, πλειόνων συνδιδομένων ὄγκων εἰς τὰς τῶν βρόγχων κοιλότητας, κἀκείνων ἀπὸ τοῦ πνεύματος ἅμα κοπτομένων.

Διὰ τί οἱ δυσπνοοῦντες, ὀρθοὶ ὄντες, ἔλαττον δυσπνοοῦσιν, ἥπερ κατακείμενοι; ὅτι τοῦ βρόγχου συμπαθοῦντος κατὰ τὸ πνεῦμα συμβάλλει καὶ τὸν θώρακα συνδιεγείρειν αὐτῷ.

Διὰ τί ἐν τοῖς ῥήγμασιν ἐπὶ τῶν ἐκ πληγῆς ῥηγνυμένων, τὸ μὲν ὑπογάστριον οὐ ῥήγνυται ἐκτὸς ὄν, τὸ δὲ περιτόναιον ἔνδον ὄν, ῥήγνυται; τούτου ἡ αἰτία αὐτὴ τῶν σωμάτων ἡ φύσις τὸ μὲν ὑπογάστριον σαρκῶδές ἐστι, τὸ δὲ περιτόναιον τεταμένον· ἀντιπάσχον οὖν τῷ προσπίπτοντι, ῥήγνυται. τὸ αὐτὸ συμβαίνει καὶ ἐπὶ τῶν ἄνευ τραυμάτων καταγμάτων.