In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 180b 17)

‘Oμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος.

Δεῖ πρότερον τὴν ἀγωγὴν τοῦ σοφίσματος ἐκθέσθαι· οὕτω γὰρ καὶ ἡ λύσις, ἣν αὐτὸς ἐπήγαγε καὶ ὑπέγραψε, δήλη ἔσται. ἔστι δὲ ἡ ἀγωγὴ τοῦ παραλογισμοῦ αὕτη· ἆρά γε βούλεταί τις τὸ ἑαυτοῦ κακόν; οὔ· τί δέ, τὸ κλέπτειν κακόν; ναί· βούλεται δὲ ὁ κλέπτης κλέπτειν; ναί· τὸ ἑαυτοῦ ἄρα βούλεται κακόν. λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται ἐν οἷς λέγει οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. τὸ δὲ ὅτι κακὸν τὸ κλέπτειν κατεσκεύαζον οἱ σοφισταὶ δεικνύντες κακὸν τὸν κλέπτην. ἐδείκνυον δὲ αὐτὸν κακὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ κλέπτου, ὃν αὐτὸς κλέπτου λόγον εἶπεν· εἰ γὰρ κλέπτης ἐστί, φασίν, ὁ βουλόμενος τὰ ἀλλότρια λάθρᾳ λαμβάνειν, τοῦτο δὲ κακόν, καὶ ὁ κλέπτης ἄρα κακόν· ὥστε καὶ τὸ κλέπτειν κακόν· ὥστε βούλεται ὁ κλέπτης τὸ ἑαυτοῦ κακόν. τοῦτο λύων Ἀριστοτέλης ἐπήγαγε τὸ οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν, δυνάμει λέγων ἰού γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ κλέπτειν ὡς κακὸν βού- λεται, ἀλλ’ ὡς ἀγαθόν’· παντὸς γάρ, οὗ τις ἐφίεται, ὡς ἀγαθοῦ [*](11 ἤτοι I: ἤγουν a 16 ὡς I: om. a 24 ὑπέγραφε a 25 αὕτη τοιαύτη a 29 an τὸ γὰρ? 33 ὥστε prius] ὥς ex ὢν (spiritus non liquet) corr. I 34. 35 οὐχὶ, omisso γὰρ, A 36 οὐ γὰρ al: ὡς οὐχὶ Α 37 οὗ τινος I pr.)

172
κἂν κακόν ἐστιν· ὥστε καὶ ὁ κλέπτης οὐχ ὡς κακὸν ἀλλ’ ὡς ἀγαθὸν βούλεται τὸ κλέπτειν· οὐκ ἄρα τὸ ἑαυτοῦ βούλεται κακόν. ὅτι δὲ τὸ τὰ ἀλλότρια λαμβάνειν ἀγαθὰ οὐκ ἔστι κακὸν τῷ λαμβάνοντι οὐδ’ ὡς κακὰ σπουδάζει λαβεῖν ἀλλ’ ὡς ἑαυτοῦ ἀγαθά, κατεσκεύασε διὰ τῆς τῶν κακῶν ἀποβολῆς, δυνάμει λέγων ‘ὥσπερ τὸ ἀποβαλεῖν τὴν νόσον καίτοι κακὸν οὖσαν οὐκ ἔστι κακόν, οὕτως οὐδὲ τὸ λαμβάνειν ἀγαθὰ χρήματα τὰ | ἀλλότρια κακόν ἐστι τῷ λαμβάνοντι’, ὧν γὰρ ἡ ἀποβολή, ὡς ἐν τοῖς [*](f. 54v) τοπικοῖς εἴρηται, κακόν, τούτων ἡ λῆψις ἀγαθόν· ἀλλὰ μὴν ἡ ἀποβολὴ τοῦ χρήματος κακόν· ἡ λῆψις ἄρα ἀγαθόν· τὸ κλέπτειν ἄρα