In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

΄Οτι μὲν ὁ περὶ ἀποδείξεως λόγος τέλος ἐστὶ τῆς λογικῆς ἁπάσης [*](Ald. f.2r) πραγματείας, ἤδη φθάσαντες εἴπομεν ἐν οἷς τε περὶ τοῦ ἀπλῶς συλλογισμοῦ διελέγετο ὁ Ἀριστοτέλης καὶ ἐν οἷς τὴν ἀποδεικτικὴν παρεδίδου μέθοδον. ἐπειδὴ γοῦν ἱκανῶς τὰ περὶ ἐκείνης ἡμῖν τῆς μεθόδου ἐζήτηται, ἀκόλουθον ἄν εἴη εἰπεῖν τι καὶ περὶ τῶν Σοφιστικῶν ἐλέγχων, τίς τε ὁ σκοπὸς τῆς παρούσης πραγματείας ἐστί, καὶ διὰ τί τάξιν ἔσχε τὴν τελευταίαν, καὶ ὅτου χάριν Σοφιστικοὶ ἐπιγράφονται ἔλεγχοι· ὡς γὰρ ἐν πολλοῖς εἴπομεν, ἔνθα μὴ αὐτόθεν ἐστὶ δήλη ἡ ἐπιγραφὴ τοῦ συγγράμματος, χρὴ καὶ ταύτην σαφηνίζειν. σκοπὸς οὖν ἐστι τῆς παρούσης πραγματείας κατὰ μέν τινας, ὡς ἄν ἡμῖν τὴν μέθοδον παραδῷ δι’ ἧς τοὺς ἐλέγχους συνίστων οἱ σοφισταὶ καὶ τοὺς ἀπείρους τῆς συλλογιστικῆς μεθόδου ἠπάτων· ἔστι δὲ αὕτη οἱ μέλλοντες παραδοθῆναι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους δεκατρεῖς τρόποι, οἳ καὶ ὥσπερ τινές εἰσι γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν. οἱ δὲ τοῦτον εἶναι τὸν σκοπὸν τῆς παρούσης πραγματείας τιθέμενοι καὶ διὰ τοῦτο ἐπιγεγράφθαι Σοφιστικοὺς ἐλέγχους φασίν, ὡς τῆς παρούσης πραγματείας περὶ τοῦ πῶς ἤλεγχον οἱ σοφισταὶ διαλαμβανούσης καὶ περὶ τῆς συστάσεως τῶν σοφισμάτων αὐτῶν, οὐ περὶ τοῦ πῶς ἄν τοῖς σοφισταῖς ἀντιλέγοιμεν. ἄλλοι δὲ οὐ τοῦτον εἶναι τὸν σκοπὸν τοῦ βιβλίου εἰσήγαγον, ἀλλὰ μᾶλλον σκοπὸν ἔχειν τὸν Ἀριστοτέλην εἰπεῖν περὶ τοῦ πῶς ἂν αὐτοὶ μάθοιμεν ἐλέγχειν καὶ ἀντιλέγειν τοῖς πειρωμένοις σοφίζεσθαι ἡμᾶς· διὰ [*](1 ᾿Αποσημειώσεις—ἐλέγχους I: ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΑΠΟΣΗΜΕΙΟΣΕΙΣ κτλ. a: de reliquorum codd. titulis cf. Praef. 2 ante Ὅτι μὲν exhibet hoc prooemium: Διδάξας περὶ τοῦ ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ συλλογισμοῦ ὁ ᾿Αριστοτέλης, νῦν ἥκει διδάξων ἡμᾶς καὶ περὶ τῶν σοφιστικῶν ἐλέγχων, οὐχ ὥστε τούτοις χρῆσθαι ἡμᾶς ὡς τῷ ἀποδεικτικῷ καὶ διαλεκτικῷ συλλογισμῷ· οἱ μὲν γὰρ ἐπιστήμης ἔργα, τὰ δὲ σοφίσματα καὶ οἱ σοφιστικοὶ ἔλεγχοι ἔργον μὲν ἐπιστήμης οὐδέν, ἐνοχλήσεις δέ τινες μᾶλλον καὶ ἐμποδισμοὶ τῶν ἐπιστημῶν, ὡς καὶ αὐτὸς σοφιστικὰς ἐνοχλήσεις ἐν ἄλλοις ὠνόμασεν. ἀλλ’ ἡ τοῦτο πάντως ποιεῖ διδάξων ἡμᾶς τίνες οἱ τρόποι, οἶς οἱ σοφισταὶ χρώμενοι πειρῶνται τοὺς πολλοὺς ἐλέγχειν καὶ τοὺς ἀμαθεῖς τῆς συλλογιστικῆς μεθόδου. διδάσκει γ’ οὖν ἡμᾶς περὶ τούτων, οὐχ ὥστε χρῆσθαι αὐτοῖς, ἀλλ’ ἵνα μὴ παρὰ τῶν χρωμένων ἐλεγχώμεθα. εἰδότες γὰρ τοὺς τρόπους, καθ’ οὓς οἱ σοφισταὶ τὰ οἰκεῖα προβάλλονται σοφίσματα, ἐλεγχθησόμεθα μὲν παρ’ αὐτῶν οὐδαμοῦ, ἐλέγξομεν δὲ μᾶλλον αὐτοὺς λύοντες τὰ προβαλλόμενα σοφίσματα παρ’ αὐτῶν, ὡς (οἶς a) καὶ τὸν τρόπον εἰδότες τῆς ὡς γὰρ ἐν ἄλλοις αὐτὸς εἶπεν, ὁ τὸν τρόπον εἰδὼς τοῦ δεσμοῦ, ἐκεῖνος λύσει τὸ συνδεθέν, καὶ ὁ τὸν τρόπον εἰδὼς τῆς συνθέσεως τοῦ σοφίσματος, ἐκεῖνος λύσει καὶ τὸ προβαλλόμενον σόφισμα a ὅτι aA: τι I —6 πραγματείας, γνώριμόν ἐστιν ἅπασι, πολλαχόθεν τοῦ παρόντος βιβλίου τῆς λογικῆς πραγματείας καὶ μᾶλλον ἐξ ὧν τε περὶ τοῦ ἁπλῶς συλλογισμοῦ ὁ ἀριστοτέλης διελέγετο καὶ ἐκ τῆς ἀποδεικτικῆς μεθόδου ἰὴν παρεδίδου. ἀκόλουθον δ᾿ ἄν Α 4 παρεδίδου δου Ι: ἀπεδίδου a —10 χρὴ γὰρ ἀεὶ σαφηνίζειν τὴν ἐπιγραφὴν τοῦ συγγράμματος, ἔνθα μὴ αὐτόθεν ἐστὶ δήλη. σκοπός ἐστι Α 9 αὐτόθεν a: αὐτόθι I 16 ἐπιγράφεσθαι Α ante σοφιστ. add. τοὺς al: om. Α 19 οὐ om. a1 20 τὸν ἀριστοτέλην in ras. Α1)

2
τοῦτο γάρ φασιν οὐδὲ Περὶ τῶν σοφιστικῶν συλλογισμῶν ἐπιγέγραπται τὸ βιβλίον ἀλλὰ Σοφιστικοὶ ἔλεγχοι, ὡς μεθόδου παραδιδομένης δι’ ἧς ἄν τοὺς σοφιστὰς ἐλέγχειν δυναίμεθα. ἐπειδὴ γὰρ τῶν κατηγορικῶν συλλογισμῶν τὸ εἶδος τριττὸν εἶναι δέδειχε καὶ περὶ τῶν δύο, τοῦ τε διαλεκτικοῦ φημι συλλογισμοῦ καὶ τοῦ ἀποδεικτικοῦ, ἀρκούντως ἐν ταῖς αὐτῶν πραγματείαις διέλαβεν, ἐν τῷ παρόντι βιβλίῳ ὥσπερ ἡμῖν ἀλεξητήριον παρέχων φάρμακον εἰς τὸ ἀποφεύγειν τὰς σοφιστικὰς ἐνοχλήσεις περὶ τοῦ σοφιστικοῦ διαλέγεται συλλογισμοῦ, ἐλέγχους παραδιδοὺς μᾶλλον τῶν σοφιστικῶν λόγων, [*](f. 2v) οἷα φιλοτιμούμενος ὡς μάλιστα περὶ τὸ ἀληθές, δι’ οὗ αἱ ἀδρανεῖς ψευδολογίαι καὶ ὁ τῶν δοκούντων ἐνδόξων φενακισμὸς διελέγχεται. ὡς γὰρ οἱ ἰατροὶ οὐ μόνον τὰ πρὸς ὑγείαν συντείνοντα διδάσκονται ἀλλὰ καὶ τὰ δηλητήρια τῶν φαρμάκων ἐπιζητοῦσι τίνα ἐστίν, οὐχ ἵνα τούτοις χρήσωνται, ἀλλ’ ὡς βλαβερὰ ταῦτα φεύγωσι καὶ θανάσιμα, κατὰ τὸν αὐτὸν τρόπον χρὴ πάντως καὶ τοὺς τοῖς ἀληθέσιν ἐγγυμνασθέντας καὶ πεῖραν τῶν ἐνδόξων λαβόντας εἰδέναι καὶ ποῖά εἰσι τὰ φαινόμενα ἔνδοξα. οὐ γὰρ τῷ ᾿Αριστοτέλει σκοπὸς ἦν προηγούμενος περὶ τῶν σοφιστικῶν ἐλέγχων διαλαβεῖν οὐ γὰρ δι’ αὐτὸ ἀλλὰ καθ’ ἕτερον περὶ τοῦ εἰρημένου εἴδους διδάσκει) <ἀλλὰ> περὶ τοῦ ἐλέγχειν τοὺς σοφιστάς. παιζόντων γάρ, οὐ σπουδαζόντων τὸ τοιοῦτον εἶδος τοῦ συλλογισμοῦ· τὸ δὲ παίγνιον πῶς ἄν εἴη περισπούδαστον ἀνδράσι σοφοῖς καὶ ἐπιστήμοσιν; ὡς ἐν τῷ Εὐθυδήμῳ καὶ Πλάτων’ διαλαμβάνει, ἔνθα τῷ Κρίτωνι διαλεγόμενος ὁ Σωκράτης θαυμασίαν εἶναι τὴν σοφιστικὴν ἀποφαίνεται καὶ ‟πανσόφους ἀτεχνῶς” ὀνομάζει τοὺς σοφιστὰς καὶ βούλεσθαι μαθεῖν καὶ αὐτὸς ταύτην τὴν μέθοδον· εἶτα προτρέπεται τὸν Εὐδύδημον τῷ τοῦ Ἀξιόχου παιδὶ Κλεινίᾳ προσδιαλεχθῆναι· ὁ δ’ εὐθὺς ἀρξάμενος καὶ ὁμώνυμα ἐρωτῶν εἰς ἀντιφάσεις περιῆγε τὸν νέον οὕτω λέγων· ‟ὦ Κλεινία, πότεροί εἰσι τῶν ἀνθρώπων οἱ μανθάνοντες; καὶ τὸ μειράκιον, ἅτε μεγάλου ὄντος τοῦ ἐρωτήματος”, πρῶτα μὲν ἠρυθρίασεν, εἶτα πρὸς τὸν Σωκράτην ἀπεῖδεν· ὁ δὲ παρεθάρρυνέ τε αὐτὸν καὶ ἀποκρίνασθαι διεκελεύσατο ὅ τι ἂν βούλοιτο· καὶ ἀποκρίνεται ὁ Κλεινίας ‟ὅτι οἱ σοφοὶ εἶεν οἱ μανθάνοντες”. καὶ ὁ Εὐθύδημος· ἆρά γε, ὦ Κλεινία, οἶδάς τινας διδασκάλους; ὡμολόγησεν οὗτος. τίνων οὖν εἰσι διδάσκαλοι; σκαλοι; ἐκεῖνος· τῶν μανθανόντων. ἆρ’ οὖν σοφοὶ ἦσαν, ὅτε τὰ διδασκόμενα οὐκ ἠπίσταντο; ‟οὐ δῆτα, ἦ δ’ ὅς”. μανθάνουσιν ἄρα οἱ ἀμαθεῖς. [*](1 τῶν om. Α 2 μεθόδου a2A: καθόλου a1A 3 δυναίμεθα a2K: δυνάμεθα a1I: δυνώμεθα Α 4 τρίτον a2 5 ἐν ταῖς αὐτῶν πραγματείαις ΑΚ: ἐν τῇ ἑαυτοῦ πραγματείᾳ al 8 λόγων aA: ἐλέγχων I 10 διελέγχεται ΑΚ: διελέγχηται al 11 ἰατρικοὶ a1 διδάσκονται Α: διδάσκουσιν I 15 καὶ ποῖα ΑΚ: ὁποῖα al 16. 17 οὐ γὰρ Α: οὐδὲ al 17 καθ’ al: δι’ Α ἀλλὰ alterum addidi 19 ὡς a1 20 εὐθυδήμων (sic) Ι 21 ἔνθα] Euthyd. c. 1 p. —272Β 22 ἀτεχνῶς ΑΚ: ἀτέχνως al 23 βούλεσθαι a1I: βούλεται a2A καὶ αὐτὸς μαθεῖν Α 25 αὐξάμενος a1 ὁμωνύμως a post εἰς add. τὰς a περῆγε a 26 λέγων] Euthyd. c. 5 p. 275 D — 276 C πότεροί a2A Plato: πότερος a1: πότερον I post μανθάνοντες add. οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς Plato cf. p. 24,16 29 ἀποκρίνασθαι ΑΚ: ἀποκρίνεσθαι al 32 ὅτε a2A: ὅτι a1I 33 ἦ δ’ ὅτις a1 post ἦ δ’ ὅς add. ὃ νοητέον ἀντὶ τοῦ ἔφησεν οὗτος Α)
3
ἔπειτα πάλιν τὸ ἐναντίον συνελογίσατο, ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι. ἀλλὰ τοιούτων μὲν λόγων πλήρης οὗτός τε ὁ διάλογος καὶ ὁ Πρωταγόρας. ἡμεῖς δὲ πάλιν πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. σκοπός ἐστι τῶ ᾿Αριστοτέλει, ὡς ἔφημεν, ὁ πρῶτος ἀποδεδομένος περὶ τοῦ εἰπεῖν πῶς συνίστων τοὺς δοκοῦντας ἐλέγχους οἱ σοφισταί, καὶ πῶς ἐδόκουν διὰ τούτων ἐλέγχειν τοὺς ἀπείρους τῆς τέχνης αὐτῶν, καὶ τίνες οἱ γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν, καὶ πόσων στοχάζονται οἱ ἐν τοῖς σοφίσμασιν ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες, καὶ πόσα εἴδη τῶν σοφισμῶν, καὶ κατὰ πόσους τρόπους ἓν ἕκαστον τῶν εἰδῶν τὴν φαντασίαν τοῦ ἐλέγχειν ἐμποιεῖ. εἶτα ἐφεξῆς καὶ τὰς προσηκούσας λύσεις ἐπάγει αὐτοῖς· λύειν γὰρ τῶν ἀμηχάνων τὸν δεσμὸν ἀγνοοῦντα. τούτου δὲ φανεροῦ γεγονότος καὶ ἐλέγχειν δυνησόμεθα· ἀπλῶς γὰρ τὸ εἰδέναι ὅπως ἐκεῖνοι τὰ σοφίσματα συνίστων τῶν λύσεων γίνεται ποριστικόν, ἐπεὶ ὁ τοῦ δεσμοῦ τὴν γνῶσιν ἔχων οἶδε πάντως καὶ ὅπως ἄν τὴν λύσιν ἐπαγάγῃ τῷ δεσμῷ μηδενὸς προσισταμένου αὐτῷ, ὡς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ φησί.

Περὶ δέ γε τῆς τάξεως ἀμφισβητεῖται πολλοῖς. οἱ μὲν γάρ φασιν ὡς ἔδει τὴν διαλεκτικὴν πραγματείαν, ὁμοίως δὲ καὶ ταύτην τὴν σοφιστικὴν τῆς ἀποδεικτικῆς προταχθῆναι· χρῆναι γὰρ πρότερον τοῖς πιθανοῖς χρονοτριβήσαντας εἶθ’ οὕτως καὶ τοῖς ἀναγκαίοις καὶ ἀληθέσι προσδιατρῖψαι. οὐ καλῶς δὲ οἱ ταῦτα λέγοντες ἀποφαίνονται. εἰ γὰρ ἡ τῶν ἀνθρώπων φύσις τῇ ὕλῃ συνδεθεῖσα ἀπατᾶται ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῇ φαντασίᾳ παρακολουθοῦσα παραλογίζεται καὶ τὰ μὴ ὄντα ὡς ὄντα ὑπονοεῖ, οὐ χρὴ πάντως πρώτοις αὐτὴν προσβαλεῖν τοῖς πιθανοῖς τε καὶ φαινομένοις ἐνδόξοις· ἐνσχεθεῖσα γὰρ τούτοις καὶ προσληφθεῖσα οὐ ῥᾷον αὐτῶν ἀποστήσεται καὶ τὴν ἀλήθειν ὑποδέξεται, ἐκεῖνα ἡγουμένη τἀληθῆ καὶ αὐ|τόπιστα· [*](f.3r) πρόληψις γάρ, κἀν ἡ τυχοῦσα εἴη, ὡς ἐπὶ τὸ πολὺ ταχέως μετατίθεσθαι οὐ φιλεῖ. ἄλλως τε δὲ ἐκεῖνα προταχθῆναι τῆς ἀποδεικτικῆς ἐπιστήμης ὤφειλον ἃ δὴ καὶ χρήσιμα ἦν εἰς ἀπόδειξιν· ἡ δέ γε σοφιστικὴ ἄχρηστός ἐστι παντελῶς τῇ ἀποδεικτικῇ ἐπιστήμῃ. ἔτι εἰ τὸ ψεῦδος τῇ παραθέσει τῆς ἀληθείας ἐλέγχεται, ἀκόλουθον ἄν εἴη πάντως τἀληθῆ πρῶτον μαθόντας οὕτω τοῖς πιθανοῖς καὶ ψευδέσι προσομιλῆσαι· εἰκότως ἄρα προτέρα τῶν τοιούτων ἡ ἀποδεικτικὴ τέτακται. ἐν αὐτῇ γὰρ τὸν κυρίως συλλογισμὸν μαθόντες, ὅτι ἐξ ἀναγκαίων καὶ ἀμέσων καὶ γνωριμωτέρων καὶ προτέρων τοῦ συμπεράσματος γίνεται, τὸν παρὰ ταῦτά τι συνάγοντα σκώλου παντὸς πόρρω καθισταμένου ῥᾳδίως ἐπιγνωσόμεθα· εἰ γὰρ τὸ πῶς γίνεται καταμάθωμεν καὶ τίνα τρόπον τὸ ἀληθές, τὸ παρὰ ταῦτα γινόμενον εὐχερῶς [*](8 διαφιλονικοῦντες a 12 λύσεων a2A: λόγων a1I 13 δεσμοῦ] ε ex corr. Ι 14 ἐπα- γἀγη Α: ἐπγάγειε a2S (ει(??) S): ἐπαγάγεσε (sic) I: ἐπήγαγε a1 15 ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ] Β1 p. 995a 29sq. 18. 19 χρονοτριβήσαντα A 19 ante ἀληθέσι add. τοῖς Α 19. 20 οὐκ ἀληθῶς A 23 αὐτοῖς A τε om. Α 24 ἐναχεθεῖσα a1 27 προσταχθῆναι a 28 σοφιστικὴ] ἡ ex ὃς corr. 1 31 πρότερον a 33 μαθόντες, sed ante συλλογισμὸν A: μανθάνοντες al ἐξ ἀναγκαίων aA: ἐξανάκης I 36 περὶ ut solet a παρ’ αὐτὰ Α)

4
καταμαθεῖν δυνησόμεθα. ἐπεὶ δὲ οὐχ οἷόν τε ἦν ἐκ ταύτης ἀμέσως προσβαλεῖν τῇ σοφιστικῇ, διδάσκει μεταξὺ περὶ τῆς πῇ μὲν ἀληθοῦς πῇ δὲ ψευδοῦς, ἥπερ ἐστὶν ἡ διαλεκτική. ἀλλὰ γὰρ τίς μὲν ὁ σκοπὸς τῆς παρούσης πραγματείας καὶ περὶ τῆς τάξεως αὐτῆς καὶ τῆς ἐπιγραφῆς ἀρκούντως εἰρήκαμεν· ἤδη δὲ καὶ τῶν τοῦ φιλοσόφου λόγων ἐπίσκεψιν ποιησώμεθα.

p. 164 a 20 Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων.

Πλάτων μὲν ἐν τῷ Εὐθυδήμῳ καὶ Ἀριστοτέλης ἐν προοιμίοις εὐθὺς τῆς διαλεκτικῆς πραγματείας τὸν αὐτὸν εἶναι λέγουσιν ἐριστικὸν καὶ σοφιστικὸν συλλογισμόν. τούτους δὲ τοὺς συλλογισμοὺς ποτὲ μὲν κατὰ τὴν ὕλην διημαρτῆσθαι λέγουσι τῆς συλλογιστικῆς συζυγίας οὐκ ἐκπίπτοντας, οὓς καὶ συλλογισμοὺς ὀνομάζουσι, ποτὲ δὲ τὸ συλλογιστικὸν εἶδος μὴ ἔχοντας ἀληθῆ φέρειν τὴν ὕλην, οὓς οὐδὲ συλλογισμοὺς ἀξιοῦσι καλεῖν ἀλλὰ φαινομένους συλλογισμούς. οἷον τί φημι; ὅταν τις συλλογίσηταί τι ἐν συλλογιστικῇ συζυγίᾳ διὰ προτάσεων παρὰ τὴν ὕλην ληφθεισῶν, ἐριστικὸν μὲν ποιεῖ συλλογισμόν, πλὴν καὶ σοφιστικόν, ὡς ὅτε λέγει ἶπάς ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει· ἔστι δὲ ὁ χιτὼν ἀνδρεῖος· ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει᾿· οὗτος γὰρ ὁ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικὸς οὐ παρ’ ἄλλο τι ἢ παρὰ τὸ ληφθῆναι ὡς ἔνδοξον τὸ πάντα τὸν ἀνδρεῖον ἀνδρείαν ἔχειν, ἐπειδὴ ἐν συλλογιστικῇ συζυγίᾳ ἐν πρώτῳ οὔσῃ σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου τῆς μείζονος. ὅταν δὲ πάλιν συλλογίσηταί τίς τι ἐξ ἀληθῶν μὲν προτάσεων μὴ συλλογιστικῶς δὲ μηδὲ φυλάξας τὸ τοῦ σχήματος ἴδιον, συλλογισμὸν καὶ οὗτος ἐποίησε, πλὴν οὗτος φαινόμενος συλλογισμὸς λέγεται, οἷοί εἰσιν οἱ ἐν ἀσυλλογίστῳ συζυγίᾳ ἐρωτώμενοι λόγοι. οἷον εἰ συνάγει τις τὸ ὅτι πᾶς ἄνθρωπος ἵππος ἐστὶ διὰ τοῦ λαβεῖν πάντα ἄνθρωπον ζῷον εἶναι καὶ πάντα ἵππον ζῷον· ἀσυλλόγιστος γὰρ ἡ ταιαύτη πλοκὴ τοῦ συλλογισμοῦ καίτοι ἐξ ἀληθῶν οὖσα προτάσεων· αἴτιον δὲ τὸ εἶναι δύο καταφάσεις ἐν δευτέρῳ σχήματι. καὶ πολλὰ τούτων τὰ παραδείγματα ἐν ταῖς πονηθείσαις ἡμῖν εἰς τὴν Διαλεκτικὴν ἐξηγήσεσιν. ἄλλοι δέ τινες σοφιστικοῦ καὶ ἐριστικοῦ συλλογισμοῦ διαφορὰν ταύτην παραδεδώκασιν, ἐριστικὸν μὲν εἰπόντες εἶναι τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος μὴ ὑγιῶς ἔχοντα, σοφιστικὸν δὲ τὸν τὴν ὕλην ἔχοντα διημαρτημένην ὑγιὲς δὲ τὸ συλλογιστικὸν εἶδος. ἀλλ’ ἐλέγχονται οὗτοι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους ψευδόμενοι· προιὼν γὰρ ἐν οἷς [*](7 ἐν τῷ Εὐθυδήμῳ] cf. c. 1 p. 272 Β ταύτης τῆς σοφίας—τῆς ἐριστικῆς) 7. 8 ἐν προοιμ. εὐθὺς τῆς διαλ. πρ.] Top. I 1 p. 100b23 sq. 9. 10 διημαρτῆσθαι AI: ἐξημαρτῆσθαι a 11 φέρειν Α: δὲ I: δὲ φέροντας a2: om. a1 12 οὓς a2A: om. a1I συλλογισμοὺς aA: συλλογισμὸν I 13 τί φημι om. Α 14 ληφθεισῶν a2A: ληφθέντων a1I 15 ὡς ὁ λέγων Α πῶς I ὁ prius om. Α ἀνδρίαν itemque in sequentibus Α 15. 16 ὁ χιτὼν ἀνδρεῖος, omisso ἔστι δὲ, ante πᾶς collocat Α 17 post σοφιστικὸς add. καὶ Α τὸν om. Α 20 ὅταν δέ τις συλλογίσηταί τι Α 22 οἷόν a2 23 οἱ om. a1 24 τὸ Α 27. 28 καὶ—ἐξηγήσεσιν om. Α 29 διαφορὰν συλλογισμοῦ Α ταύτην Α: τούτων I: τοιαύτην a 32 προιὼν] c. 11 p. 171b6. 7)

5
τὸν ἀποδεικτικὸν λόγον τοῦ διαλεκτικοῦ διίστησι καὶ τοῦτον τοῦ σοφιστικοῦ, φησὶν ὅτι ‟ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ συλλογισμὸς ἐριστικός”. ἐπειδὴ τοίνυν ὁ ἐριστικὸς συλλογισμὸς ὁ αὐτός ἐστι τῷ σοφιστικῷ ἐλέγχῳ, εἰπὼν περὶ τῶν σοφιστικῶν ἐλέγχων ἐπήγαγε καὶ τῶν φαινομένων ἐλέγχων ὄντων δὲ παραλογισμῶν, ἐκ παραλλήλου τὸ αὐτὸ θείς· κοινὸν γὰρ πάντων τῶν σοφιστικῶν ἐλέγχων τὸ φαίνε|σθαι. καὶ τούτων τὴν διαί. [*](f. 3v) ρεσιν ποιεῖται εὐθὺς ἐν τοῖς ἑξῆς λέγων· οἱ μὲν γὰρ τούτων τῶν σοφιστικῶν ἐλέγχων εἰσὶ συλλογισμοί, οἱ αὐτοὶ ὄντες τοῖς ἐριστικοῖς συλλογισμοῖς τοῖς ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ συντιθεμένοις· οἱ δὲ δοκοῦσιν εἶναι, οἱ αὐτοὶ καὶ οὗτοι ὄντες τοῖς ἐριστικοῖς λόγοις τοῖς ἢ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων φαινομένοις, οἳ καὶ ἐριστικοὶ μὲν λέγονται συλλογισμοί, συλλογισμοὶ δ’ οὔ. συλλογισμοὶ μὲν οὖν εἰσι σοφιστικοὶ οἱ τὸ σχῆμα μὲν ἔχοντες ὑγιὲς τὰς δὲ προτάσεις ἢ ἄμφω ἢ τὴν ἑτέραν ψευδεῖς· φαινόμενοι δὲ οἱ τὸ σχῆμα μὲν μὴ ὑγιὲς ἔχοντες τὰς δὲ προτάσεις ὁτὲ μὲν ἀληθεῖς ὁτὲ δὲ ψευδεῖς. ἁπλῶς δὲ πάντες οἱ φαινόμενοι ἔλεγχοι ἢ συλλελογισμένοι εἰσὶν ἢ ἀσυλλόγιστοι· κἄν γὰρ καὶ τὸ εἶδος ὑγιὲς ἔχῃ, φαινόμενός ἐστιν ἔλεγχος καὶ οὐ κυρίως ἔλεγχος. τοῦ δὲ ἐλέγχου μέρη εἰσὶ δεκατρία· ἓξ μὲν τὰ ‟παρὰ τὴν λέξιν”, ἑπτὰ δὲ τὰ παρὰ τὴν διάνοταν, οὓς ὁ ᾿Αριστοτέλης ‟ἔξω τῆς λέξεως” καλεῖ. καὶ ταῦτα τὰ δεκατρία δὶς παραδίδωσι, πρῶτον μὲν λέγων πῶς ἀπατῶσιν οἱ σοφισταί, ὕστερον δὲ λύων αὐτά. Σοφιστικοὶ οὖν ἔλεγχοι ἐπιγέγραπται ἡ παροῦσα πραγματεία καλῶς· καὶ διχῶς ἂν νοηθείη ἡ ἐπιγραφή, καὶ ὅτι ἐλέγχουσιν οἱ σοφισταὶ καὶ ὅτι ἐλέγχονται. ἢ τὸ φαινομένων ἐλέγχων ἐπήνεγκεν ὡς ἐξηγητικόν κόν<· ἐξηγητικὸν> γὰρ τὸ πρότερον τοῦ δευτέρου. καὶ εἴη ἄν ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος, ὡς ἤδη λέγωμεν περὶ τῶν μὴ κυρίως ἐλέγχων ἀλλὰ τῶν φαινομένων ἐλέγχων, οἵτινές εἰσιν οἱ σοφιστικοὶ ἔλεγχοι. ἀλλ’ ἀναγκαῖόν ἐστιν εἰπεῖν τί τέ ἐστι σόφισμα καὶ τί ἀληθὴς ἔλεγχος καὶ τί φαινόμενος ἔλεγχος καὶ τί παρεξέλεγχος καὶ τί παραλογισμός. σόφισμα μὲν οὖν ἐστι, καθὼς καὶ αὐτὸς ἐν τοῖς τοπικοῖς φησι, ταὐτὸν τῷ ἐριστικῷ συλλογισμῷ. οἷον ἆρα ἐστι σιγῶντα λέγειν; οὔ φησιν ὁ ἀποκρινόμενος· τί δέ, ὅταν ξύλα καὶ λίθους λέγῃς, ἆρ’ οὐ σιγῶντα λέγεις; ἰδοὺ γοῦν ἐνταῦθα παρὰ τὴν ἀμφιβολίαν τὸ σόφισμα γέγονεν. ἔλεγχος δέ ἐστιν ἀληθὴς ‟ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ, ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ [*](2 οὑν om. A 5 post φαινομένων add. μὲν Arist. 10 τοῖς om. a1 συντιθεμένοις a2A: συντεθημένοις a1I 11 τοῖς alteruin om. a1 12. 13 φαίνοντι μὲν συλλογισμοί, εἰσὶ δ’ οὐ συλλογισμοί Α 15 ὑγιὲς μὴ Α 17 συλλογισμένοι a1 19 δεκατρία Α of. vs. 20: δέκα καὶ τρία al 20 καλεῖ] c. 4 p. 165b 24 ιγ a 21 πρῶτα Α 22 λύων aA: λέγων I 25 ἐξηγητικὸν adduli 28. 29 τέ ἐστι et sequentia tria καὶ om. A 29. 30 σόφισμά ἐστιν ὡς ἀριστοτέλης ἐν A 30 ἐν τοῖς τοπικοῖς] VIII 11 p. 162a 17 φησίν, ἢγουν ἐν τῶ ὀγδόω’ ταὐτόν τι τῶ Α 31 ξύλα—λίθους I: ξύλον—λίθον a 32 λέγῃς a: λέγεις I 33 ἀντίφασις κτλ.] c. 5 p. 167a23 —27 ἀντίφασιν I 35 ἐν ἀρκῇ Α Arist.: ἐξ ἀρχῆς aI, sed cf. ρ. 6,8. 11)
6
ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. εἰ γὰρ ἐρωτήσει τις ῾ ἆρά γε ὁ κύων ζῷόν ἐστιν;’ εἶτα καταφήσομεν καὶ ἐπαγάγοι ὁ ἐρωτῶν ὅτι ὁ τὰ καύματα ποιῶν οὐκ ἔστι ζῷον, οὐκ ἄν ἐλέγχοι διὰ τὸ μὴ πρὸς τὸ αὐτὸ πρᾶγμα ποιήσασθαι τὸν ἔλεγχον. ἐπειδὴ δὲ πολλάκις καὶ ἀπὸ συνωνύμων ἀπάτη γίνεται, οἷον ὡς ὅταν ἐρωτήσῃ τις ῾ ἆρά γε ζῷον περιπατεῖ;᾿, εἶτα καταφήσει ὁ ἀποκρινόμενος καὶ ὁ σοφιστὴς ἐπαγάγῃ ὅτι ἔστι τι καὶ ἠρεμοῦν, διὰ τοῦτο ἐπήγαγεν ὅτι ‟καὶ ὀνόματος μὴ συνωνύμου.” ἀλλὰ μηδὲ τὸ ἐν ἀρχῇ συναριθμεῖσθαι. τί δὲ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων. ὀφείλει δὲ ὁ ἔλεγχος καὶ ‟κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ” εἶναι. εἰ γὰρ μήτε ὁμώνυμον μήτε συνώνυμον εἴη τὸ ἠρωτημένον μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, οὐκ ἂν ἐλέγχοιμεν. οἷον ἆρά γε ὁ Αἰθίοψ μέλας; ναί· ἀλλὰ μὴν τοὺς ὀδόντας οὐ μέλας, ὥστε ὁ αὐτὸς καὶ μέλας καὶ οὐ μέλας. ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ ὁ ἔλεγχος γέγονε. καὶ εἰ μὴ πρὸς τὸ αὐτὸ εἴη, οὐδὲ οὕτως ἔσται κυρίως ἔλεγχος. οἷον εἴ τις εἴπῃ τὰ δέκα διπλασίονα εἶναι καὶ μή· οὐ γὰρ πρὸς τὸ αὐτὸ λέγονται ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο. ἔστω δὲ καὶ ‟ὡσαύτως” λεγόμενον, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ δυνάμει ἢ ἐνεργείᾳ. οἷον ἆρά γε ὁ κοιμώμενος ὄψιν ἔχει; ναί, φησί· τί δέ, ὁ ὄψιν ἔχων οὐχ ὁρᾷ; ναί· ὁ κοιμώμενος ἄρα ὁρᾷ· οὐκ ἐλέγχει γὰρ οὗτος ὁ λόγος τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώμενον, διότι ὁ λέγων ῾ὁ ὄψιν ἔχων ὁρᾷ᾿ σημαίνει καὶ τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. ‟καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. οἷον ἆρά γε οἱ | ἄνθρωποι ἀγαθοί; ἀλλὰ μὴν ἐπὶ τοῦ σιδηροῦ [*](f. 4r) γένους οὐκ ἀγαθοί. ἀλλὰ τὸ τοιοῦτον οὐκ ἂν εἴη ἔλεγχος ἀληθὴς μὴ ἐπὶ τοῦ αὐτοῦ χρόνου συλλογισάμενος. ὅταν οὖν μὴ κατὰ τὸν διορισμὸν τούτου τοῦ ἐλέγχου, λέγω δὴ τοῦ ἀληθοῦς, ἐλέγχῃ τις τὸν προσδιαλεγόμενον ἀλλ’ ἢ καθ’ ὁμωνυμίαν ἢ κατά τινα τῶν σοφιστικῶν τρόπων, τηνικαῦτα ἐλέγχοι ἂν οὐκ ἀληθῶς ἀλλὰ σοφιστικῶς. καὶ τὸν τοιοῦτον ἔλεγχον οὐδ’ ἔλεγχον ὀνομάζει ὁ Ἀριστοτέλης ἀλλὰ φαινόμενον ἔλεγχον καὶ παρεξέλεγχον ὡς ἔξω ὄντα τοῦ κυρίως καὶ ἀληθοῦς ἐλέγχου, περὶ οὗ καὶ αὐτὸς ὁ ᾿Αριστοτέλης ἐρεῖ μετὰ μικρόν. παραλογισμὸς δέ ἐστιν ἡ γινομένη ἀπάτη ἢ διὰ [*](1 πρὸς αὐτὸ Α χρόνῳ aA: λόγω I 1. 2 ἂν γάρ τις ἐρωτήση ὅτι ὁ Α 2 ἐπαγάγοι I: ἐπαγάγῃ a 6 εἶτα πρὸς τὸν ἀποκριθέντα ἐπαγάγῃ ὁ ἐρωτῶν Α post καταφήσει expunxit μὲν Ι 7 ἠρεμοῦν a2A: ἠρεμεῖ I: ἡ ῥεμᾶ (sic) a1 8 an συναριθμείσθω? 8.9 τί—αἰτεῖσθαι al: ὅπερ Α 9 ἐν τοῖς δευτέροις τῶν προτέρων εἴρηκεν Α ἐν τῷ δευτέρῳ τῶν Προτέρων] c. 16 p. 64b 28sq. 10 κατὰ ταὐτὸ Α 12 λέγοιμεν δὲ τὸ αὐτὸ Α 15 τὸ Aa2: om. a1I ἔσται al: εἴη Α 16 ante ἔλεγχος add. ὁ Α εἴ τις εἴπῃ om. Α τὰ AI: om. a 18 ἐναργείᾳ a 19 φησί om. Α τὸ δὲ ὄψιν ἔχον ὁρᾶ a 22 post αὐτῷ add. δὲ Α 23 χρόνῳ aA: λόγω I cf. p. 14,18 24. 25 ἀλλὰ—συλλογισάμενος] τοῦτο δ’ οὐκ ἀληθές. διὰ τὸ μὴ ἐπὶ τοῦ αὐτοῦ χρόνου Α 26 τοῦ ἀληθοῦς ἐλέγχου ἐλέγχη Α 27 τρόπων a2AI: προτάσεων a1 28. 29 σοφιστικῶς, οὐκ ἀληθῶς. καὶ τὸν τοιοῦτον ὀνομάζει ἀριστοτέλης φαινόμενον Α 30 κυρίως καὶ om. Α ἀληθῶς V 30. 31 περὶ—μικρόν om. Α 31 ἐρεῖ] p. 165a2 δέ Al: om. a γινομένη Α: γενομένη al)
7
τὴν ὕλην ἢ διὰ τὸ εἶδος τοῦ συλλογισμοῦ. ὡς ἐπὶ τὸ πολὺ δὲ ἐσημειωσάμεθα τὸν Ἀριστοτέλην παραλογισμὸν ὀνομάζοντα τὸν μὴ ὑγιῶς ἔχοντα κατὰ τὸ σχῆμα συλλογισμόν.

Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων. τινὲς τῶν ἐξηγησαμένων ἐνταῦθα ἐκ παραλλήλου, ὡς ἔφαμεν, τεθεῖσθαί φασι τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαίνομ’ ἔνων ὡς πάντων τῶν σοφιστικῶν οὐκ ὄντων κυρίως ἐλέγχων ἀλλὰ φαινομένων. εἴη δ’ ἄν τις καὶ διαφορὰ σοφιστικοῦ ἐλέγχου καὶ φαινομένου ἐλέγχου· σοφιστικὸν μὲν γὰρ ἔλεγχον ἐρεῖς τὸν τὴν ὕλην ἔχοντα ψευδῆ καὶ ἀπὸ φαινομένων ἐνδόξων ἐπιχειροῦντα τὸ δὲ σχῆμα ὑγιὲς ἔχοντα, φαινόμενον δὲ ἔλεγχον καὶ παραλογισμὸν τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος ἐσφαλμένον τῆς ὕλης ὅπως δήποτε ἐχούσης, ἐπειδὴ προειρήκαμεν ὅτι ὁ παραλογισμὸς κυρίως τῷ Ἀριστοτέλει ἐπὶ τῶν μὴ καλῶς ἐχόντων κατὰ τὸ σχῆμα εἴληπται.

p. 164a22 ᾿Αρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων.

Πολλάκις εἰρήκαμεν ὡς ὁ ἁπλῶς συλλογισμὸς γένος ἐστὶ τοῦ ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ καὶ τοῦ σοφιστικοῦ συλλογισμοῦ. ἐπεὶ γοῦν τὰ γένη τῇ φύσει πρότερά εἰσι τῶν εἰδῶν, μέλλει δὲ καὶ ἐνταῦθα παραδοῦναι πρῶτον περὶ συλλογισμοῦ κεφαλαιωδῶς, τί τέ ἐστι καὶ πῶς οἱ μὲν μὴ ὄντες δοκοῦσιν, οἱ δὲ κατὰ ἀλήθειάν εἰσι, διὰ τοῦτό φησιν ὅτι χρὴ καὶ ἡμᾶς ἄρξασθαι ἀπὸ τῶν πρώτων κατὰ φύσιν οὕτως γὰρ ὀφείλεις ποιῆσαι τὴν σύνταξιν), τουτέστι τῶν τῇ φύσει πρώτων, ἅτινά εἰσι τὰ κοινά· κοινὰ δὲ ἐν τούτοις ὁ συλλογισμός, οὗ ἑξῆς τέσσαρά φησιν εἶναι τὰ γένη. ἢ τοίνυν κατὰ τοῦτο ῥητέον ‘τῶν τῇ φύσει πρώτων᾿, ἢ φύσει πρῶτα λέγοι ἄν τὰς οἰκείας τῇ προκειμένῃ πραγματείᾳ ἀρχὰς καὶ οἱονεὶ στοιχεῖα· ἄλλαι γὰρ ἄλλου ἀρχαὶ καὶ οὐχὶ αἱ αὐταὶ πᾶσιν· ὥσπερ γὰρ τῆς γεωμετρίας φύσει πρῶτα καὶ ἀρχαὶ σημεῖα καὶ γραμμαὶ καὶ κύκλοι καὶ ἀξιώματα, περὶ ὧν πρότερον εἰπόντες οἱ γεωμέτραι οὕτως εἰς τὴν τῶν κατὰ μέρος διδασκαλίαν ἔρχονται, οὕτω δὴ καὶ αὐτὸς ἐνταῦθα ποιήσει. πρῶτα δ’ ἄν εἴη τῆς σοφιστικῆς μεθόδου ἥ τε διαίρεσις ἣν λέγει καὶ τὸ δεῖξαι ὅτι ἔστιν εἶδός τι τοιούτου λόγου σοφιστικοῦ, καὶ τὸ τίνων ἐφίενται οἱ σοφισταί, καὶ τίς ἡ τούτων προαίρεσις, καὶ τίνα ἐστὶ δι’ ἃ μετίασι καὶ ζητοῦσι τοὺς τοιούτους λόγους, ὅτι τὸ δοκεῖν εἶναι σοφοὶ καὶ ὁ χρηματισμὸς καὶ ὁ [*](1 δέ I: om. a ἐσημειωσάμεθα] cf. p. 4,22 2 τὸν (sic) ἀριστοτέλους—ὀνομάζοντος a1 5 ἔφαμεν] p. 5,6 post ἔφαμεν expunxit φασὶ I 12 προειρήκαμεν a: προειρήκειμεν I 16 τοῦ I: om. a 17 πρότερον a1 18 συλλογισμοῦ a: συλλογισμῶν I 19 καὶ I: om. a 20 οὕτω δὲ Α ὀφείλεις a: ὀφείλει Ι: ὀφείλας A 21 ποιήσασθαι Α 22 ἑξῆς] c. 2 p. 165a38 φησι τέσσαρα Α 23 τοῦτο Ι: τούτων a πρώτων (post ἢ φύσει) a1 24 πραγματείας 1 27 τὴν om. a1 28 post καὶ add. ὁ I 28. 29 καὶ πρῶτον μὲν ἄν εἴη ἡ διαίρεσις ἣν λέγει ἐν ταύτη τῆ μεθόδω καὶ A 30 τι τοιοῦτον, sed ante εἶδος, A cf. p. 16,15 λόγου σοφιστικοῦ I: inv. ord. a: λόγου. ἤγουν σοφιστικόν A ἐφίενται a2A: ἐφίονται a1I)

8
πλοῦτος· ‟ἡ γὰρ σοφιστική ἐστι χρηματιστική τις ἀπὸ φαινομένης σοφίας, διὸ καὶ φαινομένων ἐφίενται ἀποδείξεων”· κἀν τούτῳ γὰρ τῆς διαλεκτικῆς ἡ σοφιστικὴ διαφέρει, ὡς ἐκείνη μὲν πρὸς δόξαν μόνον ἀφορᾷ, αὕτη δὲ <καὶ> πρὸς τὸ

p. 164a23 Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ’ οὐκ ὄντες δοκοῦσιν.

Εἴπομεν ὥς τινες ἄλλο νενοήκασιν εἶναι τὸν σοφιστικὸν ἔλεγχον παρὰ τὸν φαινόμενον ἔλεγχον ὄντα δὲ παραλογισμόν. καὶ πρὸς ταύτην τὴν ἔννοιαν εἰρῆσθαι καὶ τὰ παρόντα φασίν, ὅτι οἱ μέν, οἱ σοφιστικοὶ ἔλεγχοι δηλαδή, εἰσί τε καὶ ὀνομάζονται συλλογισμοί, οἱ δέ, οἱ φαινόμενοι ἔλεγχοι καὶ παραλογισμοί, οὐκ ὄντες δοκοῦσιν εἶναι, ἀλλ’ οὐχ οὕτως ἔχουσι. καθολικῶς δέ φησιν ὅτι οἱ μὲν περί τινος διαλεγόμενοι καὶ συλλογίζονται ὑγιῶς, οἱ δὲ φαίνονται μὲν συλλογίζεσθαι, τὴν πλοκὴν δὲ τοῦ συλλογισμοῦ μὴ ὑγιῆ ἔχοντες οὐκ ἄν ῥηθεῖεν ἀπλῶς | συλλογισμοὶ ἀλλὰ φαινόμενοι. [*](f. 4v) προθέμενος δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων εἰπεῖν, οἳ καὶ ἦσαν φαινόμενοι ἔλεγχοι, πρῶτον διὰ βραχέων ὑπομιμνήσκει ἡμᾶς τῆς ἐν τῷ πρώτῳ τῶν τοπικῶν γενομένης παρ’ αὐτοῦ διαιρέσεως τοῦ ἐριστικοῦ συλλογισμοῦ. τῶν γὰρ σοφιστικῶν συλλογισμῶν, ταὐτὸν δὲ εἰπεῖν καὶ ἐριστικῶν, οἱ μέν εἰσι συλλογισμοὶ ‟ἐκ φαινομένων ἐνδόξων”, ὡς ἐκεῖ εἶπεν, οἱ δὲ φαινόμενοι συλλογισμοὶ οὐκ ὄντες δέ. καὶ πιστοῦται τοῦτο δι’ ὧν ἐπάγει· ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινα ὁμοιότητα, καὶ ἐπὶ τῶν λόγων, τουτέστι τῶν συλλογισμῶν, τοῦτο οὕτως ἔχον ἔστιν ἰδεῖν. πιστοῦται δὲ τὸ λεγόμενον οὐκ ἐκ λογικῶν μόνον ζῴων ἀλλὰ καὶ αὐτῶν τῶν ἀψύχων. εὐφυῆ δὲ καὶ τὰ παραδείγματα. ὥσπερ γάρ, φησίν, εἰσί τινες τῶν ἀνθρώπων καλῶς ἔχοντες καὶ εὐεκτοῦντες τοιοῦτοι δ’ οἱ ἀθλητικοὶ καὶ οἱ πένταθλοι), οἱ δὲ προσποιοῦνται τὸ εὐεκτεῖν καὶ διά τινων ἐπιτεχνήσεων περὶ τὸ σῶμα τοὺς εὐεκτοῦντας μιμοῦνται στολίζοντες ἑαυτοὺς παχυτάτοις ἐνδύμασι, καὶ ὅπερ αἱ φυλαὶ ἐν τῇ προσαγωγῇ τῶν ἱερείων ἐποίουν σπεύδουσα γὰρ ἑτέρα τὴν ἑτέραν ὑπερβαλεῖν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσι τῆς τῶν θυμάτων ἐν τοῖς βωμοῖς γινομένης προσαγωγῆς ἐνεφύσα τῷ λειπόκρεῳ, καὶ λιπῶδες ἐποίει φαίνεσθαι τὸ μὴ ὂν ἐκ τοῦ ἐμφυσήματος, ὥσπερ Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς καὶ [*](1 ἡ γὰρ κτλ.] c. 11 p. 171b28 2 κἀν Α: κἂν al γὰρ AI: om. a 4 καὶ addidi cf. p. 7, 32 7 εἴπομεν] p. 4,9sq. 8 πρὸς I: οὕτω πρὸς a2: om. a1 8, 9 ἔννοιαν I: διάνοιαν a 16. 17 ἐν τῷ πρώτῳ τῶν τοπικῶν] c. 1 p. 100b 24 19 post φαινομένων add. καὶ al: om. Α Arist. 21 καὶ prius a Arist.: om. I 24 εὐφυῆ I1: εὐθὺς a καὶ I: om. a 29 σπεύδουσαι a2 ἑκατέρα a ὑπερβάλλειν (sic) a τῇ ἑορτῇ a 30 τῆς a: τοῖς I γενομένης a 31 λιποκρέῳ a1 32 ἐμφυσήματος a2: ἐκφυσήματος a1I Ἀθήναιος] in nostro Athenaeo hic locus non reperitur τοῖς δειπνοσοφισταῖς Α (in quo locus sic legitur: περὶ τῶν φυλῶν καὶ τῶν θυσιῶν καὶ τοῦ φυσήματος λέγουσιν ὅ τε Ἀθήναιος κτλ.) Κ: τῷ δειπνοσοφιστῇ al)

9
Πρόκλος ἐν τῇ τῶν ἑορτῶν ἀπαριθμήσει εἰρήκασι), τοῦτο δὴ καὶ οἱ καχεκτοῦντες ποιοῦντες, ναὶ μὴν καὶ οἱ δυσειδεῖς καὶ τὴν ὄψιν αἰσχίονες καὶ τὸ ἀληθινὸν μὴ ἔχοντες κάλλος ἐπιτρίμμασιν ἑαυτοὺς καταχρωννύοντες σπεύδουσι τοὺς ὁρῶντας ἐξαπατᾶν καὶ φαίνεσθαι ὅπερ οὐκ εἰσί. φυλετικῶς οὖν πεφυσῆσθαι πάντες οἱ τοιοῦτοι καθόλου λέγονται οἱ μὴ δι’ ἀσκήσεως μηδὲ πρὸς ἀλήθειαν τὰ σώματα μεγάλοι καὶ τὸ εἶδος περικαλλεῖς, ἀλλὰ διά τινων ἐπιτεχνήσεων ἐπισκευάζοντες ἑαυτοὺς καὶ κομμώσαντες οἱ μὲν καχεκτοῦντες τοὺς εὐεκτοῦντας φαίνονται μιμούμενοι, οἱ δὲ δυσειδεῖς φαίνονται μὲν καλοί, οὐκ εἰσὶ δέ. ὁμοίως δὲ καὶ ἑ ’πὶ τῶν ἀψύχων τὰ μὲν κυρίως ἐστὶν ἄργυρος ἀληθῶς καὶ χρυσός, τὰ δὲ φαινομένως κατὰ τὴν ἐσφαλμένην τῆς αἰσθήσεως κρίσιν τῷ ἀπατᾶσθαι ἀπὸ μικρᾶς ὁμοιότητος, τῆς τῶν χρωμάτων λέγω, δι’ ἣν ἀπατᾶται ἡ αἴσθησις, ὡς ἐπὶ τοῦ μέλιτος· τοῦτο γὰρ ξανθὸν εἶναι γνωρίσασα καὶ τῇ γεύσει γλυκὺ κρίνασα, εἴπερ καὶ ἄλλο τι θεάσηται τοιοῦτον ἔχον χρῶμα, εὐθὺς κἀκεῖνο μέλι ὑπολαμβάνει διὰ τὸ συνδραμεῖν ποτε ἐπὶ τοῦ αὐτοῦ ἄμφω, καθὼς ἐν τῷ Περὶ ψυχῆς οὗτός φησιν. ὃν οὖν τρόπον ἀπάτη πολλάκις γίνεται ἐπί τε τῶν σωματικῶν διαθέσεων καὶ ἐπὶ τῶν ἀψύχων, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἐλέγχων καὶ συλλογισμῶν, <ὦν> ὁ μέν τίς ἐστι συλλογισμὸς ἀληθὴς καὶ ἔλεγχος, ὁ οὐκ ἔστι, φαίνεται δὲ εἶναι συλλογισμός, ὅταν οἱ ἀκροώμενοι τῆς συλλογιστικῆς μεθόδου τυγχάνωσιν ἄπειροι καὶ μηδὲ τὰ τῶν ἀληθῶς συλλογισμῶν καὶ ἐλέγχων εἰδῶσιν ἰδιώματα. τοῦτο γάρ, φησί, φαίνεται διὰ τὴν ἀπειρίαν, τῶν ἀκουόντων δηλονότι· ὃ καὶ ἐν τῇ ᾿Αποδεικτικῇ αἰνιττόμενος ἔλεγεν, ὅτι περὶ γεωμετρικῶν ἐν ἀγεωμετρήτοις διαλεγόμενός τις ἀκροαταῖς ‟λήσει φαύλως διαλεγόμενος”. εἶτα κατασκευάζει καὶ δι’ ἣν αἰτίαν τὰ μὴ ὄντα ὡς ὄντα νομίζουσιν οἱ ἄπειροι· οἱ γὰρ ἄπειροι, φησίν, ὥσπερ ἄν ἀπέχοντες πόρρω θεωροῦσιν. ὃ διττὴν ἔχει τὴν ἐξήγησιν. ἢ γὰρ τοῦτό φησιν, ὅτι οἱ ἄπειροι, περὶ ὧν ἀπείρως ἔχουσιν, οὕτω πεφύκασι ταῦτα νοεῖν καὶ διακρίνειν ὥσπερ ἂν τῆς τούτων φύσεως πόρρω διακείμενοι καὶ μὴ εἰδότες ὅλως τί ἐστι τὸ περὶ οὗ ἡ διάλεξις γίνεται· ἀπέχουσι γὰρ ὄντως καὶ πόρρω εἰσὶ τῆς περὶ αὐτοῦ γνώσεως. ἢ γοῦν οὕτω νοητέον, ἢ μάλιστα ὅτι ὥσπερ οἱ ἀπὸ πολλοῦ διαστήματος ὁρῶντές τινα πολλάκις ἀπατῶνται ἔκ τινος βραχείας ὁμοιότητος καὶ διὰ τὴν τοῦ διαστήματος ἀσυμμετρίαν καὶ τῆς ὄψεως τὴν ἀσθένειαν κατά τε διάκλασιν αὐτῆς καὶ ἀνάκλασιν τὸν μὴ Σωκρά|την Σωκράτην οἴονται καὶ τὰ χολοβάφινα [*](f. 5r) διὰ τὸ ὁμοιόχρωμον χρυσᾶ καὶ τὰ λιθαργύρινα καὶ τὰ κατπρόκλος [*](1 aA: πάτροκλος Ι 2 αἰσχίοντες a1 post tertium καὶ expunxit τὴν ὄψιν I 3 post ἀληθινὸν expunxit κάλλος 1 καταχρωννύοντες a: καταχωννύοντες I 3. 4 post σπεύδουσι add. γὰρ a 5 καθόλου ante πάντες collocat Α λέγονται Α: λέγοντες al 7 καὶ κομμώσαντες om. Α 11 μικρᾶς Α cf. p. 12, 22: μικρῆς a: τῆς I 15 ἐν τῷ Π. ψ.] cf. ΙΙ 6 p. 418a16 18 ὧν addidi 20 τυγχάνουσιν a ἀληθῶν Α 22 ἐν τῆ ᾿Αποδεικτικῇ] I 12 p. 77b 13 26 πόρρωθεν Arist. 28 ὡς a1 τούτων al: τῶν τοιούτων Α 30 αὐτοῦ Α: αὐτῶν a: compend. I 33 τε I: τὴν a 34 αὐτῆς v: αὐτοῦ I: αὐτῶν a τὰ AI: om. a 35 τὸ AI: τὴν a χρυσᾶ ante διὰ collocat Α τὰ alteram om. Α)
10
τιτέρινα ἀργυρᾶ, οῦτως καὶ οἱ ἀνεπιστῄμονες τῆς συλλογιστικῆς μεθόδου ἐλέγχους μὲν ἡγοῦνται καὶ συλλογισμοὺς ἀπό τινων μικρῶν ὁμοιοτήτων τοὺς οὐχ οὕτως ἔχοντας δι’ ἀπειρίαν τὴν δόξαν ταύτην λαμβάνοντες.