ἀγαθόν. ῥητέον δὲ πρὸς τοῦτο ‘ἄρα οὐχὶ πᾶσα λῆψις ἀγαθὸν ἀλλὰ τοιάδε’. τὸ δὲ ἐφεξῆς σόφισμα τοιοῦτόν ἐστιν. εἰ τὸ ἀποθανεῖν ἀδίκως αἱρετώτερον τοῦ δικαίως ἀποθανεῖν (ὥσπερ καὶ ὁ Σωκράτης πρὸς τὸν εἰπόντα ‘ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεις’ εἴρηκε ‘σὺ δὲ ἄρα ἠβούλου με δικαίως ἀποθανεῖν’῾ ὁ γὰρ δικαίως ἀποθνήσκων ὡς φονεὺς ἢ ὡς κακοῦργος τοῦτο πάσχει· ὁ δὲ ἀδίκως πάσχων δίκαιος, καθάπερ καὶ ὁ Σωκράτης), εἰ οὖν τὸ ἀδίκως, φασὶν οἱ σοφισταί, ἀποθνήσκειν τοῦ δικαίως αἱρετώτερον, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον. τὴν δὲ τοῦ σοφίσματος τούτου λύσιν παρακατιὼν ἐρεῖ. τοῦ δὲ συμπεραινομένου σοφίσματος τὸ αὐτὸ εἶναι δίκαιον καὶ οὐ δίκαιον μετ’ ὀλίγον τὴν ἀγωγὴν φανερῶς ἐκθήσομεν. χρεὼν δέ ἐστι πρότερον πρὸς σαφήνειαν τοῦ λεγομένου τοῦ ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν εἰρημένου ἀναμνησθῆναι, ὅπερ ἐστὶ τὸ ἄλλο μὲν εἶναι τὸ φύσει δίκαιον, ἄλλο δὲ τὸ κατὰ δόξαν τοῦ κρίναντος, ἄλλο δὲ τὸ κατὰ τὴν διάταξιν τοῦ νόμου περατωθέν. ὥστε ἐνδέχεται τὸ αὐτὸ καὶ δίκαιον εἶναι καὶ ἄδικον· τὸ γὰρ κατὰ νόμον δίκαιον οὐκ ἀνάγκη καὶ φύσει ἢ τῇ δόξῃ τοῦ κρίναντος δίκαιον εἶναι, ἀλλ’ ἐνδέχεται μὲν ὡς πρὸς τὴν φύσιν εἶναι ἄδικον, καθὸ δὲ γέγονεν ὡς οἱ νόμοι διατάττονται, εἶναι δίκαιον. ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ πρὸς τὸν Σωκράτην λέγει ὅτι, ἄν τις τὸ κατὰ νόμους εἴπῃ, σὺ μεταλαμβάνων τὸ κατὰ φύσιν, εἰ δέ τις τὸ κατὰ φύσιν, σὺ τὸ κατὰ νόμους ἐπιφέρων κυκᾷς καὶ συγχεῖς τὰς διαλέξεις. οὕτως οὖν τοῦ δικαίου τριχῇ διαιρουμένου ἀφορμαὶ πολλαὶ παραλογισμῶν ἐντεῦθεν τοῖς σοφιστεύουσι δέδονται, ὡς καὶ ἐπὶ τοὐ παρόντος· ἔλεγον γάρ· ἆρα δίκαιόν ἐστι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτοῦ, ἄδικον δὲ τὸ τὰ ἀλλότρια; ἢ οὕτως· πότερόν ποτέ φαμεν εἶναι δίκαιον καὶ κρίσιν δικαίαν (τὸ γὰρ δίκαιον ἀντὶ τοῦ * * δικαίου εἴληπται ὡς μηδὲν διαφέρον) οὐχὶ τὸ ἕκαστον τῶν κρινομένων ἔχειν τὰ ἑαυτοῦ καὶ ἃ δεῖ ἔχειν αὐτόν; ναί· ἄδικον δὲ καὶ κρίσιν ἄδικον οὐχὶ τὴν κυρώσασαν τὰ [*](2 βούλεται κακόν Ι: inv. ord. a 7 ὦν γὰρ Α: εἰ γὰρ ὧν al 7. 