[*](p. 165a 1)

῾Ο μὲν γὰρ συλλογισμὸς ἐκ τινῶν ἐστι τεθέντων.

Τί ἐστι συλλογισμὸς καὶ ἔλεγχος, εἴρηται ἔν τε τοῖς προτέροις ᾿Αναλυτικοῖς καὶ ἐν τοῖς δευτέροις, ἐν μὲν τοῖς προτέροις ὅτι ‟συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμ- βαίνει τῷ ταῦτα εἶναι” καὶ τὰ ἑξῆς (καὶ τίνος χάριν προσετέθη τῶν διαφορῶν, ἀρκούντως ἐν τοῖς ᾿ Αναλυτικοῖς διελάβομεν), ἐν δὲ τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν ὅτι ἔλεγχός ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος· οὐ γὰρ ἄνευ συλλογισμοῦ ὁ ἔλεγχος. ἀλλ’ οὐ διὰ τοῦτο ὁ αὐτὸς τῷ συλλογισμῷ· ἐπὶ πλέον γὰρ ὁ συλλογισμὸς τοῦ ἐλέγχου· εἰ μὲν γὰρ ἔλεγχος, πάντως καὶ συλλογισμός, οὐ μήν, εἰ συλλογισμός, καὶ ἔλεγχος. καὶ ὅτι συλλογισμὸς μὲν γίνεται καὶ ἄνευ ἀντιφάσεως ἐκ δύο καταφατικῶν προτάσεων, ἔλεγχος δ᾿ οὐ γίνεται ἐκ δύο καταφατικῶν προτάσεων· δεῖ γὰρ ἐν ἐλέγχῳ τὴν μὲν τῶν προτάσεων εἶναι κατηγορικὴν τὴν δὲ στερητικήν· ὁ γὰρ ἔλεγχος προσλαβὼν τὸ ἀντικείμενον τῷ ἐξ ἀρχῆς συμπεράσματι συλλογισμὸς μετὰ ἀντιφάσεως λέγεται τοῦ συμπεράσματος, τουτέστι συλλογισμὸς προσειληφὼς τὸ συμπέρασμα ἔχον ἀντίφασιν εἴς τινα κειμένην ἀληθῆ πρότασιν, ἢ διὰ συλλογισμοῦ ληφθεῖσαν ἢ ἐξ ὁμολογίας τινὸς ἀληθῆ καὶ αὐτόπιστον. οἷον εἴ τις λέγει τὸν ἄνθρωπον ζῷον εἶναι καὶ τοῦτο ἀποδεικνύει διὰ συλλογισμοῦ, ὅτι ὁ ἄνθρωπος λογικός, τὸ λογικὸν ζῷον, καὶ τὸ συμπέρασμα δῆλον, ἀληθὲς μὲν ὁ τοιοῦτος συνελογίσατο· εἰ δέ τις ἐνίσταται πρὸς τὸ συμπέρασμα, ἐλέγξομεν τοῦτον λαβόντες τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ἀληθεῖ συμπεράσματι ἢ τὸ ἐναντίον, ὅπερ αὐτὸς ὑποτίθησι, καὶ τὴν ἑτέραν ὁμολογουμένην πρότασιν καὶ δείξομεν αὐτὸν τοῖς προδήλοις μαχόμενον. ἔστω γὰρ τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· τὸ ζῷον παντὶ λογικῷ· τὸ λογικὸν οὐδενὶ ἀνθρώπῳ· ἦν δὲ καὶ παντί. ἰδοὺ γοῦν λαβόντες τὸ ἐναντίον τῷ ἀληθεῖ συμπεράσματι ἄτοπόν τι συνηγάγομεν τὴν ὁμολογουμένην πρότασιν ἀνατρέψαντες. ἔστι δὲ ταὐτὸ τοῦτο ποιῆσαι, κἀν εἰ τὸ ἀντιφατικῶς ἀντικείμενον λάβοιμεν. συλλογιστέον οὖν ἐν δευτέρῳ σχήματι διὰ μέσου τοὺ αἱρετοῦ μὴ εἶναι τὸ κακὸν ἀγαθόν.] καὶ ἔστω τόδε κείμενον τὸ μηδὲν εἶναι κακὸν [*](3 λαμβάνοντες AI: λαβόντες a 4 post τεθέντων add. ἤτοι ὁμολογουμένων καὶ οὐχ ὑποθετικῶς λαμβανομένων a 5. 6 ἔν τε τοῖς προτέροις ᾿ Αναλυτικοῖς καὶ ἐν τοῖς δευτέροις] i. e. ἔν τε τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν (c. 1 p. 24b 18) καὶ ἐν τῷ δευτέρῳ (c. 20 p. 66b 11) 6 τοῖς alteram a: om. I 14 καὶ tertium AI: om. a 15 δ’ AI: om. a 17 ἀντικείμενον scripsi: ἀντικεῖσθαι aAI 20 ἔχων Α ἀληθῶν Α 22 ἀποδεικνύοι Α 23 λογικόν (post ἄνθρ.) Α 24 ἐνίσταιτο Α 25 τοῦτο Α 27 τοῖς προδήλοις Α: προδήλως al 29 γοῦν ΑΙ: οὑν a 32. 33 συλλογιστέον—ἀγαθόν seclusi 32 αἱρετοῦ AI: αἱρετὸν a 33 τόδε κείμενον a2AI: τὸ δεικνύμενον a1 μηδὲν Α: μηδὲ al post εἶναι alterum add. τὸ a: sequens κα- in ras. 4 litt. Α1)

11
ἄγαθόν, ἢ ἁπλῶς τεθὲν ὡς ἐναργὲς ἢ καὶ διὰ συλλογισμοῦ δειχθέν· ὡς ὅταν λάβῃ τις μηδὲν εἶναι κακὸν αἱρετόν, πᾶν ἀγαθὸν αἱρετόν, ἔχοι ἂν διὰ τούτου δεδειγμένον ἐν δευτέρῳ σχἤματι τὸ μηδὲν εἶναι κακὸν ἀγαθόν. εἰ οὖν τις ἐνίσταται πρὸς τὸ συμπέρασμα λέγων εἶναι τοῦτο ψεῦδος, δώσει ἄν τὴν ἀντίφασιν τοῦ συμπεράσματος, τὴν ὅτι ἔστι τι ἀγαθὸν κακόν, καὶ ἐλεγχθείη ἄν ἐν τρίτῳ σχήματι συλλογισαμένων ἡμῶν οὕτω· τὸ κακὸν τινὶ ἀγαθῷ κατὰ τὴν ὑπόθεσιν, τὸ αἱρετὸν παντὶ ἀγαθῷ, καὶ τὸ αἱρετὸν τινὶ κακῷ· ἦν δὲ καὶ οὐδενί. τοῦτο μὲν οὖν ἔλεγχός ἐστιν ὁ τὸ ἐναντίον ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι λαμβάνων καὶ πρότασίν τινα ἀληθῆ κἀκ τούτου ἀποδεικνύων ἄτοπόν τι συναγόμενον. τοιοῦτος μὲν ὅ τε συλλογισμὸς καὶ ὁ ἔλεγχος, καὶ ὁ συλλογιζόμενος καὶ ἐλέγχων κατὰ τού- τους συλλογίζεται καὶ ἐλέγχει. ἀλλ’ οἱ σοφισταὶ ἐλέγχουσι μὲν οὐδαμῶς, δοκοῦσι δὲ ἐλέγχειν διὰ πολλὰς αἰτίας, αἰτίας λέγων τοὺς δεκατρεῖς τρόπους δι’ ὧν ἀπατῶσι τοὺς προσδιαλεγομένους. ὧν ἕνα τόπον εἷναί φησιν ἐπίκαιρόν τε καὶ κοινὸν τοῖς πολλοῖς καὶ διὰ τοῦτο δημοσιώτατον, τουτέστι κοινότατον, εὐφυέστατον δὲ ὡς ῥᾴδιον, τὸν δἰὰ τῶν ὀνομάτων, ὃς εἴη ἂν ἢ ὁ καθ’ ὁμωνυμίαν λεγόμενος ἢ ὁ κατὰ ἀμφιβολίαν ἢ τάχα καὶ ἀμφότεροι. καὶ προστέθη|σιν ἐξ οἵας οὗτος τῆς αἰτίας γίνεται. εἰ μὲν [*](f. 5v) ἦν, φησί, δυνατὸν διαλεγομένους ἡμᾶς αὐτὰ τὰ πράγματα φέρειν εἰς μέσον καὶ ὑπ’ ὄψιν τιθέναι, οἷον περὶ κυνὸς τοῦ καύματα ποιοῦντος διαλεγομένους αὐτὸν ἐκεῖνον παριστᾶν καὶ περὶ τούτου τοὺς λόγους ποιεῖσθαι, οὐκ ἄν ποτε ἠπατήθημεν περὶ τῶν ὑποπιπτόντων αἰσθήσει καὶ προδήλων διαλεγόμενοι. ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι καὶ οὐ τοῖς πράγμασι χρώμεθα ἐν ταῖς διαλέξεσιν, ἀλλ’ ἀντὶ τῶν πραγμάτων τοῖς τούτων συμβόλοις σύμβολα δὲ τῶν πραγμάτων εἰσὶ τὰ ὀνόματα· τὰ γὰρ ἐν τῇ φωνῇ ὀνόματα καὶ ῥήματα, ἃ καθ’ αὑτὰ λεγόμενα καὶ αὐτὰ ὀνόματά ἐστι, διὰ μέσων τῶν νοημάτων ἐξαγγελτικά εἰσι τῶν πραγμάτων), τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων μεταφέρομεν ἐπὶ τὰ σημαινόμενα ὑπ’ αὐτῶν· ὧν γὰρ ἓν ὄνομα καὶ ταὐτὸν συμβέβηκεν εἶναι, τούτων καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν τὴν αὐτὴν εἶναι νομίζομεν διὰ τὴν τοῦ ὀνόμοτος ταὐτότητα. διὸ καὶ οὕτως ἐρωτῶσιν· οὐχὶ ὁ λίθος ἄρρην ἐστίν; οὐχὶ ὁ Καλλίας ἄρρην ἐστίν; ὁ λίθος ἄρα Καλλίας. καὶ πάλιν· οὐχὶ ὁ Πλάτων’ ἄρρην ἐστίν; οὐχὶ ὁ ποταμὸς ἄρρην ἐστίν; ὁ Πλάτων ἄρα ποταμός ἐστι. κἀντεῦθεν ἡ ἀπάτη γίνεται ὁμωνύμων ὄντων τῶν ὀνομάτων ἢ ἀμφιβόλων· νομίζομεν γάρ, ὅπερ συμκαὶ [*](1 καὶ om. Α 2 λάβη AI: λάβοι a 3 τοῦτο a 8 καὶ ΑΙ: om. a 10 post μὲν add. ἐστι Α 11 συλλογισάμενος Α, sed σαμε in ras. Α1 11. 12 τού- τους ΑΙ: τοῦτο a 1(5 post κοινότατον add. κατακόρως γὰρ τούτῳ καὶ ὡς ἐπὶ τὸ πολὺ χρῶνται οἱ σοφισταί a 16 17 ἄν εἴη ὁ διὰ τῶν ὀνομάτων. ἤτοι ὁ καθ’ A IT λεγόμενος om. Α ὁ alt. AI: om. a 18 ἀμφότεροι Α: ἀμφοτέρως a: compend. I 18. 19 καὶ φησὶν εἰ ἣν A 20 post οἷον eras. 2 litt. Α 26 ἑαυτὰ a 30 ταὐτὴν Α διὸ — ἐρωτῶσιν (31)] ὥσπερ ἐπὶ τούτων τῶν ἐρωτήσεων Α 31 ἐρωτῶσιν KQR; ἐρωτῶν a: ἐρωτᾶ I ἐστίν prius om. Α 33 ἐστίν om. Α ἐντεῦθεν γὰρ ἡ A γίνεται om. Α 34 ἢ al: καὶ Α)
12
βαίνει τοῖς ὀνόμασι, τοῦτο ἀκολουθεῖν καὶ τοῖς πράγμασι. διὰ τί δὲ οὕτως ἀπατᾶν πειρᾶται ὁ σοφιστής, λέγει, ὅτι διὰ τὸ ἀπορεῖν τὴν φύσιν ἡμῶν ὀνομάτων τῶν ἁρμοζόντων ἑνὶ ἑκάστῳ τῶν πραγμάτων γίνεται αὕτη ἡ ἀπάτη καὶ ὁ παραλογισμός· εἰ γὰρ εὐπορία ἦν πολλῶν ὀνομάτων, οὐκ ἂν αὕτη ἡ ἀπάτη ἐπιπολάζειν ἠδύνατο. νῦν δὲ ἀποροῦσα ἡ φύσις ἡμῶν πολλοῖς οὖσι καὶ διαφόροις τοῖς πράγμασι καὶ ἀπείροις, οὐχὶ τῇ φύσει ἀλλ’ ἡμῖν, ἐπιθεῖναι ἑνὶ ἑκάστῳ οἰκεῖον ὄνομα, πολλά τινα καὶ διάφορα συναγαγοῦσα πράγματα τέθεικεν ἓν καὶ τὸ αὐτὸ ὄνομα· ἅπερ πράγματα εἰ εἶχον τὸν οἰκεῖον ἓν ἕκαστον ὀνομασμόν, οὐκ ἄν ἠπατώμεθα, ἀλλ’ ὅταν διαλεγώμεθα, ὑπεφέρομεν ἂν τῇ αἰθήσει τὰ πράγματα, καὶ οὕτως ἀπρόσκοπος ἂν ἐγίνετο ἡ διάλεξις. νῦν δὲ ἐπειδὴ ἡ φύσις διὰ τὴν ἀπορίαν οὐ προσήρμοσεν ἑνὶ ἑκάστῳ τὸ κατάλληλον ὄνομα, ἀλλὰ πολλοῖς πράγμασιν τὸ αὐτὸ καὶ ἓν ὄνομα ἀγαγοῦσα ἐπέθηκε, διὰ τοῦτο καὶ ἡ ἀπάτη χώραν ἔσχε· διὸ τὰ ἐπὶ τοῦ ὀνόματος ὁμολογηθέντα τὰ αὐτὰ καὶ ἐπὶ τοῦ ὑπὸ τοῦ ὀνόματος σημαινομένου συμβαίνειν ἡγούμεθα, ὡς κἀκείνων μιᾶς φύσεως ὄντων διὰ τὴν τοῦ ὀνόματος ταὐτότητα, καὶ τῷ τὸ ὄνομα εἶναι ἓν οἰόμεθα καὶ τὰ ὑπ’ αὐτοῦ δηλούμενα πράγματα διάφορα καὶ ἀνομοούσια ὄντα ἓν εἶναι κατὰ φύσιν, ὅπερ ἀδύνατον. οὐ γάρ, εἰ τὸ βασιλίσκος ὄνομά ἐστιν ἕν τι, ἤδη καὶ τὸ σημαινόμενον παρ’ αὐτοῦ πρᾶγμα ἔσται ἕν· ἄλλος γὰρ ὁ τοῖς πολλοῖς ἐγνωσμένος βασιλίσκος καὶ ἄλλος ὁ τοῖς ἐπιστήμοσιν, ὁ ἐπὶ τῆς καρδίας δηλονότι ὢν τοῦ ἀστρῴου λέοντος. οὐκοῦν τὸ ἀπατᾶν καὶ ἀπατᾶσθαι ἀπὸ μικρᾶς τινος κοινωνίας καὶ ὁμοιότητος σοφιστικόν. καὶ ὅτι τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων τοῦτο ἡγεῖσθαι συμβαίνει, φησί, τοῖς σοφισταῖς. παραδείγματι χρῆται τῷ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις· ἃ γὰρ ἐπὶ τῶν δακτύλων ἐν ταῖς ψήφοις συλλογιζόμενοι εὑρίσκουσι, ταῦτα καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων μεταφέρουσι, καὶ τοσαῦτά φασιν ἔχειν καὶ ταῦτα εἶναι τὰ δακτυλομετρούυενα. τὸ δ’ οὐκ ἔστιν ὅμοιον, ἀλλὰ ἐπὶ μὲν τοῦ ἀριθμοῦ τὰ συμβαίνοντα ἐπ’ αὐτοῦ μεταφέρειν ἐπὶ τὰ ἀριθμούμενα ἀληθές· εἰ γὰρ ὁ ἑπτὰ ἀριθμὸς εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖται, ἀνάγκη καὶ τοὺς ἑπτὰ ἄνδρας, οἵτινές εἰσι τὰ ἀριθμούμενα, εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖσθαι ἐπὶ δὲ τῶν ὀνομάτων οὐκ ἀληθές· οὐ γάρ, εἰ ὁ Δίων δισύλλαβον, τὸ δισύλλαβον τετρασύλλαβον, ἀνάγκη τὸν Δίωνα, ὅς ἐστι τὸ πρᾶγμα, τετρασύλλαβον εἶναι.

Ταῦτα εἰπὼν καὶ δείξας πῶς ἀπατώμεθα, δηλονότι δι’ ἀπειρίαν καὶ ἄγνοιαν καὶ μᾶλλον διὰ τὴν ὁμωνυμίαν μεταφερόντων τῶν σοφιστικῶν τὴν ἐπὶ τῶν ὀνομάτων ἀπάτην εἰς τὰ πράγματα, ὥσπερ οἱ λογαριασταὶ μετασυναγοῦσα [*](8 (sic) a 10 διαλεγόμεθα a1 ὑπεφέρομεν scripsi: ὑπεφέρωμεν (sic) I: ἐπεφέρομεν a 15 μιᾶν a1 17 καὶ οἰόμεθα τὰ πολλὰ καὶ διάφορα ἀνομοούσια Α (antecedentia inde ab 1 διὰ τί om.) 18 post φύσιν add. διὰ τὴν τοῦ ὀνόμτος ταυτότητα τοῦ κειμένου ἑνὸς ὄντος, πολλοῖς Α 19 ἕν τί ἐστιν coll. Α ἔσται ἕν I: ἐστὶν ἕν a: ἕν τί ἐστιν Α 20 βασιλίσκος om. Α post ὁ alt. add. ἐπὶ al: om. Α 20. 21 σο- φοῖς Α 25 τῷ a2I τῶν a1 26 τοῖς libri, sed cf. p. 13,21.25 29 αὐτοῦ KQR: αὐτοῖς a: compend. I 30 ὁ a2I: τὸ a1 εἰς σ in fine versus I 36 λογαρισταὶ a)

13
φέρουσι τοὺς | ἀριθμοὺς ἐπὶ τὰ ἀριθμητά, δείκνυσι τοῦτο διάφορον εἶναι [*](f. 6r) καὶ οὐχ ὅμοιον διὰ τοῦ εἰπεῖν τοῦτο δὲ οὐκ ἔστιν ὅμοιον. ἐπὶ μὲν γὰρ τῶν ἀριθμῶν καὶ τῶν ἀριθμητῶν καὶ ἄμφω ἄπειρά εἰσι καὶ ἀπερίληπτα, καὶ εὔδηλον ὅτι ὡς ἄν ἔχοι τὸ ἕτερον, οὕτως ἕξει καὶ θάτερον· ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων οὐχ οὕτως ἔχει. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος· ἐπεὶ γὰρ οἱ λόγοι ἐξ ὀνομάτων σύγκεινται λεγέσθω γὰρ νῦν καὶ τὰ ῥήματα ὀνόματα), τὰ δὲ ὀνόματα ἐκ συλλαβῶν, αἱ δὲ συλλαβαὶ ἐκ στοιχείων, τὰ δὲ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς πεπερασμένα εἰκοσιτέσσαρα γάρ), τὸ ἐκ πεπερασμένων ἄρα, ὡς ἐν τῷ ἕκτω τῆς Φυσικῆς ἀκροάσεως δέδεικται, ἀνάγκη συμπεπεράνθαι. ἀλλ’ οὕτω μὲν πεπερασμένα εἰσὶ τὰ ὀνόματα. πῶς δὲ ὁ ἁριθμὸς καὶ τὰ πράγματα ἄπειρά εἰσι, καὶ ὅπως οὐχ ὅμοιόν ἐστι τὸ συμβαῖνον ἐπί τε τῶν πραγμάτων καὶ ἐπὶ τῶν ἀριθμῶν, τὴν αἰτίαν τούτου ἐπάγει δυνάμει λέγων· ἐπεὶ καὶ ὁ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξειν δύναται καὶ τὰ ἀριθμητά, οὐκ ἐνδέχεται τὰ διάφορα ἀριθμητὰ καθὸ ἀριθμητὰ τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ δηλοῦσθαι, οἷον τὰ ἑπτὰ καὶ ἓξ διὰ τοῦ πέντε ἀριθμοῦ· τὰ δὲ πράγματα ἐπείπερ ἄπειρά εἰσι τὸν ἀριθμόν, τὰ δὲ ὀνόματα πεπέρανται, ἀναγκαῖον πλείω τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν σημαίνειν. τούτου δὲ ὄντος, εἰ μὲν ἐπ’ ἄλλου δοίη ὁ ἀποκρινόμενος, ἐπ’ ἄλλου δὲ μεταγάγοι ὁ ἐρωτῶν, δόξειεν ἂν ὁ ἔλεγχος γίνεσθαι. χρᾶται δὲ τοῖς ἀριθμοῖς καὶ ταῖς ψήφοις πρὸς τὸ δεῖξαι τοὺς σοφιστὰς τῷ τὰ ὀνόματα μεταφέρειν ἐπ’ αὐτὰ τὰ πράγματα παραλογιζομένους τοὺς ἀνεπιστήμονας. ὡς γὰρ ἐπὶ τῶν ψήφων οἱ μὴ δεινοὶ ἀλλ’ ἐπιπόλαιοι καὶ ἰδιῶται τῷ τοὺς ἀριθμοὺς φέρειν ἐπὶ τὰ ἀριθμούμενα παρ’ ἑαυτῶν καὶ παρὰ τῶν περὶ τὰς ψήφους καὶ τοὺς ἀριθμοὺς ἐπιστημόνων ἀπατῶνται καὶ διὰ τοῦτο καὶ ὑπὸ τούτων παρακρούονται, τὸν αὐτὸν δή φησι τρόπον ἔχειν καὶ ἐπὶ τῶν λόγων τῶν ἐξ ὀνομάτων· οἱ γὰρ ἀξύνετοι καὶ ἀνεπιστήμονες τῆς τῶν ὀνομάτων δυνάμεως κακῶς διαλεγόμενοι παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. ὅτι ἐλάττω τὰ ὀνόματα τῶν πραγμάτων, καὶ ἐκ τῆς ἐνεργείας ἔνεστι πιστοῦσθαι· πολλὰ γὰρ οὐκ ὠνόμασται· καὶ τὰ μὲν πράγματα ἄλλοτε ἄλλα, τὰ δὲ ὀνόματα τὰ αὐτά. οὐχ ὅτι δὲ διὰ τοῦτο μόνον αἱ ὁμωνυμίαι λέγει, ἀλλ’ ὅτι διὰ τοῦτο ἐξ ἀνάγκης, εἰ καὶ δι’ ἄλλας αἰτίας τινὰς αἱ ὁμωνυμίαι. ἢ ἡ μὲν ὁμωνυμία ἐξ ἀνάγκης διὰ τοῦτο· πάντως γὰρ ὁ τιθέμενός τινι ὄνομά τι χρήσεται φωνῇ κατ’ ἄλλου τινὸς εἰρημένῃ. ἡ μέντοι πρὸς τόνδε [*](2 μὲν om. Α 4 ἀπερίληπτα aA: ἀπαράληπτα I ἔχει a 5 ἔχει om. Α 5. 6 τὰ μὲν, ἤγουν οἱ λόγοι, πεπέρανται. ἐπεὶ Α 7 σύγκεινται om. Α 9 ἐκ πεπερασμένων aA: πεπερασμένον I 10 τῶ ἕκτω AI: (??) a ἀκροάσεως] κ ex γ corr. I ἐν τῷ ἕκτῳ τῆς Φυσικῆς ἄκρ’.] c. 7 p. 238 a 13 10. 11 πεπεράνθαι scripserim 20 χρᾶται AI: χρῆται a δὲ alt. al: γὰρ Α 23 post καὶ add. οἱ A 24 περὶ (ante τῶν) a1 26 τρόπον δή φησιν Α 27 post λόγων τῶν add. λεγομένων Α ἀσύνετοι a 28 διαλεγόμενοι Α: διελεγχόμενοι al 32 ταὐτά a 33 αἰτίας a: om. I 35 ὀνόματι al εἰρημένου a)
14
ἢ τόνδε ὁμωνυμία οὐκ ἔστιν ἀναγκαία· ἠδύνατο γὰρ ἄλλῳ τινὶ καὶ μὴ τοιούτῳ ὁμωνύμῳ εἶναι. ὅτι δὲ πεπέρανται τὰ ὀνόματα, δῆλον ἔκ τε τοῦ τὰ στοιχεῖα, ὧν ἐν τῇ συνθέσει τὰ ὀνόματα, πεπεράνθαι· τῶν δὲ πεπερασμένων καὶ ἡ σύνθεσις πεπερασμένη• καὶ ἔτι ἐκ τοῦ μηδὲ πᾶσαν σύνθεσιν γραμμάτων συλλαβὰς ἢ ὀνόματα ποιεῖν δύνασθαι· αἱ γὰρ πρὸς τὰ φωνήεντα συμπλοκαί τε καὶ συνθέσεις αὐτῶν μόναι τοῦτο ποιοῦσι.

[*](p. 165a 17)

Διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν.

Ποῖαν αἰτίαν; τὴν ἐκ τῶν ὀνομάτων, δηλονότι τὴν ἐκ τῆς ὁμωνυμίας, καὶ τὰς μελλούσας λεχθῆναι τῶν λοιπῶν δώδεκα τρόπων. ἔστιν ἐν συλλογισμοῖς καὶ ἐλέγχοις, ὡς εἴρηται, καὶ τὸ φαινόμενον καὶ τὸ ἀληθές, τὸ μὲν σοφιστικὸν ὂν τὸ δὲ ἐπιστημονικόν.

[*](p. 165a 19)

Ἐπεὶ δ’ ἐστί τισι μᾶλλον πρὸ ἔργου.

Εἰπὼν ὅτι διὰ ταύτην τὴν αἰτίαν καὶ τὰς ἄλλας γίνεται ἡ ἀπάτη ἡ σοφιστική, προτίθεται εἰπεῖν καὶ δι’ ἣν αἰτίαν ἐπιτετήδευται. λέγει τοίνυν ὅτι τινὲς δοκεῖν θέλοντες μᾶλλον ἤπερ εἶναι σοφοὶ διὰ τὸ εὐχερῶς καὶ ῥᾳδίως καὶ ἀνιδρωτὶ αὐτοῖς τοῦτο προσγίνεσθαι διὰ πολλοῦ τιθέασι καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν μᾶλλον ποιεῖν παρὸ ποιεῖν κυρίως. οὐ μόνον γὰρ ἐν τοῖς κατωτάτοις χρόνοις τὸ δοκεῖν μὲν εἶναι σοφοῖς μὴ εἶναι δὲ σπουδάζεται, ἀλλὰ καὶ ἐν τοῖς πάλαι χρόνοις τὸ τοιοῦτον περισπούδαστον ἦν τοῖς | σοφισταῖς· ἡ γὰρ σοφιστικὴ φαινομένη μέν ἐστι σοφία [*](f. 6v) οὐκ οὖσα δέ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας. δηλοῦσι δὲ τοῦτο Ἱππίαι καὶ Πρωταγόραι καὶ Γοργίαι καὶ Πρόδικοι, ὧν ὁ βουλόμενος τὴν σοφίαν καὶ τὸν πλοῦτον ὃν ἐκ ταύτης συνή- θροισαν μαθεῖν ἐντυγχανέτω τοῖς ὁμωνύμοις τούτων διαλόγοις τοῦ Πλάτωνος. καὶ ὁ σοφώτατος δὲ Σωκράτης ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ τοῦ θρασυτάτου Πώλου τὸ ἐπηρμένον καὶ τοῦ Καλλικλέους τὸ ἀμαθὲς διελέγχων ἐπιστημονικῷ λόγῳ καὶ ταπεινῷ φρονήματι πάντως πιστούμενος τὴν σοφιστικὴν δοκήσει μόνον εἶναι σοφίαν φησὶ καὶ οὐκ ἀληθείᾳ καὶ τὸν σοφιστὴν [*](1 ἀδύνατον γὰρ ἄλλο a1 2 ὁμωνύμω I: ὁμωνυμίαν a τοῦ a: τῶν Ι 3 πεπεράνθαι scripsi: πεπέρανται al 5. 6 μόναι γὰρ αἱ πρὸς τὰ φωνήεντα συνθέσεις αὐτῶν Α 6 τοῦτο ποιοῦσι AI: inv. ord. a 10 ὡς εἴρηται (sc. p. 8,7sq.) post συλλογισμοῖς collocat Α 13. 14 ἡ σοφιστικὴ ἀπάτη, λέγει καὶ δι’ ἢν Α 16 ἀνιδρωτὶ a1: εὑ νι δι’ τὶ (sic) I 18 χρόνοις aKQR: λόγοις I cf. p. 6,23 n. 18. 19 μὴ εἶναι δὲ KQR, omisso δὲ a: om. Ι 19 σπουδάζοντες a τοῖς — χρόνοις aKQR: τῶ — χρόνω I 20 μέν om. a 23. 24 ὃν—συνήθροισαν om. Α 25 τῶ τοῦ Α: τῷ a: compend. supra lineaiii I ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ] cf. c. 18 p. 463Bsqq. 26 ἐπάρμενον a1 Καλλικλέους a2: καλλίκλου a1: καλλικλἐος Α1 26. 27 τῷ λόγῳ τῷ ἐπιστημονικῷ διελέγχων a2 27 πάντως om. Α 28 σοφίαν Α: σοφίας al φασὶ a ἀλήθεια Α: ἀλήθειαν a: ἀληθείας I)

15
δοκήσει μόνον εἶναι σοφὸν τῇ δ’ ἀληθείᾳ ἄσοφον καὶ χρηματιστήν, ἤγουν χρημάτων ἕνεκεν ἀγωνιζόμενον ἀπὸ φαινομένης σοφίας. ὅτι δ’ ἡ σοφιστικὴ φαινομένη ἐστὶ σοφία καὶ οὐ κυρίως, δῆλον ἐκ τοῦ κατὰ δόκησιν εἶναι· τὰ γὰρ κατὰ δόκησιν οὐ κυρίως· εἰ γὰρ ἡ δόκησις φαινομένη ἐστὶν ὑπάρξις, ἡ δὲ φαινομένη ὑπάρξις οὐ κυρίως ἐστὶν ὑπάρξις, κατ’ ἐπαναδίπλωσιν τοῦ μείζονος ὅρου ἡ ἄρα δόκησις οὐ κυρίως ἐστί. διὰ τοῦτο ἥ τε σοφιστικὴ φαινομένη σοφία καὶ ὁ σοφιστὴς φαινόμενος σοφός, καὶ τὸ ἔργον τοῦ σοφοῦ <φαινομένου> φαινόμενον καὶ οὐκ ἀληθές. καὶ ἐπειδὴ φαινομένης σοφίας ἐχρηματίζοντο, ἀκόλουθον ἦν πάντως δοκεῖν μᾶλλον ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον ἢ ποιεῖν. ὁ μὲν γὰρ ὄντως σοφὸς ποιεῖ μᾶλλον τὸ τοῦ σοφοῦ ἔργον ἢ δοκεῖ· δηλοῖ δὲ ὁ Σωκράτης μηδὲν εἰδέναι πανταχοῦ διαβεβαιούμενος μηδὲ σοφόν τι ποιεῖν καίτοι πάντα καὶ λέγων καὶ πράττων ἀπ’ ἄκρας ἐπιστήμης. οἱ δὲ σοφισταὶ τοὐναντίον· πάντα γὰρ εἰδέναι διαβεβαιοῦνται· ‘οὐδεὶς γὰρ οὐδέπω μέχρι καὶ τήμερον‘, φησὶν ὁ Πρωταγόρας, ‘καινόν τί με ἠρώτησε’, μόνον οὐχὶ λέγων ‘αὐτὰ ἐκεῖνα παρὰ πάντων ἐρωτῶμαι ἅπερ τυγχάνω εἰδώς’.

[*](p. 165a 24)

Ἔστι δ΄ ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον.

Εἰπὼν ὁποία ἐστὶν ἡ τῶν σοφιστῶν σοφία, ὅτι φαινομένη σοφία, καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, ὅτι τὸ δοκεῖν ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον, νῦν προστίθησι καὶ τὸ τῶν ἀληθῶν σοφῶν ἔργον. ἵνα γὰρ μή τις εἴπῃ ‘πῶς δὲ καὶ τίνα τρόπον ἐρωτᾶν καλῶς, ὡσαύτως καὶ ἀποκρίνεσθαι γνόντες οὐχ ἁλωθείημεν τοῖς ἐπιχειροῦσι σοφίζεσθαι;’, φησὶ τῶν ἐπιστημόνως ἐρωτώντων καὶ ἀποκρινομένων τοῦ μὲν ἐρωτῶντός ἐστιν ἔργον τὸ ἀψευδεῖν περὶ τὰς ἐρωτήσεις καὶ τὸν ἀποκρινόμενον ἐμφανίζειν ψευδόμενον, εἴ που κακῶς καὶ ψευδῶς ἀποκρίνεται, τοῦ δ’ ἀποκρινομένου τὸ ἐμφανίζειν, εἴ που δια- ψεύδεται ὁ ἐρωτῶν. καὶ τὸ μὲν ἐμφανίζειν τὸν ψευδόμενον, ὅπερ ἐστὶν ἔργον τοὐ ἀποκρινομένου, ἐν τῷ δύνασθαι ὑπέχειν λόγον ἐστίν· ὁ γὰρ εἰδώς, εἴτε πολλαχῶς εἴτε μοναχῶς τὰ πράγματα λέγεται, τὸν ἐρωτῶντά τι τῶν πολλαχῶς ὡς μοναχῶς λεγόμενον οὐ συγχωρήσει τοῦτον ἀπατῆσαί τε καὶ σοφίσασθαι. τὸ δὲ ἀψευδεῖν ἐν τῷ λαμβάνειν, ὅ ἐστι τοῦ ἐρωτῶντος· ὁ γὰρ δυνάμενος καλῶς ἐρωτᾶν οὐδέποτε πρότασιν ἐρωτήσει ἀφ’ ἧς συμβήσεται τὰ ἐναντία λέγειν ἑαυτῷ· ὡς γὰρ ἐρωτῶν καλῶς οὐ δι’ ἑαυτὸν δείκνυσι τἀναντία συμβαίνειν, ὡς εἰδὼς ἐρωτᾶν ἀναμαρτήτως, ἀλλὰ διὰ τὸν ἀποκρινόμενον.

[*](2 post χρημάτων add. ἐρῶντα· καὶ τούτων Α ἀγωνιζόμενος a 8 φαινομένου add. v καὶ prius AI: ἐστὶν a 10 ἡ δοκεῖν I σοφιστὴς a1 12 ποιῶν Α 14 βεβαιοῦνται a μέχρι Α: om. aI 14. 15 ὁ Πρωταγόρας] immo ὁ Γοργίας, qui c. 2 p. 448 Α dicit καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν 15 περὶ a1 17 ἔργον om. Α 18 σοφιστῶν AI: σοφιστικῶν a 23 ἔργον ἐστὶ Α 24 εἴ που a2A: εἴπερ a1I 25 post ἀποκρίνεται add. ἀποκρινόμενος al: om. Α 29 ὡς μοναχῶς om. a1 λεγομένων a 30 τε I: om. a ὅ I: om. a 33 τὰ ἐναντία a ἀναμαρτήτως a: ἀναμάρτητα I)
16
[*](p. 165a 24)

Ἔστι δ᾿ ὡς ἓν πρὸς ἕν.

Ἵνα συνελὼν εἴπω ὡς ἓν πρὸς ἓν τὰ ἀμφοτέρων ἔργα, τοὐ μὲν καλῶς ἐρωτῶντος ἔργον ἐστὶ τὸ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμφιβόλους, τοῦ δέ γε ἀποκρινομένου ἔργον ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα ἐλέγχειν ψευδόμενον· τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται παρὰ τὸ εἰδέναι τά τε ὁμώνυμα καὶ ἀμφίβολα καὶ τἄλλα δι’ ὧν ἀπατᾶν πειρᾶται ὁ ἐρωτῶν. ἢ τοίνυν τὸ ἓν πρὸς ἓν οὕτω νοητέον ἢ καὶ οὕτως ὀφείλει νοεῖσθαι· ὅτι ἐπειδή με ἐρωτᾶν βούλει, γίνωσκε ὅτι, εἰ θέλεις μὴ παρατραπῆναι, ἐρώτα καλῶς καὶ ἀληθῶς, ὅπερ ἐστὶν ἔργον τοῦ ἐπιστημόνως ἐρωτῶντος, καὶ σπούδαζε τὸν ψευδόμενον ἐλέγχειν δι’ ὧν εἴπομεν, ὅπερ ἐστὶν οἰκεῖον ἔργον τοῦ ἐπιστημόνως ἀποκρινομένου. ἢ τοίνυν κατὰ τὸ πρῶτον νοητέον τὸ ἓν πρὸς ἓν ἢ κατὰ τὸ δεύτερον· † σῴζει γὰρ καὶ ἐπὶ τούτου· δύο γάρ τινα εἶπε, τό τε πῶς δεῖ ἀποκρίνεσθαι | καὶ τὸ ἐρωτᾶν.

[*](f. 7r)

Ταῦτα δὴ εἰπὼν ὑπομιμνήσκει ἡμᾶς ὧν ἔδειξε· καὶ γὰρ ὅτι ἔστι τοιοῦτον εἶδος λόγων, ὅπερ οἱ σοφισταὶ διώκουσιν, συνέστησεν ἐν οἷς καὶ τὴν ὁμωνυμίαν παρέθετο, προσθεὶς καὶ τὴν αἰτίαν δι’ ἣν ἐφίενται τῆς τοιαύτης τῶν λόγων δυνάμεως ὡς εὐχεροῦς καὶ ῥᾳδίας, καὶ ὅτι ἡ τοιαύτη δύναμις τῆς ἔριδος ποιεῖ τὸν φαινόμενον σοφόν, δι’ οὗ τυγχάνουσιν οἱ σοφιστάὶ τὴν προαίρεσιν ἔχοντες. συνίστησι δὲ τρόπον τινὰ διὰ τούτων ὁ Ἀριστοτέλης ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ κατ’ ἀλήθειαν καὶ ἐπιστημονικῶς καὶ τοῦτο εἰδέναι τὸ εἶδος τῶν λόγων τὸ παρὰ τοῖς σοφισταῖς σπουδαζόμενον. πῶς γὰρ τὸ ἀγνοούμενον ἐλεγχόμενον ἔσται; ἀλλὰ δῆλον ὅτι τὸ γινωσκόμενον. εἰ γὰρ ἡ ἀπειρία καὶ ἡ ἄγνοια τῶν τοιούτων λόγων τῆς φαντασίας αἰτία, δῆλον ὡς ἡ γνῶσις αὐτῶν ἅμα τῇ γνώσει καὶ ἔλεγχός ἐστι. ταῦτα δείξας ἐπὶ τούτοις προτίθεται εἰπεῖν περὶ οὗ ἡ προκειμένη πραγματεία• ἔστι δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων, πῶς τε γίνονται καὶ διὰ τίνων.

[*](p. 165a 34)

Πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν.

Εἰσβάλλει νῦν εἰς τὴν τῶν σοφιστικῶν ἐλέγχων διδασκαλίαν, καὶ ζητεῖ πρότερον ’πό σὰ εἰσὶν εἴδη τῶν λόγων τῆς σοφιστικῆς καὶ ἐκ πόσων συνέστηκε τὸ σοφιστεύειν. τὸ δὲ πόσα ἐστὶν εἴδη τῶν λὁγων καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἢ ἐκ παραλλήλου κεῖται, ἢ τὸ μὲν πόσα ἀντὶ [*](2 συνελόντα δ’ εἰπεῖν ὡς ἓν πρὸς ἓν ἔστι τὰ Α 3 et 4 ἔργον ἐστὶ om. A κυρίας Α: κυρίους a: κοινὰς Ι 6 τὰ ἄλλα a 7 τὸ ἓν πρὸς ἓν om. Α 7. 8 καὶ et ὀφείλει νοεῖσθαι. ὅτι om. Α 8 τέλεις a1: εἰς superscr., sequens μ in ras. Α1 12 an ἁρμόζει? 13 τούτου I: τούτοις a δεῖ I: δὴ a 14 δὲ a2: om. Α ἡμῖν a1 ἔστι τι Arist. τι om. C) 15 τοιοῦτον aA Arist.: τοιούτων I (f, pr. Β) ὅπερ AI: ὅπως a συνέστηκεν a ἐν om. Α 20. 21 ἐπιστημονικῶς Α: ἐπιστημονικῷ I: ἐπιστημονίαν a 22 post ἀγνοούμενον add. καὶ a 25 τούτου Α 28 δέ I: τε a 29 τὴν τῶν in ras., ut videtur, A1 30 τῶν λόγων om. Α 32 τῶν ἀριθμῶν A(i))

17
τοῦ τίνα εἰσὶ τὰ εἴδη τῶν σοφιστικῶν ἐλέγχων, ἅπερ εἰσὶ δύο, τὰ παρὰ τὴν λέξιν καὶ τὰ ἔξω τῆς λέξεως, τὸ ἐκ πόσων δὲ ἀντὶ τοῦ ‘πόσα μέρη ἑνὸς ἑκάστου τῶν τοιούτων εἰδῶν῾· μέρη γὰρ τῶν εἰδῶν τὰς ὑποδιαιρέσεις τῶν εἰδῶν λέγει. δύναται τὸ καὶ πόσα μέρη τῆς πραγματείας τυγχάνει λέγειν ὡς ἴσον τῷ ‘καὶ πόσων οἱ σοφισταὶ στοχάζονται‘· οὐ γὰρ μόνον τοῦ ἐλέγχειν δοκεῖν ἀλλὰ καὶ ἄλλων τινῶν, ἃ μετ’ ὀλίγον ἐρεῖ. δύναμιν δὲ λέγει τὴν σοφιστικήν, ἤτοι ὅτι μὴ τέχνη μηδ’ ἐπιστήμη• περὶ τἀληθῆ γὰρ ἐκείνων ἑκατέρα, ἥ τε τέχνη “ἕξις οὖσα μετὰ λόγου ἀληθοῦς ποιητική’’ καὶ ἡ ἐπιστήμη ἕξις ἀποδεικτικὴ περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον· ἢ τέχνην εἶπε τὴν σοφιστικὴν κοινῶς καὶ γενικῶς, ἤτοι δυνάμει· λέγει γὰρ αὐτὴν καὶ τέχνην κοινότερον χρώμενος τῷ τῆς τέχνης ὀνόματι.

[*](p. 165a 38)

Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέσσαρα γένη.

Κοινοποιεῖται πρότερον πάντα τὰ τῶν συλλογισμῶν εἴδη καὶ ἀπαριθμεῖται αὐτά, καὶ τότε τὸ περὶ οὗ ὁ λόγος ἐστὶν αὐτῷ εἶδος τοῦ συλλογισμοῦ ἀναλεξάμενος τὴν περὶ αὐτοῦ ποιεῖται διδασκαλίαν. ἀπορῆσαι δὲ ἄξιον, πῶς εἰπὼν τῶν ἐν τῷ διαλέγεσθαι λόγων εἶναι τέτταρα γένη ἐπήνεγκε τοὺς διδασκαλικοὺς λόγους προηγουμένως, οἵτινές εἰσιν ἀποδεικτικοί. οὐ γὰρ οἱ ἀποδεικτικοὶ λόγοι ἐξ ἐνδόξων εἰσίν, οὔτε ἐκ τῶν πᾶσι δοκούντων οὔτε ἐκ τῶν τοῖς πλείστοις οὔτε ἐκ τῶν τοῖς σοφοῖς, ἢ τῶν πᾶσι δοκούντων σοφοῖς ἢ τῶν τοῖς πλείστοις ἢ τῶν <τοῖς> γνωρίμοις κατὰ φιλοσοφίαν, οὐδὲ περὶ παντὸς τοῦ προκειμένου συλλογίζονται· τὸ γὰρ ἐκ τούτων συλλογίζεσθαι, ὡς ἡ πρόθεσις τῆς διαλεκτικῆς σημαίνει, οὐκ ἔστιν ἀποδείξεως καὶ ἀποδεικτικοῦ λόγου ἀλλὰ τῆς διαλεκτικῆς. ἢ ληπτέον ἐπὶ τοῦ συλλογίζεσθαι νῦν τὸ διαλέγεσθαι· ὁ γὰρ ἀποδεικνύων οὐ διαλέγεται ἀλλὰ συλλογίζεται, καθάπερ ἐπὶ γεωμετρίας ἔχει καὶ ἄλλων τινῶν. θεὶς δὲ τίνα τὰ τέσσαρα γένη λέγει καὶ τὴν πρὸς ἄλληλα τούτων διὰ συντόμου λόγου διδάσκευ διαφοράν, διδασκαλικοὶ μὲν φάσκων εἰσὶν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος γινόμενοι ἀλλ’ οὐχ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ, ἤγουν ἀποδεικτικοὶ μέν εἰσι συλλογισμοί, οἷον φέρε εἰπεῖν ἐπὶ ἀριθμοῦ οἱ διὰ ποσοῦ διωρισμένου συλλογιζόμενοι καὶ γεωμετρικοὶ οἱ διὰ ποσοῦ συνεχοῦς καὶ ἀπλῶς ἕκαστος ἐξ οἰκείας ἐπιστήμης καὶ τοῦ οἰκείου ὑποκειμένου τὰς ἀρχὰς ἔχων, καὶ ἀποδεικτικὸς [*](1 post εἴδη add. τῶν λόγων, καὶ ἐκ πόσων τὸν ἀριθμὸν, ἡ τὸ μὲν πόσα ἀντὶ τοῦ πόσα ἔτῃ al: om. A 4 τὸ καὶ AI: inv. ord. a 5 στοχάζονται in ras., ut videtur, A1 6 ἁ superscr. I ἐρεῖ] c. 3 p. 165b12sq. 7 δύναμιν δ ex ν corr.) Ι: δύναται a λέγει scripsi: λέγειν al 8. 9 ἕξις κτλ.] Eth. Nic. VI 4 p. 1140a10 et 1139b31 10 δυνάμει I: δύναμιν a 13. 14 ἀπαριθμεῖται αὐτά ΑΙ: ἀπαριθμεῖ ταὐτὰ a 14 τὸ 0111. A ὁ λόγος ἐστὶν aA: inv. ord. I αὐτοῦ εἴδους Α 15 ἀναλεξάμενος A: ἀναδεξάμενος al ἀπορῆσαι AS: ἀπορίας Ι: ἀπορεῖν a 16 τέσσαρα aA 17. 18 οἱ ἀποδεικτικοί· εἰ γάρ A 18 ante ἐξ add. οὐκ A 20 ἡ alterum Α: καὶ al τοῖς alt. addidi cf. Top. I 1 p. 100b23 21 γνωρίμοις scripsi: γνωρίμων aAI συλλογίζονται — σημαίνει (22) om. a1 24 ληπτέον οὖν om. ἡ A 26 τίν λέγει τέσσαρα γένη A 27 διαφορὰν ante διὰ collocat Α 29 ἤγουν I: οἱ δὲ a 31 ἐκ τῆς A)

18
ὁ οὕτω καὶ ἐκ τοιούτων συλλογιζόμενος, οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν. αἴτιον δὲ τούτου τὸ τὸν μανθάνοντα πιστεύειν, ὃ γίνεται, | ὅταν ἐκ τῶν οἰκείων ἀρχῶν τοῦ πράγματος ὁ διδάσκων ἀκολούγίνεται, [*](f. 7v) ἔχῃ τοὺς οἰκείους λόγους· οὐ γὰρ ἄν μάθοι τις τὰ δεύτερα μὴ περὶ τῶν πρώτων πεπεισμένος. διαλεκτικοὶ δέ εἰσι συλλογισμοὶ οἱ ἐκ τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως· ἀεὶ γὰρ ὁ διαλεκτικὸς τὴν ἀντίφασιν πειρᾶται συλλογίζεσθαι τοῦ προβλήματος, καὶ γυμναστικός τις ὢν ἐπ’ ἀμφότερα ἐγχειρεῖ δι’ ἐνδόξων καὶ τῶν ἀντικειμένων ἐστὶ συλλογιστικός. τρίτον φησὶν εἶναι τὸν πειραστικὸν συλλογισμόν, ὅς ἐστι καὶ αὐτὸς διαλεκτικός· μέρος γὰρ τοῦ διαλεκτικοῦ. διαφέρει δὲ τοσοῦτον ἐκείνου, ὅτι μή ἐστιν ἐκ τῶν ἀπλῶς ἐνδόξων ἀλλὰ καὶ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ περὶ οὗ προσποιεῖται τὴν ἐπιστήμην ἔχειν. τούτῳ γὰρ διαφέρει, ὡς εἴρηται, ὁ πειραστικὸς τοῦ διαλεκτικοῦ καίτοι καὶ αὐτὸς διαλεκτικὸς ὤν, τῷ τὸν διαλεκτικὸν ἐκ τῶν ἀπλῶς ἐνδόξων συλλογίζεσθαι, ἅπερ ἐστὶ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, τὸν δὲ πειραστικὸν καὶ ἐκ τῶν ἀπλῶς ἐνδόξων καὶ ἐκ τῶν δοκούντων πᾶσι τοῖς προσποιουμένοις εἰδέναι τὴν ἐπιστήμην ἐκείνην καθ’ ἣν ἡ πεῖρα γίνεται, ἃ καὶ αὐτὰ ἔνδοξα, εἰ καὶ μὴ ἀπλῶς, ἀλλὰ κατὰ τὴν ἐπιστήμην ἐκείνην. τὰ γὰρ ἐν ταῖς ψευδογραφίαις ταῖς κατὰ τὴν γεωμετρίαν λαμβανόμενα οὐκ ἐκ τῶν δοκούντων πᾶσίν εἰσιν ἀλλ’ ἐκ τῶν τοῖς γεωμέτραις, τῶν ἀναγκαίων παρ’ αὐτῶν ἐκείνων τῶν γεωμετρικῶν γινώσκεσθαι. γράφεται δὲ ἔν τισι καὶ ἀναγκαῖον διὰ τοῦ ὁ μικροῦ, καὶ εἴη ἂν ἐλλειπτικὸν ὡς ἔξωθεν λαμβάνεσθαι τὸ ‘ὧν τὴν ἐπιστήμην ἔχειν ἀναγκαῖον τῷ προσποιουμένῳ εἰδέναι‘· ἔν τισι μέντοι ἀντιγράφοις οὐ τέτταρα γένη ἀλλὰ τρία φέρεται, ἐπεὶ τοῦ πειραστικοῦ δοκεῖ ὡς μέρους τοῦ διαλεκτικοῦ μνημονεύειν προελθών. πολὺ δὲ καὶ τὸ τῆς πειραστικῆς εἶδος παρὰ Πλάτωνι ἔστιν εὑρεῖν ἔν τε τῷ εὐθύφρονι καὶ ἐν ἅπασι σχεδὸν αὐτοῦ τοῖς διαλόγοις. μνημονεύει δὲ τῶν πειραστικῶν καὶ ἐν τῷ πρώτῳ τῶν τοπικῶν, ἔνθα διέξεισι πρὸς τίνα χρήσιμός ἐστιν ἡ διαλεκτική· ἐκεῖνο γὰρ ᾐνίξατο διὰ τοῦ ὃν τρόπον δέ, διώρισται ἐν ἑτέροις. ἐριστικοὺς δὲ λέγει εἶναι τοὺς ἐκ τῶν φαινομένων μὲν ἐνδόξων μὴ ὄντων δὲ [*](2 αἰτία δὲ τούτου a: τούτου δὲ αἰτία Α 4 ἔχη C: ἔχει al δύο I: β a 5 τῶν prius Cv: τοῦ al α(??) I: (??) a πεπισμἐνος a 4. 5 δύο—α(??)΄ I: β—ἁ a 7 τοῦ προβλήματος πειρᾶται συλλογίζεσθαι Α τις om. Α 8 ἐπ’ om. Α ἐπιχειρεῖ διὰ τῶν ἐνδόξων Α 9 post τρίτον add. δὲ Α 12 post οὖ add. οὗτος Α 16 post ἐνδόξων 15.16 συλλογίζεσθαι — σοφοῖς iterata expunxit I 18.19 καθ’ — ἐκείνην om. a1 19 τὴν alterum om. a 20 εἰσιν a2AI: ἢ a1 ἀλλ᾿ KQR: ἀλλὰ καὶ (ut vs. 11) aAI 21 γεςμετρῶν Α 22 γράφεται a2I: γίνεται a1 ἔν τισι] velut Arist. codd. BC μικρὸν a1 23 ἐλληπτικὸν a 24 — 26 ἐν τισι τρία φέρεται· ὅτι προελθὼν δοκεῖ μνημονεύειν τοῦ πειραστικοῦ, ὡς μέρους τοῦ διαλεκτικοῦ Α 24. 25 τἐσσρα a 25 μέρους scripsi: μέρη I: μέρος a 26 προελθών] p. 165b10 27 παρὰ KQ: περὶ al: deletum Α πλάτωνι Α: πλάτωνα al ἔστιν om. a1: post εὑρεῖν add. a2 αὐτοῦ σχεδὸν Α 29 τοπικῶν aKQR: τόπων I 28. 29 ἐν τῷ πρώτῳ τῶν τοπικῶν] c. 2 p. 101 a 36 sq. 31 εἶναι om. Α μὲν om. Α Arist.)
19
οὗτοι δέ εἰσιν οἱ τὸ σχῆμα ἔχοντες ὑγιές) καὶ τοὺς φαινομένους συλλογισμούς· οὗτοι δὲ πάλιν εἰσὶν οἱ κατὰ τὸ σχῆμα ἡμαρτημένοι. ἀγωνιστικοὺς δὲ καὶ ἐριστικοὺς τοὺς αὐτοὺς λέγει. περὶ μὲν οὖν τῶν ἄλλων, φησί, τῶν διδασκαλικῶν καὶ ἀποδεικτικῶν λόγων, ἐν τοῖς ‘Υστέροις εἴρηται ἀναλυκτικοῖς, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς τοπικοῖς· περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λεκτέον.