8 ἐν τοῖς τοπικοῖς] III 2 p.117b3sq. 10 ἆρα a: fort. ἀλλὰ cf. p. 148,29 n. 14 δὲ I: om. a 20 πρὸς σαφήνειαν πρότερον a 20. 21 ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν] c. 10 p. 1134b18sp. 21 μὲν om. Α τὸ alt. postea add. I1 22 δὲ prius om. Α κρίνοντος Α 23 περατωθέν scripsi cf. p. 174,25: περαιωθέν aAI καὶ om. Α 24 καί φησι a 27 ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ] c. 38 p. 483 Α memoriter citat 29 συγχωρεῖς I pr. 30 τριχῆ AI; τριχῶς a 31 δέδονται] ν superscr. I1 32 τὸ καθέκαστον ἔχειν τὰ καθ’ ἑαυτοῦ Α 34 adde κατὰ δόξαν τοῦ κριτοῦ (sive δικαστοῦ) 36 καθριώσασαν )
173
ἀλλότρια ἔχειν τὸν μὴ κύριον; ναί. εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὅδε ἔχει τὰ χρήματα τούτου λαβών· καὶ ᾗ μὲν ἐκ τοῦ νόμου ἢ καὶ τῆς δόξης τοῦ κριτοῦ ἔλαβε (τοῦτο γὰρ λείπει), ᾗ μὲν οὖν ἐκ τούτων ἔλαβε, τὰ ἑαυτοῦ ἔχει· τὸ δὲ τὰ ἑαυτοῦ ἔχειν κεῖται δίκαιον εἶναι· εἰ δὲ δικαίως ἔχει, δικαία ἡ κρίσις· κατὰ νόμους γὰρ ἔχει· ᾗ δὲ πάλιν τοῦ ἀποστερηθέντος ἦσαν, ἄδικος ἡ κρίσις· ἡ αὐτὴ ἄρα δικαία καὶ ἄδικος. οἷον εἴ τις συκφάντης ἔλεγε τὴν οἰκίαν ἢ τὸν ἀγρὸν τοῦ Πλάτωνος, ἃ κατεῖχε μίσθωμα καὶ φόρους τελῶν τῷ Πλάτωνι, μὴ τοῦ Πλάτωνος εἶναι ἀλλ’ οἰκεῖα, ἔκρινε δὲ ὁ δικαστὴς ὀμωμοκέναι τὸν Πλάτωνα καὶ γενέσθαι κύριον τοῦ ἀγροῦ ἢ τῆς οἰκίας, ὁ δὲ Πλάτων’ διὰ τὴν περὶ τὸν ὅρκον εὐλάβειαν τὸν συκοφάντην εἴασεν ἔχειν τὰ ἑαυτοῦ, οὕτως ὁ συκοφάντης τὰ μὲν ἑαυτοῦ ἔχει· ἁ γὰρ ἀπὸ νόμου τις ἔσχεν, ὡς ἴδια ἔλαβε· τὸ δὲ τὰ ἴδια ἔχειν κεῖται δίκαιον εἶναι· ὥστε δικαία ἡ κρίσις. ἄδικος δὲ τῇ φύσει· τῇ γὰρ φύσει δίκαιον εἶναι] μὴ πρὸς ὅρκους ἀφιέναι τὸν Πλάτωνα, ἀλλ’ ἐκεῖνον μὲν ἀπορρῖψαι ὡς βδελυρὸν καὶ συκοφάντην, ἀποδοῦναι δὲ τῷ Πλάτωνι τὰ ἑαυτοῦ. ἡ αὐτὴ ἄρα κρίσις δικαία καὶ ἄδικος, καὶ τὸ αὐτὸ δίκαιόν ἐστι καὶ ἄδικον. ἡ μὲν παραγωγὴ τοῦ σοφίσματος αὕτη. κατὰ δὲ τὴν λέξιν τὴν κυρία ἐστὶν ἐκ τοῦ νόμου <τὸ ἐκ τοῦ νόμου> πρόσκειται, ὅτι τὴν τῶν δικαστῶν κρίσιν εἶναι κυρίαν. ἃ δ’ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἀν ᾖ ψευδής, κυρία ἐστὶν ἐκ τοῦ νόμου· κἂν γὰρ ἄδικός ἐστιν ἡ κρίσις, κατὰ μέντοι γε τὸ δόξαν αὐτῷ δίκαιον ἔκρινε, κυρίαν εἶναι τήνδε τὴν κρίσιν λέγει ὁ νόμος. τὴν μὲν οὖν τοῦ σοφίσματος παραγωγὴν καὶ λύσιν εἴπομεν. ἃ δὲ λέγει διὰ τῆς λέξεως ἐστιν· ὅσα ἄν τις κρίνῃ κατὰ δόξαν τὴν | αὑτοῦ, κἄν ψευδὴς κἄν ἄδικος ἡ κρίσις [*](f. 55r) ἐστί, κυρία ἐστὶν ἐκ τοῦ νόμου· νόμος γὰρ ἦν Ἀθηναίοις τὰς δικασθείσας δίκας κυρίας εἶναι. καὶ τοῦτο δῆλον πεποίηκεν καὶ ἐν τῷ Κρίτωνι τοὐ Πλάτωνος Σωκράτης· λέγει γὰρ ἐν ἐκείνοις ὁ Σωκράτης “τί ἐροῦμεν πρὸς ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα τοιαῦτα; πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου, ὃς τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι’’. ἐν δὲ τῷ ‘πότερον δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ ἄδικα;’ τὸ κρίνειν ἴσον ἐστὶ τῷ κατακρίνειν καὶ καταδίκῃ ὑποβάλλειν. τίνα γάρ φασί, δεῖ καταδίκης ἀξιοῦν, τὸν τὰ δίκαια λέγοντα ἢ τὰ ἄδικα; εἰπόντος δὲ τοῦ ἀποκρινομένου ὅτι τὸν τὰ ἄδικα λέγοντα καταδικάζειν δεῖ, ἐπῆγον περὶ τοῦ ἀδικηθέντος [*](2 καὶ alt. om. Α 5 ἡ superscr. Α1 8 τῶ πλάτωνι Α: πλάτωνος al 9 ὀμωμοκέναι I 10 ἢ Α: καὶ al 12 τις postea add. I1 13 ἄδικος δὲ al: spatium 6 litt. Α τῆ alt. scripsi: τὸ aAI γὰρ φύσει al: spatium 6 litt. Α 14 εἶναι ut e vs. 13 illatum delevi 15 βδελλυρὸν a 18 τὸ—νόμου addidi 19 κρίσιν εἶναι aA: inv. ord. I ἁ ex ἆ corr. Ι1 21 τὸ AI: τὴν a αὐτῶ A: αὐτοῦ a: compend. I post ἔκρινε add. δὲ τὴν a 24 καὶ ἅδ’. conicio 24. 25 ἐστὶν ἡ κρίσις A 26 ἐν τῷ Κρίτωνι] c. 11 Β 28 ἔχοι Α: ἔχη I: ἔχει a 29 ῥήτωρ Plato: ῥήτορα a: ῥήτορας Α: compend. I 30 πότερα Α Arist. 31 ἄδικα—δίκαια a 32 καὶ— ὑποβάλλεινoia. om. A δεῖ b: δεῖν aAI 33 δὲ AI: γὰρ a)
174
λέγοντες· ὅδε δὲ ἄδικα λέγει· ἃ γὰρ ἔπαθεν, ἐκεῖνα καὶ διηγεῖται καὶ λέγει· ἔπαθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει· ὥστε εἰ τὸν τὰ ἄδικα λέγοντα κρίνειν δεῖ καὶ καταδικάζειν, οὗτος δὲ ἄδικα λέγει, τοῦτον ἄρα δεῖ καταδικάζειν· οὗτος δέ ἐστιν ὁ ἀδικηθείς· δεῖ ἄρα τὸν ἀδικηθέντα καταδικάζειν, δικαιοῦν