[*](p. 165b 12)

Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι.

Εἰπὼν διαλαβεῖν πόσα τε εἴδη ἐστὶ τῶν σοφιστικῶν συλλογισμῶν καὶ πόσα ἑνὸς ἑκάστου τῶν εἰδῶν μέρη καὶ περὶ τῶν συμβαλλομένων εἰς τὴν παροῦσαν πραγματείαν, νῦν ἄρχεται τὴν ἐπαγγελίαν πληροῦν. καὶ πρῶτον ἐκτίθησι πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι, τουτέστιν οἱ σοφισταί, καὶ φησὶ πέντε εἶναι ταῦτα τὸν ἀριθμὸν ὧν στοχάζονται, ἔλεγχον, ψεῦδος, παράδοξον, σολοικισμὸν καὶ τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγόμενον. τί δὲ τούτων ἕκαστόν ἐστι, προιόντες μαθησόμεθα. τί δέ ἐστι τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγγόμενον, διὰ τοῦ ἐπαγομένου δηλοῖ· ἐφερμηνευτικὸν γάρ ἐστι τοῦ τί ποτ’ ἐστὶ τὸ ἀδολεσχεῖν τὸ πολλάκις ἀναγκάζεσθαι τὸ αὐτὸ λέγειν. μήποτε δέ, ἐπεὶ μὴ ἀληθῶς λέγουσιν οἱ σοφισταί, τῷ μὴ ἐπιχειρεῖν ἐξ ἐνδόξων ἀλλ’ ἐκ φαινομένων ἐνδόξων, διὰ τοῦτο καὶ τὸ στοχάζονται εἴρηκεν. ἀλλὰ περὶ τούτων μέν, τί ποτέ ἐστιν ἕκαστον, τὰ δοκοῦντα ῥηθήσεται, ὅταν καὶ αὐτὸς περὶ τούτων διέξεισι. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων τοιοῦτόν ἐστιν· ἀπαριθμησάμενος γὰρ τίνων οἱ σοφισταὶ στοχάζονται, λέγει ὅτι ἕκαστον τούτων τῶν παρ’ αὐτῶν στοχαζομένων οὐκ ἔστιν ἀληθῶς ὂν ἀλλὰ φαινόμενον. ἔστι δὲ ἡ λέξις οὕτως· τὸ ἕκαστον τούτων μὴ εἶναι ὂν ἀλλὰ φαινόμενον• οὔτε γὰρ ἀληθῶς δεικνύουσι ψευδόμενον τὸν ἀποκρινόμενον, ἀλλὰ φαινομένως, οὔτε σοlλοικίζοντα τὸν δοκοῦντα σολοικίζειν. ἐν γὰρ τῇ ἐρωτήσει τῇ ‘ἆρα ὂ f. 8r λέγεις εἶναι, ἔστι τοῦτο; λέγεις εἶναι Σωκράτην· ἔστιν ἄρα Σωκράτην’ οὐκ ἀληθής ἐστι τοῦτο σολοικισμὸς ἀλλὰ φαινόμενος. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἔστι καὶ οὕτως ἐκλαβεῖν, ὡς εἰ ἔλεγεν ἢ ὡς εἶναι τοῦτο τῆς δοκούσης ἀπορίας τοῦ πῶς ἐλέγχουσιν οἱ σοφισταὶ λυτικόν, εἰ καὶ ψεύδους καὶ ἐλέγχου καὶ τῶν τοιούτων στοχάζονται, ἀλλ’ ἕκαστον τούτων μὴ ὄν ἐστι καὶ φαινόμενον· οὔτε γὰρ ὁ ἔλεγχος ἀληθής ἐστιν [*](1. 2 ὑγιές. φαινόμενοι δὲ οἱ κατὰ Α 2 εἰσὶν om. a1 2. 3 ἀγωνιστικοὶ — ἐριστικοὶ a1 3 λέγει oui. a1 9 εἰπὼν] c. 1 p. — 37 σοφιστικῶν Α: om. al 14 ἔλεγχος — σολοικισμὸς Α τὸ ποιῆσαι AI: πεποιῆσαι a1: ποιῆσαι a2 15 προιόντες] p. 165b18 sq. 16 ἀδολεσχῆσαι I Arist. 19 fort. ἐλέγχουσιν 20 τὸ om. a1 23 τοιοῦτόν I: τοιούτων a 25 αὐτῶν scripsi: αὐτοῦ al 27 δείκνυσι a 29 σωκράτης (post ἄρα) a1 31 ἄλλως Α ὡς ἄν εἰ Α 32 λυτικὸν post τοῦτο collocat Α 34 ἐστιν om. Α)

20
ἔλεγχος, οὔτε μὴν ὁ σολοικισμὸς σολοικισμός, οὔτε τῶν ἄλλων οὐδὲν τοι. οὗτον οἷον καὶ φαίνεται. ἀληθὴς μὲν γὰρ ἔλεγχος ὁ τὴν ἀντίφασιν τοῦ συμπεράσματος καὶ μίαν τῶν προτάσεων λαβὼν καὶ ἀνελών τι τῶν κεἰ. μένων· ὁ δὲ λέγων ‘ἆρ’ ἔστι σιγῶντα λέγειν; οὔ· τί δέ, ὅταν ξύλα καὶ λίθους λέγῃς, οὐ σιγῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν’ οὐκ ἐλέγχει· διττὸν γάρ ἐστι τὸ σιγῶντα. ὅτι δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων οὕτως εἴρηκεν ὡς εἴπομεν, δῆλον καὶ αὐτὸς πεποίηκε διὰ τοῦ μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγ- ἐλέγχοντες καὶ τῶν ἑξῆς. ἔφη δέ τις καὶ οὕτως ἑρμηνεύεσθαι τὸ ῥητόν, ὅτι τὸ πειρᾶσθαι ἐλέγχειν τὸν σοφιστὴν οὐκ ἔστι μὴ ὂν τοιοῦτον ὡς τὸ τῇ ἀληθείᾳ καὶ τῷ φαινομένῳ, οἷον τὸ μηδαμῇ μηδαμῶς δοκοῦν, ἀλλὰ μὴ ὂν ὅσον καθ’ ἑαυτό, ὂν δὲ ὅσον κατὰ τὸν δοξάζοντα καὶ διὰ τοῦτο φαινόμενον.

[*](p. 165b 23)

Tρόποι δ’ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο.

Νῦν προτίθεται λέγειν περὶ τῶν τρόπων τῶν παραλογισμῶν. δέκα δὲ καὶ τριῶν αὐτῶν ὄντων δύο τρόπους αὐτῶν εἶναί φησιν. εἴη δ’ ἄν ἀντὶ τοῦ εἴδους τὸν τρόπον παραλαμβάνων, καὶ ἔστι τρόπον τινὰ λέγων οὕτως, ὅτι εἴδη τῶν σοφιστικῶν ἐνοχλήσεων εἰσι δύο, καὶ τὸ μὲν ἓν τῶν εἰδῶν ἓξ τρόπους περιέχει, τοὺς παρὰ τὴν λέξιν λεγομένους, τὸ δὲ ἕτερον ἑπτά, οὓς ἔξω καλεῖ τῆς λέξεως. εἰσὶ δὲ οἱ παρὰ τὴν λέξιν ποιοῦντες τὴν φαντασίαν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. οἱ δ’ ἔξω τῆς λέξεως εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, δεύτερος δὲ ὁ παρὰ τὸ ἀπλῶς ἢ μὴ ἀπλῶς ἀλλὰ τῆ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι καὶ μὴ κυρίως προσαορευόùενοζ-, τρίτος δὲ ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτος ὁ παρὰ τὸ ἑπόμενον, πέμπτος ὁ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ἕκτος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ἕβδομος ὁ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. ἐπεὶ δὲ ἡ τῶν ὄντων ἀνωτάτη διαίρεσις εἰς φωνάς ἐστι καὶ πράγματα καὶ τούτων τὰ μέν εἰσι λεκτὰ τὰ δὲ τυγχάνοντα, λεκτὰ μὲν αἱ φωναί, τυγχάνοντα δὲ τὰ πράγματα, καὶ ἡ τῶν σοφιστικῶν ἐλέγχων διαίρεσις τὴν πρώτην ἔχει διαίρεσιν ἢ περὶ φωνὰς ἢ περὶ πράγματα· ἑκάτερόν δὲ τούτων εἰς πλεῖστα διαιρεῖται. καὶ εἰ μὲν περὶ φωνάς, περὶ ταύτας ἔσονται οἱ παρὰ τὴν λέξιν ἓξ τῶν σοφισμάτων τρόποι· εἰ δὲ περὶ πράγματα, οἱ τῶν ἔξω τῆς λέξεως λοιποὶ ἑπτὰ τρόποι. [*](1 οὔτε μὴν ὁ σολ. σολ. om. Α post alterum quoque οὔτε add. μὴν al: om. AKQR 2 ἀληθῶς Α 4 οὔ — λέγειν (5) om. a^A 5 οὐ σιγῶντα λέγεις om. a- ἐλἐ- γχη a 6 σιγῶντα ^I’ σιγᾶν a post σιγῶντα delevit λέγειν I ὅτι AKQR: τὸ al 7 ἕκαστον εἶναι Arist.: ἕκαστον ἐστὶ aA: ἐστιν ἕκαστόν ἐστι (compend.) I 8 γὰρ om. a πρ̀οαιροῦντος Ι 12 δόξαντα Α 14 post εἰσὶ add. ἤγουν ε8ιη ^^ ἐλέγχου a^(T) 15 ἐκτίθεται τοὺς τρόπους Α 16 αὐτῶν prius om. Α εἶναι om. Α ἄν om. a’ 17 τὸν Α: om. al παραλαβὼν Α καὶ — ουατως al: ὥσπερ εἰ ἔλεγεν Α 18 ἒν om. a^ 21. 22 σύνθεσις — σχῆμα λέξεως al: καὶ τἄ λοιπὰ ἁ αὐτὸς λέγει Α 23 δὲ AKQR: om. al post μὴ add. τὸ a 27 ἀνωτάτη a: ἀντάτω I)

21
πρῶτον μὲν οὖν λεκτέον περὶ τῶν παρὰ τὴν λέξιν σόφ’ σοφιστικῶν τρόπων, ὕστερον δὲ περὶ τῶν ἔξω τῆς λέξεως. ἀνάγκη τοίνυν τά παρὰ τὴν λέξιν σοφίσματα περὶ φωνὰς ὄντα ἢ ἐκ τῶν κατ’ αὐτὰς εἶναι ἢ ἐκ τῶν περὶ αὐτάς. καὶ εἰ μὲν ἐκ τῶν κατ’ αὐτάς, ἢ ἐκ τῶν ἁπλῶν διάφορα πράγματα περιεχουσῶν, καὶ γίνεται τὸ πρῶτον εἶδος τῶν εἰρημένων παραλογισμῶν τὸ κατὰ τὴν ὁμωνυμίαν, ἢ ἐκ τῶν συνθέτων φωνῶν ὁμοιοτρόπως διάφορα πράγματα περιεχουσῶν, καὶ ἀποτελεῖται τὸ δεύτερον εἶδος τὸ κατὰ τὴν ἀμφιβολίαν. τέσσαρες δέ εἰσι τρόποι ἐξ ὧν τὰ δύο ταῦτα συνίστασθαι εἴωθε. πρῶτος μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὃς καὶ κοινός ἐστιν ἀμφοῖν ἐπ’ ἴσης, ὡς μαθησόμεθα. δεύτερος δὲ ὄταν εἰωθότες ὦμεν οὕτω λέγειν· τί δέ ἐστι τὸ εἰωθότες ὦμεν οὕτω λέγειν, ὅτε τὴν λέξιν ἐπισκεψόμεθα, δηλοποιηθήσεται· πλὴν καὶ οὗτος κοινός ἐστιν ἀμφοῖν, ὡς καὶ ὁ πρὸ αὐτοῦ. τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλοῦν ἐστιν, ὃς τρόπος ἴδιός ἐστι τοῦ κατὰ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ἡνίκα τὸ μὲν σύνθετον ἓν σημαίνει | τὸ δ’ ἀπλοῦν πολλά. ἀλλ’ ὅπερ ἐλέγομεν] [*](f. 8v) ἢ γοῦν, ὡς ἄνωθεν ἐλέγετο, τὰς ἁπλάς φωνὰς διατηρεῖ τις διάφορα δὲ πράγματα περιεχούσας, καὶ ποιεῖ τοὺς εἰρημένους δύο τρόπους τῶν σοφισμάτων ἢ τὰς ἁπλᾶς συντίθησι καί τι ἑπόμενον ἐκ τῆς συνθέσεως τῆς ὅλης φωνῆς λαμβάνει, καὶ ποιεῖ τὸ κατὰ σύνθεσιν τρίτον εἶδος τῶν ἐν λέξει, ἢ ἀντιστρόφως τούτῳ, καὶ ποιεῖ τὸ κατὰ τὴν διαίρεσιν. ἀλλ’ ἐκ μὲν τῶν κατ’ αὐτὰς τὰς λέξεις σοφιστικῶν τρόπων ταῦτα συνίστανται τὰ σοφίσματα. ἐκ δὲ τῶν περὶ αὐτὰς ἕτερα δύο συνίστανται· ἢ γὰρ παρὰ τὸν τόνον ἢ καὶ τὸ πνεῦμα, καὶ ποιεῖ τὸ παρὰ τὴν προσῳδίαν, ἡ παρὰ τὴν ποιὰν σχέσιν τοῦ σχηματισμοῦ τῆς λέξεως, καὶ ποιεῖ τὸ παρὰ τὸ σχῆμα καλούμενον εἶδος τῆς λέξεως. καὶ οὗτοι μὲν οἱ ἐκ τῶν λεκτῶν τρόποι ἕξ. πῶς δὲ καὶ ὅθεν ἕκαστος τούτων συνίσταται, παρακατιόντες ἐροῦμεν καὶ διὰ παραδειγμάτων τὸ σκοτεινὸν τοῦ λόγου διαφωτίσομεν.

[*](p. 165b 27)

Tούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς.

Ἔφησεν ἐν τοῖς ἄνω ὅτι ἕξ εἰσι μόνοι τρόποι τῶν παρὰ τὴν λέξιν σοφισμάτων, οὐδεὶς ἕτερος, καὶ τὸν ἑαυτοῦ λόγον πιστούμενος τὸν ὅτι οὔτε πλείους εἰσὶν οὗτοι τῶν ἓξ λέγοντα οὔτε ἐλάττους φησί· πίστις δὲ τοῦ ἓξ εἶναι αὐτοὺς καὶ μὴ τὸν ἀριθμὸν τοῦτον ὑπερβαίνειν ἥ τε ἐπαγωγή, ἥτις παρ’ ἐμοῦ ὕστερον ἐπαχθήσεται, ἐκτιθεῖσα τοὺς παρὰ τὴν λέξιν σοφισμοὺς καὶ πᾶν ὃ ἄν εἴη ἕτερον σόφισμα γινόμενον ἐκ τῆς λέξεως εἰς τούτους [*](4 ἁπλῶν scripsi: ἁπλῶς aAI ἀδιάφορα I 5 περιεχουσῶν] περιε in ras. A 8 τὴν om. Α δι’ ὧν Α post δύο add. εἴδη Α 9 πρῶτα Α σημαίνει a 10 ῥηθήσεται in ras. Α1 μαθησόμεθα] p. 28, 4 sq. δεύτερον Α 12 ἐπισκεψόμεθα a: ἐπισκεττόμεθα I 14 σημαίνει a 16 σημαίνει a: σημαίνῃ AI τὸ δ’ ἀπλοῦν πολλά A: om. al ἀλλ’ ὅπερ ἐλέγομεν ἔλεγεν a) aAI: om. KQR 17 ἤγουν a ἀπλῶς a δὲ om. a 18 ποιεῖται a 10 ἀπλῶς a φωνῆς om. A. 24 τὴν prius AI: om. a σχέσιν al: λέξιν Α 25 εἶδος al: σχῆμα Α 32 εἰσὶν οὗτοι I: inv, ord. a)

22
ἀνάγουσα, καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις ἕτερος. ἕτερος δὲ λέγει τοὺς προσυλλογισμοὺς ἑκατέρας τῶν προτάσεων τοῦ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ. καὶ αὐτὸς οὗτος ὁ προσεχῶς τοῖς λεγομένοις παρ’ αὐτοῦ τούτου τιθέμενος, εἰ καὶ ἀσαφῶς καὶ οἷον εἰπεῖν αἰνιγματωδῶς. πῶς δὲ ταῦτα ἔχει, λεκτέον τοῦ σαφοῦς ἕνεκα. ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι γίνεται καὶ πρώτῳ τρόπῳ τοῦ πρώτου σχήματος· ὁμοίως καὶ ἑκάτερος προσυλλογισμὸς ἑκατέρας προτάσεως. ἔχει δ’ ὁ συλλογισμὸς οὕτως, ὡς καὶ Γαληνός φησι· τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι· πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι· πάντα ἄρα τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει γίνεσθαι. τοιοῦτος μὲν οὖν ὁ συλλογισμός. ἄλλον δὲ συλλογισμὸν λέγοι ἂν τὸν κατασκευάζοντα τὴν μείζονα πρότασιν τὴν λέγουσαν ὅτι πᾶν τὸ μὴ ταὐτὸ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι, ἔτι τὸν κατασκευάζοντα τὴν ἐλάττονα τὴν λέγουσαν ‘τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι’. δείκνυται δὲ ἡ ἐλάττων αὐτοῦ πρότασις, ἄν ληφθῇ μέσος ὅρος τὰ παρὰ τὴν κακίαν τῆς λέξεως. καὶ εἴη ἄν ὁ συλλογισμὸς ὁ τὴν ἐλάττονα πρότασιν κατασκευάζων τοιοῦτος· τὰ σοφίσματα παρὰ τὴν κακίαν τῆς λέξεως γίνεται· τὰ παρὰ τὴν κακίαν τῆς λέξεως γινόμενα πάντα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασιξ μασι καὶ λόγοις δηλοῦσθαι γίνονται· τὰ ἄρα σοφίσματα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς <αὐτοῖς> ὀνόμασι καὶ λόγοις δηλοῦσθαι γίνονται. ὅπερ δὴ ἡ ἐλάττων ἦν, ὡς εἴρηται, πρότασις τοῦ προγεγονότος συλλογισμοῦ. καὶ ἡ μείζων ὁμοίως δείκνυται τῷ ληφθῆναι μέσον τὸ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ. ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς κατασκευάζων τὴν μείζονα τοιοῦτος· ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔχει, τουτέστιν οὐ τὸ αὐτὸ δηλοῦσι• πᾶν δὲ διττὸν ἐν ὀνόματι καὶ λόγῳ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ· τὸ δὲ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ δὶς λαμβανόμενον ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ τὸ συμπέρασμα δῆλον. λεχθείη δ’ ἄν σαφέστερον ὁ συλλογισμὸς καὶ οὕτως· πόθεν δῆλον ὅτι πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι; ἢ πάντως τῷ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ τὸ | διττὸν ἔχειν· πάντα δὲ τὰ [*](f. 9r) οὕτως ἔχοντα ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ διὰ τοῦτο τὰ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι. οὐκοῦν κοινὸν πᾶσι συμπέρασμά ἐστι τὸ τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς γίνεσθαι συμβαίνειν. καὶ τὰ μὲν τῶν συλλογισμῶν τοιαῦτα. ἐνεργείᾳ μὲν οὖν τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν [*](1 ἕτερος alterum Ι: ἕτερον a1 et (typothetae errore) a2 3 ante ὁ expunxit nescio quid I 5 post ταῦτα add. οὕτως a2 7 Γαληνός] Περὶ τῶν παρὰ τὴν λέξιν σόφ’. 1 XIV. p. 584 8 γίνεται post δηλοῦσθαι (9) collocat Α 9 πάντα τὰ al: τὰ γινόμενα παρὰ τὸ Α 10 δηλοῦσθαι Α πάντα om. Α ἄρα post σοφίσματα (11) collocat Α 13 ταὐτὸ a: om. I 19 τοιοῦτος I: οὗτος a 21 τὰ ἄρα—γινονται (22) aKQR, sed ταυτὸν τὸ αὑτὸ Κ) et δηλοῦν KQR: om. Ι 22 αὐτοῖς addidi 28 τὸ δὲ — φαντασίᾳ aKQR: om. I 30 τὰ αὐτὰ a: om. I 32 τῷ a: τὸ 1 36 συμβαίνειν I: συμβαίνει a)
23
σοφισμοί, ἐν ὀνόματι μὲν οἱ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ οἱ παρὰ τὴν ἀμφιβολίαν• ἐνεργείᾳ δέ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· τό τε γὰρ κύων ὄνομα οὐχ ἑνός ἐστι δηλωτικόν, ἀλλὰ καὶ τὸ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ οὐχ ἑνὸς ἀλλὰ δύο. δυνάμει δὲ τὸ διττὸν ἔχουσι οἱ παρὰ τὴν προσῳδίαν καὶ τὴν σύνθεσιν καὶ τὴν διαίρεσιν· οὗτοι γὰρ πλείω μὲν οὐ σημαίνουσιν ἀλλὰ πάντως ἕν· διὰ δὲ τὸ ἑκατέρως δέχεσθαι διττοὶ λέγονται. διὸ καὶ δυνάμει φαμὲν αὐτούς· τοιοῦτον γὰρ τὸ δυνάμει. τὸ γὰρ (??) ἔστηκεν ἐνεργείᾳ μὲν οὐδενός ἐστι δηλωτικὸν ἐκφωνούμενον μόνως· γραφὲν δὲ δύναται πολλῶν γενέσθαι δηλωτικὸν ἢ δασείας ἢ ψιλῆς τιθεμένης ἐν τῷ (??) πῶς δὲ καὶ οἱ παρὰ τὴν σύνθεσιν καὶ τὴν δυνάμει τὸ διττὸν ἔχουσι, προιόντες εἰσόμεθα. φαντασίᾳ δὲ τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως· τοῦ γὰρ ‘ὁρῶ’ καὶ ‘λέγω’ ὁμοίως ἐκφερομένου φασὶν οἱ σοφισταί· ἆρ’ οὐχὶ τὸ ὁρᾶν καὶ λέγειν ὁμοίως λέγεται; ναί· ἔστι δὲ τὸ λέγειν ἐνεργεῖν· καὶ τὸ ὁρᾶν ἄρα· ἀλλὰ μήν ἐστι καὶ πάσχειν τὸ ὁρᾷν, εἴπερ συγκρίσει καὶ διακρίσει ἴτων αἰσθητηρίων ἡ ἀντίληψις τῶν αἰσθητῶν γίνεται. πολλὴν δὲ τὴν ἀσάφειαν ὁ Ἀριστοτέλης ἐποίησε τὸν συλλογισμὸν ἐκτιθείς. σαφηνισθήτω δὲ ἡ λέξις αὖθις αὐτὴν ἀναλαβόντων ἡμῶν. πίστις ἐστὶ τοῦ ἓξ εἶναι τὸν ἀριθμὸν τὰ παρὰ τὴν λέξιν σοφίσματα ἡ ἐπαγωγὴ καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις ἄλλος, ἄλλον συλλογισμὸν ὥσπερ λέγων τοὺς προσυλλογισμοὺς τοὺς τὴν μείζονα καὶ ἐλάττονα πρότασιν συνιστῶντας. τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἄν τοῖς ὀνόμασι τοῖς αὐτοῖς καὶ λόγοις καὶ μὴ ταὐτὰ δηλώσαιμεν ἡ μείζων ἐστὶ πρότασις τοὐ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ. ἴσον δέ ἐστι τὸ τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλώσαιμεν μὴ ταὐτὸ τῷ ‘τὸ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι’. ἐγένετο δ’ αὕτη ἡ ἀσάφεια ἐκ τοῦ ταύτην δὴ μόνην θεῖναι τὴν πρότασιν τὴν δὲ ἐλάττονα καὶ τὸ συμπέρασμα καὶ τοὺς προσυλλογισμοὺς ἀφεῖναι.

[*](p. 165b 30)

Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοῦτοι τῶν λόγων

Ἄρχεται τῶν παρὰ τὴν λέξιν σοφισμάτων, καὶ τίθησιν ἕκαστου τῶν ἓξ τρόπων παραδείγματα, καὶ πρῶτον τῶν παρὰ τὴν ὁμωνυμίαν. εἰσὶ δὲ οἱ πρὸς παράδειγμα ληφθέντες αὐτῷ τοῦ ἐξ ὁμωνυμίας παραλογισμοῦ σοφισμοὶ τέσσαρες. πρῶτος ὁ συμπεραίνων τὸν ἐπιστήμονα ἀνεπιστήμονα, δεύτερος ὁ τὰ κακὰ ἀγαθὰ καὶ ὁ τὸν καθήμενον ἑστηκέναι καὶ ἔτι ὁ τὸν κάμνοντα ὑγιαίνειν. εἴωθε δὲ πρῶτον ἐπάγειν τὸ συμπέρασμα τὸ σοφιστικὸν καὶ [*](1 σοφισμοὶ I: σοφίσματα a ὀνόματι aKQR: ὀνόμασι I 2 ἐνεργείᾳ aKQR: ἐνεργείας I δὲ — σημαίνουσι QR: δὲ ὅτε τῶ ὀνόματι δύο σημαινόμενα ἡ Κ: γὰρ τῶ ὄντι δύο σημαίνει, ὅταν τῶ ὀνόματι δύο σημαίνῃ σημαίνει a) al 3 κύων KQR: κύριον al 7 et 10 ὄρος a: ὅρος | 11 προιόντες] p. 166a23 sq. sq. 14 post λέγειν add. καὶ a 22 καὶ μὴ — λόγοις (25) om. a1 22.23 et 25 δηλώσαιμεν Arist.: δηλώσωμεν I: δηλώσομεν a2 24 τοῖς αὐτοῖς ὀνόμασι Ι Arist.: τοῖς ὀνόμασι τοῖς αὐτοῖς a2 30 ἑκάστου I: ἕκαστα a)

24
τότε τιθέναι καὶ τὸν συλλογισμόν· τὸ γὰρ μανθάνουσιν οἱ ἐπιστάμενοι, τοῦτό ἐστι τὸ συμπέρασμα. καὶ ἔοικε λαμβάνειν ἀντὶ τῶν ἐπιστημόνων τοὺς γραμματικοὺς καὶ τὴν ἐλάττονα παραλιμπάνειν πρότασιν τὴν ὅτι οἱ γραμματικοὶ ἀποστοματίζουσιν. ὁ δὲ ὅλος συλλογισμὸς ἔχοι ἂν οὕτως· ἆρ’ οὖν οὐχ οἱ ἐπιστάμενοι ἀποστοματίζουσι; ναί; οἱ δ’ ἀποστοματίζοντες μανθάνουσι; ναί· οἱ ἄρα ἐπιστάμενοι μανθάνουσι. λύων οὖν τὸν τοιοῦτον παραλογισμὸν φησὶν ὅτι τὸ μανθάνειν ὁμώνυμον, ἤγουν διττόν, τὸ μὲν λεγόμενον ἐπὶ τοῦ χρωμένου τῇ ἐπιστήμῃ καὶ ξυνιέντος καὶ σημαῖνον τὸ νοεῖν, ὥσπερ εἰώθαμεν λέγειν ‘μανθάνω τὰ λεγόμενα’ ἀντὶ τοῦ ‘νοῶ’, τὸ δὲ τιθέμενον ἐπὶ τοῦ ἀναλαμβάνοντος ἐπιστήμην καὶ ἐξ ἀγνοίας ἀγομένου εἰς γνῶσιν καὶ μὴ εἰδότος μέχρι τοῦ νῦν· διόπερ φαμὲν τοὺς ἐπιστήμονας καὶ μανθάνειν καὶ οὐ μανθάνειν, μανθάνειν μὲν κατὰ τὸ χρᾶσθαι τῇ ἐπιστήμῃ καὶ ξυνιέναι, οὐ μανθάνειν δὲ κατὰ τὸ ἀναλαμβάνειν τὴν ἐπιστήμην. τὸ δὲ σόφισμα, ὡς ἐν προοιμίοις εἰρήκαμεν, ἐκ τοῦ Πλάτωνος εἴληπται, ἔχον οὕτως. ἠρώτα ὁ Εὐθύδημος τὸν Κλεινίαν· ὦ Κλεινία, πότεροι τῶν ἀνθρώπων μανθάνουσιν, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί, ἔφη ὁ Κλεινίας. καὶ ὁ Εὐθύδημος· εἰσὶ δὲ διδάσκαλοι; ναί. τίνων; τῶν μανθανόντων. τί δέ, οἱ μαν|θάνοντες οἷον σὺ ἠπίστασο ἃ ἐμάνθανες; οὐ δῆτα. ἆρα σοφὸς [*](f. 9v) ἦς, ὅτε ταῦτα οὐκ ἠπίστασο; οὐδαμῶς. οὐκοῦν εἰ μὴ σοφός, ἀμαθὴς πάνυ· οἱ ἀμαθεῖς ἄρα, ὦ Κλεινία, μανθάνουσιν ἀλλ’ οὐχ οἱ σοφοί. εἶτα πάλιν ἐπεχείρει ἐκ τοῦ ἐναντίου ὁ Εὐθύδημος· λέγε, ὦ Κλεινία, “ὁπότε ἀποστοματίζοι ὑμῖν ὁ γραμματιστής, πότεροι τῶν παίδων ἐμάνθανον τὰ ἀποστοματιζόμενα, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί. οἱ σοφοὶ ἄρα μανθάνουσιν, οὐχ οἱ ἀμαθεῖς”. ἐν μὲν δὴ τῷ πρώτῳ παραλογισμῷ ὁ μὲν Κλεινίας τὸ μανθάνειν δέδωκεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν τὰ λεγόμενα, ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ ἐξ ἀνεπιστημοσύνης καὶ ἀγνοίας εἰς ἐπιστήμην καὶ γνῶσιν ἄγεσθαι· ἐπὶ δὲ τοῦ δευτέρου ἀνάπαλιν. ἀλλὰ τοιοῦτος μὲν ὁ εἰρημένος παραλογισμός. ὁ δὲ τὰ κακὰ ἀγαθὰ συμπεραίνων τοιοῦτος. εἴληπται μὲν καὶ ἐνταῦθα πρότερον τὸ συμπέρασμα τὸ ὅτι τὰ κακὰ ἀγαθά· συνελήφθησαν δὲ καὶ αἱ δύο προτάσεις. ἔχει δὲ οὕτως· οὐχὶ τὰ κακὰ δέοντά ἐστι; ναί· οὐχὶ τὰ δέοντα ἀγαθά ἐστί; ναί· τὰ ἄρα κακὰ ἀγαθά. καὶ οὗτος οὖν ὁ παραλογισμὸς παρὰ τὸ διττόν· σημαίνει γὰρ τὸ δέον καὶ τὸ ὠφέλιμον καὶ τὸ καλόν· οἷον δέον τὰ δίκαια ποιεῖν, ἤγουν καλόν, ὁμοίως καὶ τοῖς νόμοις πείθεσθαι ἢ τοῖς γονεῦσι· σημαίνει [*](1 καὶ al: om. Α 3 παραλαμβάνειν I pr. 4. 5 ὁ δὲ — ἀποστοματίζουσι a2I: om. a1 4 ὅλως a2 7 ἤγουν AI: ἤτοι a 8 τῇ ἐπιστήμῃ a: τὴν ἐπιστήμην I 10 ἀναλαμβάνοντος I: ἀναλαβόντος a 12. 13 καὶ οὐ μανθάνειν a2I: om. a1 14 σόφισμα aKQR: σοφίσμασιν I ἐν προοιμίοις] p. 2,20sq. εἰρήκαμεν a: εἰρήκειμεν I ἐκ τοῦ Πλάτωνος] Euthyd. c. 5 p. 275D — 276 C memoriter citat 17 δέ scripsi: δύο I: om. a 21 ἐκ τοῦ ἐναντίου Ι: εἰς τοὐναντίον a 21. 22 ἀποστοματίζοι ὑμῖν Plato: ἀποστοματίζει ἡμῖν al 24 ante οὐχ add. ἀλλ’ Plato: expunxit I 25 τοῦ συνιέναι KQR: τοῦ ξυνιέναι a: τοσοῦτον ἰέναι I 31 ναί alterum a: om. I 33 γὰρ τὸ δέον, quod post σημαίνει (34) collocant al, huc transposui καὶ τὸ ὠφ. deleverim 34 ἤγουν I: ἤτοι a)
25
καὶ τὸ ἀναγκαῖον, καθό φαμεν δέον τὸ γινόμενον φθαρῆναι ἀντὶ τοῦ ἀναγκαῖον· σημαίνει τὸ δέον καὶ τὸ συμφέρον· δέον γάρ φαμεν, ἤτοι συμφέρον, γυμνασίαις χρῆσθαι τοιαῖσδε. τριχῶς οὖν λεγομένου τοῦ δέοντος ὁ Ἀριστοτέλης τὸ ἓν σημαινόμενον παρείς, τὸ κατὰ τὸ συμφέρον, ἐκ τῶν δύο ἐμφανίζει τὰς μοχθηρίας τῶν παραλογισμῶν. ἐν μὲν οὖν τῇ ἐλάττονι προτάσει τῇ λεγούσῃ τὰ κακὰ δέοντα τὸ δέον ἀντὶ τοῦ ἀναγκαῖον εἴληπται· μάστιγες γὰρ καὶ πληγαὶ καὶ σφαγαὶ καὶ ἄλλα τινὰ κακὰ ὄντα ἀναγκαῖα τυγχάνει πρός τινας λῃστὰς καὶ φονεῖς· ἐν δὲ τῇ μείζονι ἀντὶ τοῦ ἀγαθὸν εἴληπται, καὶ παρὰ τοῦτο τὸ κακὸν εἶναι ἀγαθὸν συμπεπέρασται εἰ γοῦν τις διεῖλε τὸ δέον καὶ τούτου τὸ μὲν ἔφησεν εἶναι ἀναγκαῖον τὸ δὲ ἀγαθόν, ἐπέσχεν ἂν τὸν σοφιστὴν ἐπαγαγεῖν τὸ συμπέρασμα διὰ τὸ μὴ τὸ ἀναγκαῖον δέον, ἤγουν τὴν τομὴν καὶ τὴν καῦσιν τὴν ἐξ ἀνάγκης ἐπαγομένην, τῷ ὑγιαίνοντι ἀγαθὸν εἶναι· αὗται γάρ, ἡ τομή φημι καὶ ἡ καῦσις, καθ’ ἑαυτὰ τυγχάνουσιν ὄντα κακά. γέγονε τοίνυν ὁ παπαλογισμὸς λογισμὸς διὰ τὸν μέσον ὅρον ἄλλον καὶ ἄλλον λαμβανόμενον. τοιοῦτοί εἰσι καὶ οὗτοι· οὐχὶ ὁ κόραξ πτηνόν ἐστι; τί δέ, οὐχὶ τὸ ὄργανον ᾧ κλείομεν τὰς θύρας κόραξ ἐστί; τὸ ὄργανον ἄρα πτηνόν ἐστιν· ὁμώνυμον γὰρ τὸ κόραξ. καὶ πάλιν οὐχὶ ὁ ἀετὸς πτηνόν ἐστι; ναί· τί δέ, οὐχὶ ὁ ἰχθὺς ο ἀετὸς ἀετὸς ἐστιν; ο ἰχθὺς ἄρα πτηνὸν ἐστιν. ιοωμεν καὶ τὰ εξης δύο τοῦ παραλογισμοῦ τοῦ ἐξ ὁμωνυμίας παραδείγματα.

[*](p. 165b 38)

Ἔτι τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι καὶ κάμνειν καὶ ὑγιαίνειν.

Καὶ ταῦτα τρόπον τινὰ τὰ συμπεράσματά εἰσι τῶν παραλογισμῶν. αἱ δὲ ἀγωγαὶ τῶν σοφισμάτων τοιαῦται· οὐχὶ ὁ καθήμενος ἀνίσταται; ναί· τί δέ, οὐχ ὁ ἀνιστάμενος ἕστηκε; καὶ πῶς γὰρ οὔ; ὁ ἄρα καθήμενος ἕστηκε. πάλιν οὐχὶ ὁ ὑγιαζόμενος ὑγιαίνει; ὁμολογουμένως· οὐχὶ ὁ κάμνων ὑγιάζεται; ναί· ὁ ἄρα κάμνων ὑγιαίνει, ὅπερ ἄτοπον. ἐν ἑκατέρῳ οὖν τούτων τῶν συλλογισμῶν τὴν ἀπάτην ἡ μείζων ἔχει πρότασις· τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι καὶ τὸν ὑγιαζόμενον ὑγιαίνειν διττόν· τὸ μὲν ὅτι ἅμα ἤρξατο ἀνίστασθαι καὶ ἑστηκώς ἐστι, καὶ ἅμα ἤρξατο ὑγιάζεσθαι καὶ ὑγιεινός ἐστιν, ἅπερ οὐ δοτέον· ψευδῆ γάρ εἰσι· τὸ δὲ ὅτι ἐνδέχεται τὸν πρότερον ὑγιαζόμενον καὶ πρότερον ἀνιστάμενον νῦν ὑγιαίνειν καὶ ἵστασθαι, ἐφ’ ὧνπερ καὶ τὸ ναὶ φατέον. διὸ κατὰ μὲν τὸ ἑστηκέναι τὸν ἀνιστάμενον, ὅτε ἤρξατο ἀνίστασθαι, ἐστὶ τὸ ἀδύνατον, καὶ οὐ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί· κατὰ δὲ τὸ νῦν ἑστηκέναι τὸν πρῴην ἀνιστάμενον τὸ [*](1 καὶ a: om. I 3 χρῆσθαι I: κρᾶσθαι a 5 οὑν om. Α ἐλάττω a1 6 τοῦ AI: om. a 6. 7 ἀναγκαίου λαβὼν Α 7. 8 μάστιγες — φονεῖς om. Α 1) ἀγαθὸν prius I: ἀγαθοῦ aA εἴληπται om. A 9. 10 an συμπεπέρανται? 12 ἤγουν AI: ἤτοι a 13 φημι corr. e φησι I: om. Α 15 τὸ a 16 ἐστι al: om. Α 18 οὐχὶ alterum aA: οὐχ I 10 ὁ ἀετὸς Α: om. al 20 παραδείγματος a 21 ἱστάναι a 24 σοφισμῶν pr. m. I 27 ἑκατέρῳ a: ἑκατέρων I 33 φατέον aKQR: φατέ I)

26
δυνατόν, καὶ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί. ὁμοίως καὶ ἐπὶ τῷ τὸν ὑγιαζόμενον ὑγιαίνειν· τὸ μὲν γὰρ ὅτι | ἅμα ὑγιάζεταί τις καὶ ὑγιαίνει [*](f. 10r) ἀδύνατον καὶ οὐ συγκαταθετέον τῷ λέγοντι· τὸ δ’ ὅτι ὁ πέρυσιν ὑγιαζόμενος ὑγιαίνει ἀληθές, καὶ ἐπὶ τούτου τὸ συγκαταθέσθαι οὐκ ἄλογον. παρὰ οὖν τὴν ὁμωνυμίαν ἐν τοῖς λόγοις τούτοις ὁ ἔλεγχος ἢ καὶ τὴν ἀμφιβολίαν· κοινωνοῦσι γὰρ αὗται ἀλλήλαις, ὥσπερ καὶ πρότερον εἴρηται καὶ προιόντες μαθησόμεθα. ὡς ἔχει καὶ τὸ νῦν προβαλλόμενον· ἆρ’ οὐχ ὁ δικαστὴς χρᾶται τῷ ἔργῳ τοῦ νομοθέτου; ναί· τί δ’, οὐχ ὁ χρώμενος τῷ τινος ἔργῳ ἀοͅχ͂ιτεκτονεῖν ἐκείνου λέγεται; πάντως γε· ὁ δικαστὴς ἄρα τοὐ νόμου ἀρχιτεκτονεῖ. διττὸν γὰρ κἀνταῦθα τὸ χρᾶσθαι τῷ τινος ἔργῳ, τὸ μὲν ὡς ὀργάνῳ, ὅπερ οὐκ ἔστιν εὑρεῖν ἐπὶ τοὐ δικαστοῦ, τὸ δὲ ὡς ἀρχῇ τῆς οἰκείας συστάσεως, ὅπερ οὐ κεκώλυται διὰ τοῦτο καὶ ὑπὸ τὸν νομοθέτην εἶναι καὶ ὑπάγεσθαι αὐτῷ καὶ ἀρχιτεκτονεῖσθαι ἢ ἀρχιτεκτονεῖν. εἰπὼν δὲ τὰς μείζους καὶ ἐλάττους προτάσεις τῶν παραλογισμῶν, τὰς μὲν μείζους ἐν οἷς λέγει ὅσπερ ἀνίστατο, ἕστηκε, καὶ ὅσπερ ὑγιάζετο, ὑγιαίνει, τὰς δὲ ἐλάττους ἐν οἷς φησιν ὅτι ἀνίστατο ὁ καθήμενος καὶ ὑγιάζετο ὁ κάμνων, ἐπάγει τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν σημαίνει· ὅπερ δηλοῖ ὅτι οὐχ ἕν ἐστι καὶ ἓν σημαίνει τὸ ὑγιάζετο ὁ ὑγιαίνων καὶ ἀνίστατο ὁ ἑστηκώς, ἀλλ’ ὁμώνυμόν ἐστιν. ἔστι δὲ τὸ μὲν ποιεῖν μηνυτικὸν τοῦ καθῆσθαι ἢ μᾶλλον τοῦ ἀνίστασθαι, ἢ τάχα καὶ ἀμφοτέρων, τὸ δὲ πάσχειν τοῦ κάμνειν. ἦν δ’ ἂν σαφέστερον, εἰ οὕτω ἔκειτο· τὸ γὰρ ὑγιαίνειν τὸν κάμνοντα καὶ ἑστηκέναι τὸν ἀνιστάμενον οὐχ ἓν σημαίνει, διότι ὁτὲ μὲν διὰ τοῦ λόγου τοῦ λέγοντος ὅτι ὁ ὑγιαζόμενος ὑγιαίνει σημαίνεται ὅτι ὁ ὑγιαζόμενος νῦν ὑγιαίνει, ὅπερ ἐστὶ καὶ ψευδές ἀδύνατον γάρ ἐστιν ἐνεργείᾳ ἔχειν τὴν ὑγίανσιν τὸν νῦν ὑγιαζόμενον καὶ τὴν ὑγείαν κατ’ ὀλίγον προσκτώμενον), ὁτὲ δὲ σημαίνεται πάλιν διὰ τούτου ὅτι ὃς ὑγιάζετο πρὸ δέκα τυχὸν ἡμερῶν, τουτέστι πρὸς τὴν ὑγείαν ἀνήγετο, νῦν ὑγιαίνει. ταῦτα εἰπὼν ἐπάγει πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ κάμνων καὶ τὰ ἑξῆς, ἅπερ ὡς λύσις ἐστὶ τῶν σοφισμάτων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ὑγιάζεσθαι μὲν λέγεται καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πάλαι, ὑγιαίνειν δὲ οὐχ ὁ νῦν ὑγιαζόμενος ἀλλ’ ὅστις πάλαι ὑγιάζετο. κάμνων δὲ εἴληπται τῷ Ἀριστοτέλει ὁ νῦν κάμνων, ὁ κάμνων δὲ ὁ ποτὲ κάμνων. ὑγιαίνει δὲ οὐχὶ ὁ κάμνων νῦν ἀλλὰ ὁ κάμνων πρότερον καὶ οὐ νῦν. ἵνα δὲ καὶ ἔτι σαφέστερον γένηται τὸ λεγόμενον, ῥητέον οὕτως· καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πρότερον πρὸς] ὑγείαν ἀνακτώμενοι λέγοιντο ἂν ὑγιάζεσθαι· πλὴν ὑγιάζετο μὲν ὁ κάμνων, ὅτι ἔκαμνεν, ὑγιαίνει δέ, ὅτι οὐ κάμνει.

[*](2 ἅμα a2: ἄλλα a1I 4 τούτου I: τούτω a 6 εἴρηται] p. 21,8sq. 7 προιόντες] p. 166 a 14 sq. 12 οὐ κεκώλυται I: οὐκ ἐκώλυτο a διὰ τοῦτο καὶ scripsi: καὶ διὰ τοῦτο a I 15 ἀνίστατο a Arist.: ἀνίσταται I 16.17 ἀνίστατο — ὑγιάζετο Arist.: ἀνίσταται — ὑγιάζεται al 17 κάμνοντα] κάμν corr. I ποιεῖν a Arist.: εἰπεῖν I 21 ἀμφότερον a1 27 πρὸ I: πρὸς a 28 post ταῦτα add. δὲ a 29 ὑγιάζετο a Arist.: ὑγιάζεται I 35 πρὸς delere quam ἀναγόμενοι (cf. vs. 28) aut προσκτώμενοι (cf. vs. 26) scribere malui 36 ἀνακτώμενοι λέγοιντο I: ἀνακτώμενος λέγοιτο a ὑγιάζετο a: ὑγιάζεται I)
27
[*](p. 166a 6)

Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε· τὸ βούλεσθαι λαβεῖν με τ',οὺς πολεμίους.

Περὶ τοῦ παρὰ τὴν ὁμωνυμίαν γινομένου παραλογισμοῦ διαλαβὼν καὶ διδάξας πῶς γίνεται, μέτεισι καὶ εἰς τοὺς παρὰ τὴν ἀμφιβολίαν γινομένους παραλογισμοὺς τῆς ἀκολουθίας ἐχόμενος· καὶ γὰρ καὶ ἐν τῇ ἀπαριθμήσει τῶν παρὰ τὴν λέξιν σοφισμάτων δευτέραν τὴν ἀμφιβολίαν ἔταξε. σαφῆ δὲ λίαν τίθησι τὰ παραδείγματα, καὶ οὐ μόνον οἷα δῆθεν προβλήματα παρὰ τῶν σοφιστῶν λέγονται, ἀλλ’ οἷα εἰκὸς καὶ ἐν λόγῳ μὴ συλλογιζομένῳ εὑρίσκεσθαι· τὸ γὰρ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους οὐκ ἔστιν ὡς πρόβλημα. ὅτι δέ ἐστιν ἀμφίβολον, δῆλον· σημαίνει γὰρ ὁ λόγος ἢ τὸ ἐμὲ γενέσθαι τῶν πολεμίων ἐπικρατῆ ἢ τοὺς πολεμίους ἐμοῦ. τοιοῦτόν ἐστι καὶ τὸ “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ’’· σημαίνει γὰρ ὁ λόγος σφᾶς αὐτοὺς ἑλεῖν τε καὶ ἀναιρεθῆναι. ἡ δὲ ἀγωγὴ τοῦ ἐφεξῆς σοφίσματος τοιαύτη· ἆρα ὃ γινώσκει τις, τοῦτο γινώσκει; γινώσκει δέ τις λίθον· γινώσκει ἄρα ὁ λίθος. πάλιν ἀρ’ οὖν ὁρᾷ ὃ ὁῥᾶ τις; ναί· ὁρᾷ δέ τις ξύλον· ὁρᾷ ἄρα τὸ ξύλον. σαφὴς καὶ. ἀμφοτέρων ἡ λύσις· διττὸς γὰρ καὶ ἐν ἀμφοτέροις ὁ λόγος. ὁμοίως δὲ τούτοις ἔχει καὶ τὸ ἆρα σὺ φῄς εἶναι ὃ σὺ | φῄς εἶναι; φῄς δ’ εἶναι λίθον· σὺ ἄρα φῄς εἶναι [*](f. 10v) λίθος. ἔτι καὶ τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; ἔχει γὰρ καὶ τούτου ἡ ἀγωγὴ τοῦ σοφίσματος οὕτω· φῄς ὃ σὺ φῄς; ναί· φῄς δὲ σιγᾶν· σιγῶν ἄρα φῄς, ἢ καὶ τοὔμπαλιν φῄς σιγῶν. τὸ δὲ σόφισμα τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; οὕτως Εὐθύδημος ἠρώτα. ἆρ’ ἔστι σιγῶντα λέγειν; οὐδαμῶς· τί δ’, ὅταν λίθους λέγῃς καὶ ξύλα καὶ σίδηρον, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα σιγῶντα λέγειν. εἶτα πάλιν ἐπιχειρῶν εἰς τοὐναντίον ἔλεγεν· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐδαμῶς· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; ναί· οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ τὸ μὴ λέγειν ἐπὶ τοῦ μὴ λέγοντος δέδωκεν· ὁ δ’ ἔλαβεν ἐπὶ τὰ λεγόμενα.

[*](p. 166a 14)

Εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν.

Εἴρηκε μὲν ἐκ τῶν δέκα καὶ τριῶν τρόπων, καθ’ οὓς γίνονται οἱ παραλογισμοί, μόνους τοὺς δύο, τόν τε παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν παρὰ τὴν [*](3 διαλαβὼν I: καὶ λαβὼν a 6 ἔταξε] p. 165b26 6. 7 τίθησι δὲ σαφῆ λίαν Α 8 συλλογιζομένῳ Α: — μένους I: — μένου a 11 ἐγκρατῆ Α 12 γένοιτο—ἐμέ] Nauck2 fr. ἀδἐσπ. 188 cf. Alex. in Top. 378,3 13 σφᾶς αὐτοὺς] ἡ ἐμὲ ἢ τὸν σῦν v 14 τις γινώσκει A 15 ὁ λίθος ἄρα γινώσκει Α 19 λίθος Arist.: λίθον I 19 — 22 ἔχει — λέγειν (ante οὕτω) a: 21.22 τὸ δὲ — λέγειν KQR: om. I 22 Εὐθύδημος] c. 26 p. 300 B.C memoriter citat 22.23 οὔ A 23 λίθον—ξύλον Α λέγεις a 24 ἐς a 25 σιγῶντα λέγειν; οὔ Α δὲ AI: om. a πάντα aA Plat.: πάντως I 26 post σιγᾷς alterum add. πάνυ γε Α 28 λεγόμενα Κ: λέγοντα al 31 εἴρηκε μὲν om. Α 13. 32 καθ’ — παραλογισμοί al: διδάξας Α 32 τὸν alt. om. Α)

28
ἀμφιβολίαν. πρὸ δὲ τοῦ καὶ τοὺς ἑξῆς ἐκθεῖναι, κατὰ ποίους καὶ πόσους τρόπους ἥ τε ὁμωνυμία καὶ ἡ ἀμφιβολία γίνεται, διδάσκει, καὶ φησὶ τρεῖς εἶναι καθ’ οὓς γίνονται οἱ κατὰ ταύτας παραλογισμοί. καὶ εἷς μέν ἐστιν, ὅταν ὁ λόγος ἢ τὸ ὄνομα κυρίως σημαίνῃ πλείω· ὃ γίνεται καὶ ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς. καὶ ἐπὶ μὲν τοῖς παρὰ τὴν ὁμωνυμίαν τὸ ὄνομα πλείω σημαίνει ὡς ἐπὶ τῶν ὁμωνύμων, ὡς ἀετὸς καὶ κύων καὶ κόραξ καὶ κλεῖς· ἐπὶ δὲ τοῖς παρὰ τὴν ἀμφιβολίαν, ὡς εἴρηκε, πλείω σημαίνει ὁ λόγος. ἐπεὶ γὰρ ὁ λόγος σύνθεσίς ἐστιν ὀνομάτων ῥητέον δὲ καὶ νῦν, ὡς πολλάκις εἴπομεν, ὀνόματα καὶ τὰ ῥήματα), τὸ διττὸν ἢ ἔν τισι τούτων τῶν ὀνομάτων ἐστὶν ἢ ἐν αὐτῷ τῷ λόγῳ· ἐν γὰρ τῷ ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ καὶ ὃ γινώσκει, τοῦτο γινώσκει ἐν τῷ λόγῳ εὑρίσκεται τὸ διττόν. δεύτερος δὲ τρόπος, καθ’ ὃν πάλιν οἱ παρὰ ἀμφότερα παραλογισμοὶ γίνονται, ὅταν εἰώθαμεν οὕτως ὀνομάζειν αὐτὰ ἐκεῖνα τὰ ὀνομαζόμενα. εἰωθότων γὰρ ἡμῶν λέγειν σιγῶντα καὶ τὸν σιγῶντα ἄνθρωπον καὶ τὰ σιγώμενα εὑρίσκει χώραν ὁ παραλογισμὸς καὶ ἀπατᾷ τὸν ἀκούοντα· εἰ δὲ σιγῶντα μόνως ἐλέγομεν τὸν σιγῶντα ἄνθρωπων, ὁμοίως δὲ καὶ τὰ σιγώμενα μόνως σιγώμενα ἐλέγομεν, οὐ μὴν ἐπετίθεμεν τούτοις ποτὲ καὶ τὸ σιγῶντα, οὐκ ἄν ἐγίνετο ὁ παραλογισμός. οὐ μόνον δὲ καὶ οὗτος ὁ τρόπος τοὺς παρὰ τὴν ἀμφιβολίαν ἀποτίκτει παραλογισμοὺς ἀλλὰ καὶ τοὺς παρὰ τὴν ὁμωνυμίαν. εἰώθαμεν γὰρ λέγειν κύνα καὶ τὸν ἀστρῷον καὶ τὸν χερσαῖον· εἰ γοῦν μὴ τῷ αὐτῷ ὀνόματι τὸν ἀστέρα καὶ τὸ χερσαῖον ζῷον καλεῖν εἰώθαμεν, οὐκ ἄν ποτε ἡμᾶς ἠπατήκει τὸ ὄνομα ἐφ’ ἑνὶ μόνῳ κείμενον. τρίτον τρόπον φησὶ τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν σοφισμάτων, ὅταν αὐτὰ μὲν καθ’ αὑτὰ τὰ ὀνόματα ἁπλᾶ τυγχάνῃ, συντεθέντα δὲ διττόν τινα ἐκφαίνωσι νοῦν. τά τε γὰρ γράμματα κεχωρισμένως τεθέντα οὐδὲν ἡμῖν διττὸν ἀποτίκτουσιν, ὁμοίως δὲ καὶ τὸ ἐπίσταται· συμπλακέντα δὲ καὶ συνηνωμένως ἐκφωνηθέντα διττὰ ἀποκυίσκουσι τὰ νοήματα.