δὲ τὸν ἄδικον. τὸ δὲ ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν ὡς αἰτία ἐπῆκται τοῦ ἄδικα λέγειν τὸν ἀδικηθέντα· δίκαιον γάρ, φασὶν οἱ σοφισταί, λέγειν τὸν ἀδικηθέντα ἃ πέπονθε· πέπονθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει. μέχρι μὲν τούτου ἐτίθει μόνα αὐτὰ τὰ σοφίσματα· τὸ δὲ ἐντεῦθεν τὰς λύσεις αὐτῶν ἐπάγει. ἔστι δὲ ἣν νῦν λέγει ἐν τῷ οὐ γάρ, εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως λύσις τοῦ λέγοντος σοφίσματος ‘εἰ τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερόν ἐστι τοῦ δικαίως, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον’. ἔστι δὲ ὃ λέγει· οὐ γάρ, εἰ τὸ ἀποθανεῖν ἀδίκως ἢ ὅλως παθεῖν τι ἀδίκως αἱρετόν, καὶ ἀπλῶς τὸ ἀδίκως τοῦ δικαίως αἱρετώτερον, ἀλλ’ ἀπλῶς μὲν αἱρετώτερόν ἐστι τὸ δικαίως καὶ τὸ δίκαιον, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως, τουτέστιν ἐνταῦθα μέντοι οὐδὲν κωλύει τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερον εἶναι τοῦ δικαίως· οὐ γάρ, εἰ τί ποτέ ἐστιν αἱρετώτερον ἢ πρός τι, καὶ ἁπλῶς τὸ οὕτως λεγόμενον αἱρετώτερόν ἐστι. τὸ δὲ καὶ τὸ ἔχειν τὰ ἑαυτοῦ δίκαιον, τὰ δὲ ἀλλότρια οὐ δίκαιον λύσις ἐστὶ τοῦ σοφίσματος τοῦ τὰ ἑαυτοῦ ἔχειν ἕκαστον δίκαιον εἶναι ἀξιοῦντος. λέγει δὲ ἀληθὲς μὲν εἶναι τὸ δίκαιον λέγειν τὰ ἑαυτοῦ ἔχειν, ἄδικον δὲ τὸ τὰ ἀλλότρια· κρίσιν μέντοι τοιαύτην, εἰ καὶ ψευδής ἐστι, τουτέστιν εἰ καὶ ἡμαρτημένη ἐστὶ πρὸς τὸ φύσει δίκαιον βλέποντι, ὅμως οὐδὲν κωλύει λέγειν δικαίαν εἶναι, ἐπειδὴ κατὰ τὴν τῶν νόμων πρόσταξιν πεπέρασται, καὶ πολλὰ μέν εἰσιν ἃ φαίνεται ἄδικα μὲν διὰ τὸ μὴ κατὰ νόμους προβῆναι, δίκαια δὲ ὅμως ὄνια φύσει, καὶ πολλὰ ἔμπαλιν δίκαια διὰ τὸ νομίμως πεπεράνθαι, ἄδικα δὲ φύσει. οὐ γάρ, εἰ δίκαιον, φησί, τὸ τοδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον, τουτέστιν οὐ γάρ, εἰ ὁ νόμος δίκαιον μὲν λέγει τοδί, τοὐναντίον δὲ ἔκρινεν ὁ δικαστὴς πρὸς τὸ φύσει δίκαιον ἀποβλέψας, καὶ ἀπλῶς τὸ μὲν παρὰ τοῦ νόμου λεγόμενον δίκαιόν ἐστι, τὸ δὲ κατὰ τὴν δόξαν τοῦ κριτοῦ ἄδικον, ἀλλ’ ἐνδέχεται καὶ ἔμπαλιν.