[*](p. 166a 23)

Παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι.

Διακόψας τὸν λόγον ὁ Ἀριστοτέλης καὶ καθ’ ὅσους τρόπους ἔν τε ὁμωνυμίᾳ καὶ ἀμφιβολίᾳ τὰ σοφίσματα γίνεται μεταξὺ παραθεὶς καὶ διαλαβὼν [*](1 δὲ om. Α τοῦ aA: om. Ι τοὺς ἑξῆς ἐκθεῖναι al: περὶ τῶν λοιπῶν διαλαβεῖν Α 2 τρόπους om. Α διδάσκει ante 1 κατὰ collocat Α 3 καθ’ — παραλογισμοί al: om. Α 4 κυρίως σημαίνῃ πλείω ΑΙ: πλείω σημαίνει a ὃ — σημαίνει (6) om. a1 καὶ in ras. Α 5. 6 καὶ ἐν — ὁμωνυμίαν a2A: om. I 9 δὲ AI: om. a ὡς — εἴπομεν om. Α πολλάκις] velut p. 13,7 9. 10 καὶ τὰ ῥήματα ὀνόματα Α 11 τις — ὁρᾶ om. a1 13 ἀμφότερα AI: ἀμφότερον οἱ a 17 δὲ om. Α 18 τὸ aA: τὸν I 21 τὸν alterum AI: om. a ante τὸν tertium add. καὶ Α 22 ἀστέρα ΑΙ: ἀστρῷον a τὸ aA: τὸν I εἰώθειμεν scripserim, at cf. p. 31,14 27 συνηνωμένως a: συνωνύμως I 31 ὁμωνυμίας — ἀμφιβολίας α1 περιθεὶς a)

29
περὶ τούτων καὶ τρεῖς αὐτοὺς εἰπὼν εἶναι, νῦν ἀνάγει τὸν λόγον εἰς τὴν ἀκολουθίαν καὶ τὸν τρίτον τρόπον τῶν παρὰ τὴν λέξιν σοφισμάτων ἔστι δὲ οὗτος ὁ παρὰ τὴν σύνθεσιν) ἐκτίθεται. ὀνομάζεται δὲ παρὰ τὴν σύνθεσιν, ὡς τῆς μὲν ἐννοίας τοῦ λεγομένου συνθέτως δυναμένης νοεῖσθαι καλῶς, παρὰ τὴν σύνθεσιν δὲ τιθεμένου τινὸς καὶ τὸν παραλογισμὸν ἀποτίκτοντος. οἷον τί φημι; ἔστι συλλογισμὸς τοιοῦτος· ὁ καθήμενος δύναται βαδίζειν· ὁ Σωκράτης κάθηται· ὁ Σωκράτης ἄρα βαδίζει· ἀλλὰ μὴν καὶ κάθηται· βαδίζει ἄρα καὶ οὐ βαδίζει. γέγονεν οὗτος ὃ παραλογισμὸς παρὰ τὴν σύνθεσιν· ἔδει γὰρ συντεθῆναι καὶ τὸ ‘δύναται᾿ τούτου γὰρ προστεθέντος καὶ τοιούτου τοῦ συμπεράσματος ἐξενηνεγμένου ‘ὁ Σωκράτης | ἄρα [*](f. 11r) δύναται βαδίζειν᾿ οὐδὲν ἄν συνήγετο ἄτοπον. νῦν δὲ παρὰ τὸ μὴ συντεθῆναι καὶ τὸ ‘δύναται᾿ τὸν παραλογισμὸν ἔχει ὁ ἔλεγχος. τοιοῦτος μὲν καὶ ὁ τρόπος οὗτος. ἴδωμεν δὲ καὶ τὰ τοῦ φιλοσόφου ῥητά· παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. τοῦτο οὐ συμπέρασμά ἐστιν ἄτοπόν τι συνάγον, ἀλλ’ ἡ πρότασίς ἐστιν ἡ ἀληθὴς ἡ προσληφθεῖσα· καὶ εἰ ἀληθὴς ἡ ‘ὁ Σωκράτης κάθηται᾿, ἐὰν μὴ παρὰ τὴν σύνθεσιν γένηται, ἐξενεχθείη ἂν τὸ ἀληθὲς συμπέρασμα τὸ ‘ὁ Σωκράτης δύναται βαδίζειν᾿ . ὅμοιον τούτῳ καὶ τὸ μὴ γράφοντα γράφειν· ἐλλειπτικὸν γάρ ἐστι καὶ συνεφέλκον τὸ δύνασθαι. δεικτικὰ δέ εἰσι τοῦ ὅτι οἱ σοφιζόμενοι τοιαύτας μὲν τὰς προτάσεις λαμβάνοντες, εἶτα παρὰ τὴν σύνθεσιν ποιοῦντες ἀποτελοῦσι τὸν σοφισμόν. ἀλλὰ γὰρ πρότερον ἑκάστου τῶν σοφισμάτων τὴν ἀγωγὴν εἴπωμεν, καὶ τότε καὶ τὸ τῆς λέξεως διασαφήσωμεν ἀσαφές. εἰσὶ δὲ τοιαῦτα· οὐχὶ ὁ καθήμενος δύναται βαδίζειν; ναί· οὐχὶ ὁ Σωκράτης κάθηται; ναί· ὁ Σωκράτης ἄρα βαδίζει· ἀλλὰ μὴν καὶ κάθηται· ὁ Σωκράτης ἄρα βαδίζει καὶ οὐ βαδίζει. πάλιν ἆρά γε ὁ μὴ γράφων δύναται γράφειν; ναί· ὁ δὲ Πλάτων’ οὐ γράφει· ὁ Πλάτων’ ἄρα γράφει. πάλιν ἆρά γε ὁ ἐπιστάμενος γράμματα δύναται μανθάνειν νῦν γράμματα; τί δέ, ὁ Σωκράτης νῦν ὑπνώττων οὐχὶ ἐπίσταται γράμματα; ναί· ὁ Σωκράτης ἄρα μανθάνει νῦν γράμματα· ἀλλὰ καὶ οὐ μανθάνει· κοιμᾶται γάρ. πάλιν ἐρωτᾷ· ὁ ἓν μόνον δυνάμενος φέρειν δύναται καὶ πολλὰ φέρειν; ναί· ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης ἓν μόνον φέρει· ὁ Ἀλκιβιάδης ἄρα πολλὰ φέρει· ἀλλὰ μὴν καὶ οὐ πολλά· ἓν γὰρ φέρει. ἔστι δὲ καὶ οὕτως ἐρωτῆσαι· οὐχὶ ὁ πολλὰ δυνάμενος φέρειν καὶ ἓν δύναται φέρειν; ναί· ὁ Ἀλκιβιάδης πολλὰ φέρει· ὁ Ἀλκιβιάδης ἄρα ἓν φέρει. αἱ μὲν οὖν ἀγωγαὶ τῶν σοφισμάτων, ἅπερ εἰς παράδειγμα τίθησι τοῦ παρὰ τὴν σύνθεσιν παραλογισμοῦ, [*](9 et 11. 12 συντεθεῖναι a 9 et 12 δύναται AI: δυνατὸν a 9. 10 συντεθέντος Α 13 βῆτά I: βήματα a 16 εἰ scripsi: ἡ al 23 εἴπωμεν scripsi: εἴπομεν al διασαφήσωμεν a: διασαφήσομεν I 25. 26 ἀλλὰ—ἄρα βαδίζει a: οm. I 27 ναί om. Α ante πάλιν add. καὶ Α 31 ἐρωτῶσιν ἐρωτῶ σε Κ) ἀρά γε ὁ KQR 33 ἀλλὰ μὴν—ἓν φέρει (35) om. a1 ἓν γὰρ AI: ἓν γὰρ μόνον a2 34 δύνασθαι (post ἓν) a2 35 αἱ μὲν—τινες (p. 30,1) al: τοιαῦται οὖν αἱ τῶν σοφισμάτων ἀγωγαί, ἅπερ—παραλογισμοῦ Α οὖν KQR: οm. al 36 παραδείγματα A,Ipr.)
30
τοιαῦταί τινες. τὸ δὲ οὐ γὰρ ταὐτὸν σημαίνει, ἄν διελών τις εἴπῃ καὶ συνθείς τοιοῦτόν ἐστιν· ὅταν τὸ δύνασθαι βαδίζειν διέλῃ τις καὶ ποτὲ μὲν κατηγορήσῃ μόνον τὸ βαδίζειν ποτὲ δὲ τὸ δύνασθαι βαδίζειν κατὰ τοῦ Σωκράτους, οὐ ταὐτὸν σημαίνει· οὐ γάρ ἐστι ταὐτὸν τὸ ‘ὁ Σωκράτης βαδίζει᾿ τῷ ‘ὁ Σωκράτης δύναται βαδίζειν᾿ . ὥστε παρὰ τὴν σύνθεσιν γίνεται τὸ σόφισμα· ἔδει γὰρ συνθέντα καὶ συνάψαντα τὸ δύνασθαι καὶ τὸ βαδίζειν κατὰ τοῦ Σωκράτους εἰπεῖν ἀλλ’ οὐχὶ τὸ βαδίζειν μόνον. κολοβῶς οὖν καὶ οἷον εἰπεῖν ἠκρωτηριασμένως τῆς συνθέσεως γεγονυίας καλῶς εἴρηται παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα. σημειωτέον δὲ ὅτι σύνθεσιν λέγει ὁ Ἀριστοτέλης καὶ τὸ χωρὶς τοῦ δυνατοῦ τὸ βαδίζειν κατηγορεῖσθαι. εἰπὼν οὖν ὅτι οὐ ταὐτὸν σημαίνει, ἂν τὸ βαδίζειν χωρὶς τοῦ δύνασθαι κατὰ τοῦ καθημένου κατηγορήσῃ, ὅπερ διὰ τοῦ ἂν διελών τις εἴπῃ ἐσήμανε, καὶ ὅταν αὖθις τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι (διὰ τοῦ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον), τοῦ μὲν ἑνὸς τρόπου, καθ’ ὃν τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι κατηγοροῦμεν, παράδειγμα τέθεικε τὸ ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ τὸν μὴ γράφοντα γράφειν, ἐν ᾧ καὶ αὐτῷ προσυπακούειν δεῖ τὸ ‘δυνατόν᾿, ἵνα ᾖ ‘καὶ δυνατὸν τὸν μὴ γράφοντα γράφειν᾿ . τοῦ δὲ λοιποῦ τρόπου, καθ’ ὃν συντίθεμεν τῷ καθημένῳ τὸ βαδίζειν χωρὶς τοῦ δυνατοῦ, μηνυτικὸν ἐπήγαγε τὸ καὶ τοῦθ’ ὡσαύτως, ὅταν συνθῇ τὸν μὴ γράφοντα γράφειν. ταῦτα θεὶς τῶν δύο τρόπων, τοῦ τε ἔχοντος τὸ βαδίζειν μετὰ τοῦ δυνατοῦ κατηγορούμενον καὶ τοῦ μὴ τὸ δυνατὸν ἔχοντος, σαφηνίζων τίνος ἐστὶν ἑκάτερος δηλωτικός, ἐπήγαγε λέγων σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφων γράφειν καὶ τὰ ἑξῆς. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον. ὁ μὲν γὰρ τὸ βαδίζειν μετὰ τοῦ δυνατοῦ κατηγορῶν κατὰ τοὐ καθημένου καὶ λέγων ὡς ὁ καθήμενος δύναται βαδίζειν σημαίνει ὅτι ὁ καθήμενος οὐ βαδίζει, οὐδὲ ὁ μὴ γράφων γράφει, δύναται δὲ μετὰ ταῦτα βαδίσαι καὶ γράψαι· ὅπερ ἐστὶν ἀληθές. ἐὰν δὲ μὴ τῷ βαδίζειν ἢ τῷ γράφειν συνθῇ ὅτι 〈ἔχει〉 δύναμιν καὶ ἀμφότερα κατὰ τοῦ καθημένου καὶ μὴ γρά|φοντος κατηγορήσῃ, ἀλλὰ [*](f. 11v) τὸ βαδίζειν μόνον καὶ τὸ γράφειν, οὗτος οὐ λέγει ὅτι δύναμιν ἔχει ὁ μὴ γράφων νῦν ἢ ὁ καθήμενος ὕστερον γράψαι ἢ βαδίσαι, ἀλλ’ ὅτι νῦν, ὅτε οὐ γράφει, δύναμιν ἔχει τοῦ γράφειν, τουτέστι νῦν, ὅτε οὐ γράφει, γράφει· τὸ γὰρ ἔχει δύναμιν, ὅτε οὐ γράφει, τοῦ γράφειν ὡς ἴσον εἴληπται τῷ ‘δύναμιν ἔχει ἅμ τε καὶ κατὰ ταὐτὸν καὶ γράφειν καὶ οὐ γράφειν᾿, ὅπερ ἀδύνατον· ἐν ἄλλῳ μὲν γὰρ χρόνῳ γράφειν καὶ ἐν ἄλλῳ μὴ γράφειν [*](3 κατηγορήσῃ AI: κατηγορήσει a δύνασθαι a: δύναται AI 3. 4 κατὰ τοῦ σωκράτους οm. Α 8 εἰπεῖν om. a1 16 τὸν prius a I (T i f, corr. c): τὸ ornisso seq. τὸν Arist. γράφοντα a Arist.: γράφειν I 17 ἐν ᾦ—βαδίζειν (19) om. a1 αὐτῷ a2: αὐτὸ I 20 τὸν a I (T c u f): τὸ Arist. 22 δηλωτικὸν I pr. 23 δύναμιν a Arist.: δυνάμει I γράφων a Arist.: γράφειν I 24 ὃ λέγει a2I: ὁ λόγος a1 27 δὲ KQR: om. al 28 συνθῆ a Arist.: συνθήσει I ἔχει v Arist.: om. al 29 ἀμφότερον a κατηγορήσῃ KQR: κατηγορήσει I: κατηγορῇ a 33 post γράφει add. δύναμιν ἔχει a 34 ἔχει Kv ἔχειν al τε καὶ KQR: τό I: καὶ a 35 γὰρ om. a γράφει utrobique a)
31
δυνατόν, ὁμοίως καὶ βαδίζειν καὶ μὴ βαδίζειν. τὸ δὲ μανθάνειν νῦν γράμματα, εἴπερ ἐμάνθανεν ἃ ἐπίσταται ἀπολύτως εἴρηκε καὶ καθ’ αὑτό· ἔστι δὲ παράδειγμα τοῦ συνάγοντος σοφίσματος τὸν κοιμώμενον μανθάνειν νῦν γράμματα.

[*](p. 166a 33)

Παρὰ δὲ τὴν διαίρεσιν ὅτι τὰ πέντε ἐστὶ δύο καὶ τρία καὶ περισσὰ καὶ ἄρτια.

Καὶ τὸν τέταρτον τρόπον τῶν παρὰ τὴν λέξιν φαινομένων ἐλέγχων ἔστι δὲ οὗτος ὁ παρὰ τὴν διαίρεσιν) ἐκτιθεὶς οὐ διὰ σοφισμάτων ἡμῖν αὐτὸν οἷός ἐστι παρίστησιν, ἀλλὰ καὶ διὰ παραδειγμάτων τινῶν, ἃ οὐκ εἰσὶ σοφίσματα παραλογιστικὰ ἀλλ’ ἁπλῶς οὕτως ἐν πεζῷ λόγῳ κείμενα. τίνα δέ εἰσι ταῦτα, παρακατιόντες ἐροῦμεν. παρὰ δὲ τὴν διαίρεσιν οὗτος ὀνομάζεται, διό τι ἅτινα τῷ λεγομένῳ πρόσεισι δυνάμει, ταῦτα διαιρῶν ὁ σοφιστὴς καὶ ἰδίᾳ τιθεὶς συνάγει ἐνεργείᾳ ταῦτα προσεῖναι τῷ περὶ οὗ συλλογίζεται· τοῦτο δ’ ἄν οὐ συνήχθη, εἰ μὴ ἡ διαίρεσις γέγονεν. οἷον τί φημι; τὸν πέντε ἀριθμὸν δυνάμει ἔχοντα ἐν ἑαυτῷ τὸ περιττὸν καὶ τὸ ἄρτιον ὁ σοφιστὴς διαιρῶν μὴ ἄρτιον ὄντα καὶ ἄρτιον ἀποδείκνυσι καὶ μὴ ἄρτιον, οὑτωσὶ ἐν πρώτῳ σχήματι τὴν ἀγωγὴν ποιούμενος τοῦ σοφίσματος· οὐχὶ ὁ πέντε εἰς δύο καὶ τρία διαιρεῖται; ναί· τί δέ, ὁ τρία καὶ ὁ δύο οὐ περιττὸς καὶ ἄρτιος; ὁ πέντε ἄρα περιττὸς καὶ ἄρτιός ἐστι. παρὰ τὴν διαίρεσιν τὸ σόφισμα· τὰ γὰρ μόρια ἐν τῷ ὅλῳ δυνάμει εἰσίν· ἐν γὰρ τῷ πέντε ὁ τρία καὶ ὁ δύο δυνάμει εἰσί. τὸ δὲ δυνάμει τι ὂν οὐκ ἔστιν ἐκεῖνο ὃ δύναται γενέσθαι· οἷον τὸ δένδρον τὸ ἑστηκὸς δυνάμει πλοῖον ὂν οὐκ ἔστι πλοῖον· ἀλλὰ καὶ ὁ ἀσχημάτιστος χαλκὸς δυνάμει ὢν ἀνδριὰς οὐκ ἔστιν ἀνδριάς. τὸν μὲν οὖν τὰ πέντε συνάγοντα παραλογισμὸν καὶ ἄρτια εἶναι καὶ περισσὰ πάνυ σαφῶς ὁ Ἀριστοτέλης ἐξέθετο. τὸν δὲ τὰ μείζονα ἴσα τοῖς ἐλάττοσι συνάγοντα πάνυ βραχέως καὶ διὰ τοῦτο ἀσαφῶς ἀπαγγέλλειν δοκεῖ. δεῖ δὲ προσυπακούειν ἐν τῷ καὶ τὸ μεῖζον ἴσον τὸ ‘τῷ ἐλάττονι᾿, ἵνα ᾖ τὸ πλῆρες τῆς λέξεως τοιοῦτον. ἡ δ’ ἀγωγὴ τοῦ σοφίσματος οὕτως ἠρωτᾶτο· οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται; ναί· τί δέ, οὐχὶ εἰς τρία καὶ πέντε; ναί· ὁ ὀκτὼ ἄρα εἰς ἓξ καὶ δύο καὶ τρία καὶ πέντε διαιρεῖται· τὰ δὲ ἓξ καὶ δύο καὶ πέντε καὶ τρία ἵζ’ ἐστίν· ὁ ὀκτὼ ἄρα εἰς ἲς διαιρεῖται· ἴσος ἄρα ὁ ἵζ’ τῷ ὀκτώ, ὁ μείζων τῷ ἐλάττονι. παρὰ δὲ τὴν διαίρεσιν καὶ τοῦτο τὸ σόφισμα· δυνάμει γὰρ ἐν τῷ ὀκτὼ ταῦτα. τὸ δὲ τοσοῦτον γὰρ τὸ μεῖζον καὶ ἔτι πρός οὕτως [*](1 μανθάνειν al Β u i, pr. Α): μανθάνει Arist. 2 ἐπίσταιτο a 8 ante aut post ἡμῖν excidisse μόνον suspicor 9 αὐτῶν a 10 εἰσὶ AI: ἐστὶ a ὄντως 1 pr. 11 δέ prius I: om. a 12 ὅτι Α 17 οὑτοσὶ a 18 ναί. τί δέ I: τί a: om. A 18. 19 τὰ δύο καὶ τὰ τρία περιττὰ καὶ ἄρτια εἰσίν Α 18 ὁ tertium KR: om. al cf. vs. 21 19— 21 παρὰ—εἰσί om. Α 21 δὲ al: γὰρ Α ante οὐκ add. ἐνεργεία Α 22 post ἑστηκὸς add. ἐν τῶ ὄρει Α 23 post πλοῖον add. καὶ ἐνεργεία Α ἀλλά om. Α 24 post ἀνδριὰς add. ἐνεργεία Α 27 ἀπαγγέλειν (sic) 1 καὶ I: om. a 30 δέ I: om. a 34 τὸ μεῖζον aAI (BT): om. Arist.)

32
ἐπῆκται, ὡσεὶ ἔλεγεν ὁ ἵζ’, τουτέστι τὸ μεῖζον, τοσοῦτός ἐστιν ὅσος ὁ ὀκτὼ καὶ ἔτι πρός. αἰνιξάμενος δὲ τὸν παρὰ τὴν διαίρεσιν παραλογισμὸν δι’ ὧν ἐπήνεγκε σοφισμάτων, ἐπάγει καὶ παραδείγματα δεικνύντα τὸν αὐτὸν λόγον διῃρημένον καὶ συγκείμενον μὴ ταὐτὸν σημαίνειν· τὸ γὰρ ἐγώ σε ἔθηκα δοῦλον αὐτὸ λεγόμενον καθ’ αὑτὸ καὶ αὖ πάλιν τὸ ἐγώ σε ἔθηκα ἐλεύθερον οὐ ταὐτὸν σημαίνουσι, καὶ ὅταν ἀμφότερα συντεθέντα λόγον ἀπαρτίσωσι τὸν λέγοντα ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον. ὅμοιον τούτῳ καὶ τὸ ἐφεξῆς τούτου κείμενον· οὐ γὰρ ὡς σόφισμα τέθειται, ἀλλὰ καὶ αὐτὸ ὥσπερ παράδειγμα εἴληπται τοῦ μὴ ταὐτὸν σημαίνειν τὸν λόγον τοῖς μέρεσιν. ἔστι δὲ τοῦτο τὸ πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς· ἄλλο γὰρ δηλοῖ διαιρουμένων τῶν ἀνδρῶν ἀπὸ τῶν πεντήκοντα καὶ | ἄλλο συντιθεμένων εἰ μὲν γὰρ ὑποστίζομεν εἰς [*](f. 12r) τὸ πεντήκοντα λέγοντες ὅτι πεντήκοντα ἑκατὸν ἀνδρῶν, σημαίνει ὅτι ὁ δῖος Ἀχιλλεὺς ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν κατέλιπε πεντήκοντα· εἰ δὲ εἰς τὸ ἑκατόν, ἕτερον πάλιν δηλοῦται, ὅτι ἀπὸ τῶν πεντήκοντα ἀνδρῶν κατέλιπεν ἑκατόν.

[*](p. 166b 1)

Παρὰ δὲ τὴν προσῳδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς δια- λεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον.

Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων ὁ παρὰ τὴν προσῳδίαν ἐστίν, ὅστις ἐν μὲν τοῖς διαλεκτικοῖς λόγοις τοῖς μὴ γεγραμμένοις ἀλλὰ λεγομένοις οὐ ῥᾳδίως γίνεται, ἐν δὲ τοῖς γεγραμμένοις δύναται γενέσθαι. ὀνομάζεται δὲ παρὰ τὴν προσῳδίαν, ὅτι ὁ τόνος, πρὸς ὃν ᾄδομεν καὶ τοὺς λόγους ποιούμεθα, ποιεῖ τὸν παραλογισμόν, νῦν μὲν οὕτως ἄλλοτε δ’ ἄλως ἢ καὶ ἀλλαχοῦ τιθέμενος. οἷον τί φημι; ἐν μὲν ὁμιλίᾳ καὶ διαλέξει οὐκ ἀπατήσει ποτὲ ὁ λέγων “ἑταίρα ἑταίρα χρυσία εἰ φοροίη, δημοσία ἔστω” εἴληπται γὰρ ὁ λέγων παροξυτόνως τὸν λόγον ἐξενεγκὼν ἢ τυχὸν καὶ προπαροξυτόνως, καὶ οὐκ ἂν σοφίσαιτό ποτε τὸν ἠκροαμένον νῦν μὲν παροξυτόνως λέγων νῦν δὲ εἰς προπαροξύτονα μεταλαμβάνων· ἅπαξ γὰρ εἰρηκὼς ἐσήμανε τὸ ἑαυτοῦ βούλημα. εἰ δὲ ἐν γραφῇ εἴη κείμενον τὸ δημόσια οὐδένα τόνον ἔχον, τότε δῆτα καὶ τὸν παραλογισμὸν <ἄν> ἀποτέκοι. εἴρηκε δὲ τὸ οὐ ῥᾳδίως γίνεσθαι λόγον ἐν τοῖς ἄνευ γραφῆς, διότι ἔστιν ὅτε καὶ ἐν αὐτοῖς οὗτος ἀποτελεῖται, ὥσπερ ὅταν τις εἴπῃ· ἆρ’ ἔστι τὸ οὗ καταλύεις οἰκία; ναί· τὸ δὲ ‘οὐ καταλύεις᾿ τοῦ [*](2 δὲ Ι: γὰρ a 3 παράδειγμα δεικνύντος a1 4 σημαίνει a1 13 ὁ I: om. a 21 post γεγραμμένοις add. διαλεκτικοῖς λόγοις καὶ τοῖς Ὁμηρικοῖς ποιήμασι a 22 παρὰ δὲ τ. πρ. ὀνομάζονται οἱ παραλογισμοί, διότι ὁ τόνος ἢ τὸ πνεῦμα πρὸς Α 23 ποιοῦμεν Α 24 ἢ om. Α 25 εἰ φοροίη χρυσία A 26 —29 εἴληπται—βούλημα al: εἴτε παροξυτόνως ἐξενέγκῃ τὸν λόγον, ὡς εἴπομεν, εἴτε προπαροξυτόνως Α 28 προπαροξύτονον fort, recte v 31 ἄν ἀποτέκοι scripsi: ἀποτέκῃ a2AI: ἀπέκη a1 τὸ om. Α 32. 33 ὥσπερ—εἴπῃ al: γίνονται δὲ παραλογισμοὶ παρὰ τὴν προσῳδίαν καὶ ἀγράφως οὕτως Α 33 τὸ prius om. Α post ναί add. τὸ δὲ οὗ καταλύεις ἀντὶ τοῦ ὅπου κατασκηνοῖς νοητέον Α ante τοῦ add. οὐ Α)

33
‘καταλύεις᾿ ἀπόφασις; ναί· ἡ οἰκία ἄρα ἀπόφασις. παρὰ τὴν προσῳδίαν τὸ σόφισμα ἐν μὲν τῇ πρώτῃ προτάσει τοῦ ‘οὗ καταλύεις᾿ περισπωμένως δοθέντος, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως ληφθέντος. πάλιν· ἆρ’ ἕστηκεν ὄρος; τί δέ, τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικὸν οὐχ ὅρος; ἕστηκεν ἄρα τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικόν. παρὰ τὴν προσῳδίαν καὶ τοῦτο. παράδειγμα δὲ ἐπιφέρει τοῦ παρὰ τὴν προσῳδίαν, ὅπερ ἐν ποιήμασιν ἔφη μάλιστα γίνεσθαι παρὰ τοῦ ‘Ομήρου. κεῖται δὲ ἐν τῷ ψ΄ τῆς Ἰλιάδος, ἔνθα καὶ ἐπὶ τῷ Πατρόκλῳ ὁ ἱππικὸς ἀγὼν ἐτετέλεστο· πεποίηται δὲ τῷ ποιητῇ ὁ Νέστωρ τῷ παιδὶ Ἀντιλόχῳ τὰ περὶ τῆς ἱππικῆς ὑποτιθέμενος καὶ περὶ τοῦ τόπου διαλεγόμενος ἔνθα ἔμελλεν ἀγωνίζεσθαι μετὰ τῶν λοιπῶν ἡνιόχων. μετὰ δὲ τῶν ἄλλων φησὶ καὶ τὰ περὶ τῆς νύσσης οὕτως ἔχοντα·
  1. σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, οὐδέ σε λήσει.
  2. ἕστηκε ξύλον αὖον, ὅσον τ’ ὄργυι’, ὑπὲρ αἴης,
  3. ἡ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ·
  4. λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
  5. ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ’ ἱππόδρομος ἀμφίς.

Τινὲς οὖν ἐκάκιζον τὸν Ὅμηρον περισπωμένως τὸ (??) καὶ λέγοντες ἄτοπόν τι αὐτὸν εἰρηκέναι διὰ τούτου, ὡς λέγοντα δῆθεν ὅτι τοῦ ξύλου ἐκείνου τοῦ ἐξανέχοντος, ὃ δρύινον ἢ πεύκινον ὀνομάζει, τὶ μὲν κατασήπεται, τὶ δὲ οὐ κατασήπεται· εἰ γὰρ μὴ καὶ τοῦτο ἐδήλωσεν ἐναργῶς, τὸ ‘τὶ δὲ οὐ κατασήπεται᾿ λέγουσιν ἄντικρυς δηλοῦσθαι διὰ τοῦ εἰρημένου τοῦ “οὗ τὸ μὲν καταπύθεται”, ὡς τινὸς μὲν ἐκ τῆς πεύκης τοῦ δένδρου σηπομένου τοῖς ὀμβρίοις ὕδασι τινὸς δὲ μὴ σηπομένου. τινὲς μὲν οὖν ἐκάκιζον τὸν Ὅμηρον, ὡς εἶπον, ἀτόπως τόδε εἰρηκότα. ἐπιδιορθοῦται δὲ τούτους ἐν τῷ Περὶ ποιητικῆς], ὡς αὐτὸς Ἀριστοτέλης ἐν τῇ ‘Pητορικῇ φησιν, Ἱππίας ὁ Θάσιος μὴ περισπωμένως ἀναγινώσκων τὸ ου ἀλλ’ ἀποφατικῶς, ὅπερ αὐτὸς ὀξύτερον εἴρηκεν, ἵνα ᾖ τὸ λεγόμενον ὡς ἡ πεύκη τὸ δένδρον οὐ καταπύθεται ὄμβρῳ. λέγει δὲ Θεόφραὄρος [*](4 a: ὅρος I 7 τοῦ ὁμήρου I: τῷ ὁμήρῳ a ἐν τῷ ψ΄ τῆς Ἰλιάδος] v. 326 —330 8 τῷ prius om. a1 πατρόκλῳ a: πρόκλω Ι δὲ al: γὰρ A 9 —11 ἀντικλόχω μέλλοντι μετὰ τ. λ. ἡ. ἀγωνίσασθαι διατιθέμενος τὰ π. τ. ἱ. καὶ τοῦ τ. δ. ἔ. ἔ. ἀγωνίσασθαι Α 9 ὑποτιθέμενος I: ὑποθέμενος a 14 ὀργῦ᾿ Α ὑπὲρ in ras. Α1 16 ἐριρέδα(??) I δύω Α λευκὼ Α: λευκοὶ al 17 ἱππϋ(??) I 18 ante τινὲς add. φησὶ γὰρ τῶ ἀντιλόχω ὁ νέστωρ· ὡς ἔνθα ἴδης ξύλον ἐκ πεύκης ἱστάμενον, τούτου πλησίον γενόμενος, πρὸς τὴν νύσσαν τοὺς ἵππους ἴθυνε Α τινὲς μὲν οὖν τὸν ὅ. κακίζουσι Α 19 τούτου Α 19 τοῦτο a 23 post καταπύθεται add. ὄμβρῳ a 23. 24 τοῦ δένδρου τῆς πεύκης a 24 ὄμβροις a1 25 εἰρηθέντα a1 26 ἐν τῷ περὶ ποιητικῆς, emendationem scilicet sequentis ἐν τῇ ῥητορικῇ falso loco insertam, delevit Vahlen Poet.3 p. 69 27 ἐν τῇ ‘Pητορικῇ] immo ἐν τῷ Περὶ ποιητικῆς c. 25 p. 1461a22 28 ὀξυτόνως a 29 καταπείθεται I 29 post δὲ add. καὶ v Θεόφραστος] Hist, plant. V 4,3 hoc de quercu dicit, cf. Brandis Von den griech. Auslegern des Organons (Abhandl. d. k. Ak. d. Wiss. Berlin 1833) p. 299 Comment. Arist. II 3. Alexander in Sophisticos elenchos.)

34
στος τὸ φυτὸν τῆς πεύκης ὀμβρίοις ὕδασι καὶ πηγαίοις μὴ σήπεσθαι, θαλαττίοις δὲ μάλιστα. ἀλλὰ τοιοῦτον μὲν | τὸ ἓν παράδειγμα. τὸ δὲ [*](f. 12v) ἕτερον τὸ ἐπαγόμενον τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅ φησι τὸν Δία εἰπεῖν, τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, οὐδαμοῦ κεῖται ἐν τῇ Ἰλιάδι· τὰ μὲν γὰρ περὶ τοῦ ὀνείρου ἐν τῇ ἀρχῇ τοῦ βῆτά ἐστιν, οὐδ’ ὅλως δ’ εὑρήσει τις τοῦτο πρὸς ἔπος ἐκεῖ κείμενον. καὶ ἔοικε τὸν μὲν νοῦν ἐκεῖθεν λαβεῖν, αὐτὸς δὲ πλάσασθαι τὸ τοῦ στίχου τεμάχιον τὰ ἔπη τάδε μεταβαλών·
  1. θωρῆξαί ἑ κέλευε καρηκομόωντας Ἀχαιοὺς
  2. πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν.

Τοιαῦτα μὲν τὰ ῥητά. αὐτὸς δὲ καὶ οἴκοθεν βουλόμενος ποιῆσαι τοῦ παρὰ προσῳδίαν παράδειγμα ὡς ἐκ τοῦ ‘Ομήρου τοῦτο ἐπήγαγε. φασὶν οὖν τινες ὅτι εἰς τὸ δέ οἱ ἐστὶν ὁ παραλογισμὸς καὶ ἡ ἁμαρτία τοῦ Ομήρου· ἐκεῖνος μὲν γὰρ οὕτως ἔγραψε, δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, τουτέστι φησὶν ὁ Ζεὺς τῷ ὀνείρῳ ὡς ἀπελθὼν ἀπάγγειλον τῷ Ἀγαμέμνονι ὡς οἱ θεοὶ πάντες ἐψηφίσαντο τὸ σοὶ τὴν νίκην διδόναι. εἰσὶν οὖν τὰ ῥήματα τοῦ Δῖός πρὸς τὸν ὄνειρον ὅτι βὰς ταῦτα εἰπὲ τῷ Ἀγαμέμνονι, ὅτι δίδομεν αὐτῷ πάντες οἱ θεοὶ τὴν νίκην. φασὶν οὖν οἱ ταῦτα λέγοντες ὡς ἐνταῦθα ἁμαρτάνει ὁ ποιητὴς εἰσάγων τὸν Δία λέγοντα ταῦτα τῷ ὀνείρῳ καὶ τρόπον τινὰ ψευδόμενον, ὅπερ οὐκ ἔστι θεοῦ. οἱ γοῦν ἐπιδιορθούμενοι τοῦτόν φασιν ὡς οὐ τῷ Ἀγαμέμνονι ὁ Ζεὺς ἔλεγε τὸ εὖχος δοθῆναι ἀλλὰ τῷ ὀνείρῳ κατὰ τοῦ Ἀγαμέμνονος· ἀναγινώσκουσι δὲ οὕτως, δίδομεν δὲ οἷ ἀντὶ τοῦ ‘σοί᾿, τῷ ὀνείρῳ. ἔστι δὲ καὶ τοῦτο ψεῦδος· ὁ γὰρ αὐτὸς νοῦς ἐστι, κἄν ὁ τόνος ἀναβιβασθείη, κἄν περισπασθείη ἡ ἀντωνυμία ἡ ‘οἷ᾿ ποῦ γοῦν ἐστιν ἡ ἁμαρτία; ἢ οὐκ εἰς τὸ δέ οἱ ἀλλ’ εἰς τὸ δίδομεν· ἐπειδὴ γὰρ ἴδιόν ἐστι τῆς Δωρικῆς διαλέκτου τὸ ἀντὶ τοῦ διδόναι λέγειν διδόμεναι καὶ ἀντὶ τοῦ εἶναι τὸ ἔμμεναι, τῆς αὐτῆς δὲ καὶ τὸ ἀποκόπτειν πολλάκις τὸ (??) τῆς ἀπαρεμφάτου ἐγκλίσεως, τοῦτο [*](1 τὰ φυτὰ b 3 ἕτερον τὸ om. Α ἐπαγόμενον a2A: ἑπόμενον a1I τὸ alterum om. Α 4 τὸ om. Α οὐδαμῶς Α 6 post ἔοικεν add. ὁ ἀριστοτέλης Α 7 αὐτὸς Α: αὐτὸ I: αὐτὸν a 9 ante θωρῆξαι add. versus proximos: βάσκ᾿ ἴθι—ἐπιτέλλω (B 8 —10) Α 10 ἕλοι Α post εὐρυάγυιαν add. ex Homero τρώων Α 11 post ῥητά add. τοῦ ὁμήρου Α καὶ om. Α ποιῆσαι post παράδειγμα (12) collocat Α 12 post ἐπήγαγε add. τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι Α 13 φασὶ γοῦν Α 14 ἐκεῖνος Α: ἐκεῖνο al ἔγραφεν Α post ἀρέσθαι add. ἤγουν αὐτῶ τῶ ἀγαμέμνονι A 15 φησὶν post ὀνείρῳ collocat Α —19 ἐψηφίσαντο πάντες αὐτῷ τὴν νίκην δοθῆναι. λέγουσι γοῦν ὡς ἁμαρτάνει ἐνταῦθα Α 16 τὸ fort, delendum 18 δίδομεν a1 διδόαμεν a2I οἱ alt. I: om. a 19 Δία λέγοντα scripsi cf. p. 35,5. 6: διαλεγόμενον aAI 20 θυμοῦ a1 γοῦν al: δὲ Α 22 ἀναγινώσκουσι δὲ οὕτως al: διὸ καὶ ἔλεγον ὅτι οὕτως δεῖ ἀναγινώσκεσθαι Α 23 οἱ a ἀντὶ τοῦ al: ἤγουν Α 23. 24 ἔστι δὲ—ἐστι al: εὖχος ἀρέσθαι· οὐ γὰρ τῶ ἀγαμέμνονι ὡς εἴρηται ὁ ζεὺς ἔλεγε τὸ εὖχος δοθῆναι· ἀλλὰ τῶ ὀνείρῳ κτὰ τοῦ ἀγαμέμνονος· καὶ οὕτως Α 25 οἱ (post ἡ) a post οἴ add. πάλιν ἀπατεὼν ὁ ζεὺς φαίνεται· ὡς δύναμιν διδοὺς τῶ ὀνείρῳ ἀπατῆσαι τὸν ἀγαμέμνονα Α ἁμαρτία aA: ἀντωνυμία I 26 post δίδομεν add. καὶ ἐστιν ἡ λύσις τούτου τοιαύτη Α 27 τὸ Al: om. a post δὲ add. διαλέκτου ἐστὶ Α 28 καὶ τὸ aA: τὸ καὶ I αι Al: om. a)

35
ἐνταῦθα εὑρίσκεται. εἰ γοῦν τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι ἀναγνῷ τις τὸν τόνον θεὶς εἰς τὸ δι’, τὸν Δία ποιεῖ ψευδόμενον ὡς ὑπισχνούμενον διδόναι τὴν νίκην καὶ μὴ εἰς ἔργον ἐξάγοντα τὴν ὑπόσχεσιν. εἰ δὲ εἰς τὸ δο τὸν τόνον θεὶς ἀναγνῷ τὸ ἑξῆς, καὶ τὸν Δία τοῦ ψεύδεσθαι ἀπολύσει καὶ τῷ ‘Ομήρῳ περιποιήσεται τὸ ἀνέγκλητον, ὡς τοῦ Δῖός λέγοντος τῷ ὀνείρῳ καὶ ἐπιτάττοντος διδόμεναι αὐτὸν τὸν ὄνειρον τὸ εὖχος τῷ Ἀγαμέμνονι καὶ μὴ αὐτοῦ τοῦ Δῖός· καὶ γοῦν ὁ ὄνειρος ὑπισχνεῖται τῷ Ἀγαμέμνονι τὸ εὖχος καὶ ψεύδεται καὶ οὐχ ὁ Ζεὺς αὐτός.

[*](p. 166b 10)

Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνουσιν, ὅταν τὸ μὴ ταὐτὸν.

Ὁ ἕκτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντές εἰσι παραλογισμοί· οὕτως δὲ λέγεται, ὅτι ἡ ποιὰ σχέσις τοῦ σχηματισμοῦ τῆς λέξεως αἰτία γίνεται τοῦ παραλογισμοῦ, καὶ ὅτι τὸ σχῆμα ταὐτὸν ὂν τοῖς μὴ ταὐτοῖς κατὰ τὴν φύσιν ταὐτὰ ταῦτα φαίνεσθαι ποιεῖ. οἷον τί φημι; τὸ παθητικὸν διὰ τὸ ὁμοιόσχημον εἶναι τῷ ἐνεργητικῷ ὡς ἐνεργητικὸν λαμβάνει ὁ σοφιστὴς καὶ παραλογίζεται, ὡς ἐπὶ τοῦδε· πότερον τὸ μανθάνειν ἐνεργεῖν ἐστι περὶ τὴν μάθησιν; ναί· τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν διδάσκειν ἐστί; ναί· τὸ ἄρα μανθάνειν διδάσκειν ἐστί. παρὰ τὸ σχῆμα οὖν τῆς λέξεως λέγεται, ὅτι ἐσχημάτισται τὸ παθητικὸν εἰς τὸ ἐνεργητικὸν καὶ τὸ ἐνεργητικὸν εἰς τὸ παθητικόν, καὶ διότι τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δηλοῖ καὶ ἀμφότερα· παρίστησι γὰρ καὶ ἐνέργειαν τοῦ διδάσκοντος, ὁμοίως δὲ καὶ πάθος τοῦ διδασκομένου ἢ μᾶλλον εἰπεῖν γένεσιν, καθὼς ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ φησί· τὴν γὰρ τοῦ μαθητοῦ τελείωσιν γινομένην παρὰ τοῦ διδασκάλου οὐ πάθος εἶναί φησιν ἀλλὰ γένεσιν μᾶλλον· εἰ δέ τις αἱροῖτο καὶ πάθος κατονομάζειν, οὐχ ἀπλῶς ἄν εἴη πάθος ἀλλὰ τελειωτικόν). κατὰ γοῦν τὸ ἐσχηματίσθαι κατ’ ἐνέργειαν τὸν λόγον γίνεται ἡ ἀπάτη καὶ τὸ μὴ ταὐτόν, ἤγουν τὸ παθητικόν, μὴ ὂν ὅμοιον τῷ ἐνεργητι | κῷ ὡσαύτως αὐτῷ f. 13r ἑρμηνεύεσθαι, ἢ τὸ ἀνάπαλιν· συμβαίνει γὰρ τὸν σοφιστὴν ἀπατᾶν τὸν προσδιαλεγόμενον, καὶ ὅταν τὸ ἐνεργητικὸν μὴ ὂν ἴσον τῷ παθητικῷ ὡς παθητικὸν λέγηται. τὰ δὲ σοφίσματα ὧν αὐτὸς μνημονεύει τοιαῦτά εἰσιν· οὐχὶ τὸ ἄρρεν οὐδέτερον; οὐχὶ τὸ θῆλυ οὐδέτερον; τὸ ἄρρεν ἄρα θῆλυ καὶ τὸ θῆλυ ἄρρεν. ἢ πάλιν τὸ μεταξύ, ἤγουν τὸ οὐδέτερον τοῦτο [*](2 δι’ v: δίδομεν aAI 4 εἰς—ἑξῆς al: οὕτως ἀναγνῶ τίς, διδόμεν δέ οἱ εὖχος ἀρέσθαι, ὡς εἶναι τὸ διδόμεν ἀντὶ τοῦ διδόμεναι Α τὸ δο a: om. I 5 ἀπολύσει Α: ἀπολύσεις al 8 τῷ (ante εὖχος) a 13 σχέσις Α: λέξις al 14 τοῖς μὴ ταὐτοῖς Α: τοῦ μὴ ταυτοῦ al ταὐτά ταῦτα Α: ταὐτά I: ταὐτὸν a 15 ποιεῖ Α: πείθει al 20. 21 καὶ—παθητικόν om. a1 20 post καὶ add. ἀνάπαλιν a2 21 καὶ διότι iterat Α ἀμφότερα Al: ἀμφότερον a 22 post ἐνέργειαν add. τὴν I: om. aA 23 ante γένεσιν add. τὴν a ἐν τῇ Περὶ ψυχῆς πραγματεία,] II 5 p. 417b12 sq. 25 φησὶν Al: φημὶ a αἱροῖτο Al: ἐρεῖ τὸ a 26. 27 ἐσχηματίσται (sic) I 27 ταὐτὸ A 29 ἑρμηνεύεσθαι scripsi: ἑρμηνεύεται aAI 30 καὶ, quod ante μὴ add. I, transposui: om. aA)

36
γάρ ἐστι τὸ μεταξὺ θήλεος καὶ ἄρρενος), ὡς θάτερον τούτων ἑρμηνεύεται, ἢ ὡς ἄρρεν ἢ ὡς θῆλυ. ἔστι δὲ καὶ ἡ τοῦ τοιούτου σοφίσματος ἀγωγὴ τοιαύτη· οὐχὶ ὁ λίθος ἄρρην; οὐχὶ ὁ Καλλίας ἄρρην; ὁ λίθος ἄρα Καλλίας. ἰδοὺ γοῦν τὸ οὐδέτερον, ἤγουν ὁ λίθος, διὰ τὸ σχῆμα τῆς λέξεως, ἤγουν τὸ ἀρσενικῶς ἐκφωνεῖσθαι, ἄρρεν δοκεῖ. τὸ δὲ ὅτι τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιὸν οὕτως ἠρωτᾶτο· οὐχὶ τὸ ποιὸν οὐδέτερον; οὐχὶ τὸ ποσὸν οὐδέτερον; τὸ ποιὸν ἄρα καὶ τὸ ποσὸν ταὐτόν. ἢ τὸ ποιοῦν πάσχον ἢ τὸ διακείμενον ποιοῦν, διακείμενον τὸ πάσχον λέγων. συλλογίζονται δὲ τὸ ποιοῦν ὡς πάσχον καὶ τὸ πάσχον ὡς ποιοῦν οὕτως· οὐχὶ τὸ ‘τύπτεται᾿ ῥῆμά ἐστιν; οὐχὶ τὸ ‘μέμφεται᾿ ῥῆμά ἐστι; τὸ ‘μέμφεται’ ἄρα καὶ τὸ ‘τύπτεται᾿ ταὐτόν· τὸ ἐνεργεῖν ἄρα καὶ τὸ πάσχειν ταὐτόν· τὸ γὰρ ‘μέμφεται’ ἐνεργητικὸν ὂν ὡς ταὐτὸν ὂν τῷ ‘τύπτεται᾿ συνάγουσι. καὶ τἆλλα δέ, φησίν, ὡς διῄρηται, τουτέστι καὶ τὰς ἄλλας κατηγορίας, ἃς ἐν ταῖς Κατηγορίαις ἐδίδαξε, δύναται ὁ σοφιζόμενος ἐν παραλογισμῷ παραλαμβάνειν καὶ τὸ ποιὸν ὡς πρός τι δεικνύναι καὶ τὸ ποσὸν ὡς πρός τι καὶ τὸ πρός τι ὡς ποιὸν καὶ τὸ ποιεῖν πάσχειν. τίθησι δὲ καὶ τούτου παράδειγμα τοιοῦτον· οὐχὶ τὸ ὑγιαίνειν ἀπαρέμφατον; οὐχὶ τὸ τέμνειν ἀπαρέμφατον; τὸ ὑγιαίνειν ἄρα καὶ τὸ τέμνειν ταὐτόν· ἀλλὰ τὸ μὲν ὑγιαίνειν πάσχειν τί ἐστιν, εἴπερ ἡ ὑγεία διάθεσις σώματος ζῴου ἐν συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν τούτου γάρ ἐστι δηλωτικὸν τὸ καίτοι τὸ μὲν ποιόν τι καὶ διακείμενόν πὼς δηλοῖ), τὸ δὲ τέμνειν καὶ οἰκοδομεῖν ποιεῖν· τούτου γὰρ πάλιν ἐστὶ δηλωτικὸν τὸ τὸ δὲ ποιεῖν τι. ἠρώτα δὲ καὶ τοιοῦτον λόγον ὁ Εὐθύδημος· “πότερον ὁρῶσι καὶ οἱ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα ἱμάτια; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα’’· ὁρᾷ ἄρα τὰ ἱμάτια. οὐχ ὅσα γοῦν ἐνεργητικῶς λέγεται, ἐνεργειῶν εἰσι δηλωτικά· τὸ γὰρ ὁρᾶν ἐνταῦθα, εἰ καὶ ἐνεργητικόν ἐστιν, ἀλλ’ ἀντὶ τοῦ ὁρᾶσθαι δέδωκεν· ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ βλέπειν, καὶ συνήγαγεν ὅτι δύναται βλέπειν τὰ ἱμάτια. τὸ δὲ ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν ἴσον ἐστὶ τῷ ‘ἔστι γὰρ ἀπὸ τῶν σημαινόντων ἐνέργειαν τὸ μὴ ὂν λαμβάνειν ὡς ἐνεργείας ὂν σημαντικόν᾿, ὡς ἐπὶ τοῦ μανθάνειν καὶ τοῦ ὁρᾶν εἴρηται. καὶ οἱ μὲν παρὰ τὴν λέξιν τρόποι τῶν σοφισμάτων τοσοῦτοί εἰσιν, ἀντὶ τοὐ ἕξ, καὶ τοιοῦτοι, οἷον καθ’ ἕκαστον αὐτῶν εἶναι ἔφημεν.

[*](6 ποιὸν prius a2I: ποιεῖν a1 ἠρωτᾶτο I: ἐρωτᾶται a 8 ποιοῦν prius QR Arist.: ποιὸν al 9 post λέγων add. τὸ γὰρ πάσχον διάκειται κατὰ τὴν πάθησιν a 13 δέ om. a 15 ποιεῖν a1 17 καὶ om. a 20 ἐν συμμετρία a1I: ὡς συμμετρία a2 23. 24 ὁ Εὐθύδημος] c. 25 p. 300 Α 24 καὶ prius om. a 30 ὡς a Arist: καὶ I 31 γὰρ om. a1 31. 32 ἐνέργειαν Κ: ἐνεργεία a: compend. I 32 ἐνεργείας QR: ἐνεργεία a: compend. Ι 34 τοσοῦτοι a2: τοιοῦτοι a1I)
37
[*](p. 166b 21)

Τῶν δὲ ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἐστὶν ἑπτά.

Εἴπομεν καὶ πρότερον ὅτι πάντων τῶν ὄντων εἰς φωνὰς καὶ πράγματα διαιρουμένων καὶ ἐν ἑκάστοις τούτων παραλογισμῶν γινομένων εἰπὼν ὁ Ἀριστοτέλης τοὺς ἐν ταῖς φωναῖς γινομένους παραλογισμούς, οὓς καὶ παρὰ τὴν λέξιν ἐκάλεσε, καὶ διαλαβὼν περὶ αὐτῶν ἀρκούντως, πῶς γίνονται καὶ πῶς συνίστανται μόνον ὕστερον γὰρ καὶ περὶ τῆς αὐτῶν ἐρεῖ λύσεως), νῦν καὶ τοὺς ἐκ τῶν πραγμάτων γινομένους παραλογισμοὺς τίθησιν, οὗς καὶ ὀνομάζει ἔξω τῆς λέξεως, διότι οὐχὶ ἡ λέξις κἀνταῦθα ἢ ἡ ταύτης σύνθεσις ἢ διαίρεσις ἢ ὁ ἐν τῇ λέξει τόνος ἢ τὸ πνεῦμα ἢ τὸ ὁμοιόσχημον τῆς λέξεως αἴτιον γίνεται τοῦ παραλογισμοῦ. διαλαβὼν δὲ καὶ πε|ρὶ τούτων, ὅπως τε γίνονται παρὰ τῶν σοφιστῶν καὶ συνίστανται, [*](f. 13v) προιὼν καὶ περὶ τῆς τούτων λύσεως ἐν τῷ προσήκοντι διαλήψεται. καὶ γοῦν πρότερον ἀπαριθμεῖται αὐτοὺς λίαν σαφῶς, πόσοι καὶ τίνες εἰσίν. ἑπτὰ μὲν οὖν οἱ πάντες· ὁποῖοι δέ, ἐν τοῖς ἑξῆς θεωρήσομεν. καὶ πρῶτος τῶν ἄλλων ἐστὶν ὁ παρὰ τὸ συμβεβηκός.