[*](p. 180b 34)

‘Oμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν.

Τοῦτο λύσις ἐστὶ τοῦ τελευταίου σοφίσματος τοῦ λέγοντος “πότερον δεῖ κατακρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα;’’. ἔστι δὲ τοιαύτη· [*](5 καὶ om. Α 6 αἴτιον Α 8 ἐτίθη a 9 τὸ σοφίσματα (sic) Ι 10 τί AI: τὸν a 15 αἱρετώτερον prius] αἱ postea, ut videtur, add. Ι1 19. 20 δίκαιον Α, corr. Ι1: δίκαια a, I pr. 20 δίκαον I τὰ alt. Arist.: τὸ al: τὸ τὰ Α 21 ἀξιοῦντα Α 23 ταύτην Α εἰ καὶ alt. om. Α 25 πεπεράσθαι a 27 ὄντα φύσει Α: ὄντα τῇ φύσει a: φύσει ὄντα I 28 τοδὶ a Arist.: ὡδὶ AI 29 δὲ I: om. aA 30 δικαστὴς Α: σοφιστὴς al 31 παρὰ τῷ νόμῳ a 33 ἄδικον I 35 ἄδικα—δίκαια a)

175
οὐδέν, φησί, κωλύει ἄδικα ὄντα τὰ λεγόμενα δίκαι ὂν εἶναι λέγειν αὐτά. τὸ δὲ οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι ἐναντίως ἔχειν μοι δοκεῖ τοῖς εἰρημένοις· ἔδει γάρ, ὡς οἶμαι, οὕτως εἰπεῖν· οὐ γὰρ ἀνάγκη ἄδικα εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά· ἃ γὰρ πέπονθέ τις ἀδίκως, λέγει, καὶ οὐκ ἀνάγκη ἄδικα λέγειν. ἢ εἴη ἂν λέγων ὅτι οὐκ ἀνάγκη τὸν τὰ ἄδικα λέγοντα κατακρίνειν· οὐ γάρ, εἰ δίκαιόν ἐστι τὸ λέγειν ἅ τις πέπονθεν, ἀνάγκη καὶ τὰ λεγόμενα δίκαια εἶναι· πῶς ἐπειδὴ ἀδίκων εἰσὶ μηνυτικά; ἔστι γοῦν, ἵνα σαφέστερον εἴπωμεν, ὃ λέγει τοιοῦτον, ὅτι οὐκ ἀ|νάγκη δίκαια εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά· [*](f. 55v) ἃ γὰρ πέπονθεν ἄδικα, ἐκεῖνα λέγει, καὶ δίκαιά ἐστι λέγεσθαι ταῦτα· ὥστε οὐ δεῖ τὸν ἀδικηθέντα κατακρίνειν, ἐπειδὴ λέγει ἅ ἐστι δίκαια λέγεσθαι, ἄδικα δὲ καθὸ πέπονθε ταῦτα. ὥσπερ οὐδ’ εἰ ὠφέλιμά εἰσι λέγεσθαι τὰ θανάσιμα ἢ βλαβερὰ διὰ τὸ τὸν ἄνθρωπον ταῦτα φεύγειν, ἔσονται καὶ ὠφέλιμα τὰ τοιαῦτα· ταῦτα μὲν γὰρ φύσει βλαβερὰ καὶ θανάσιμα καὶ ἀνωφελῆ, ὠφέλιμα δ’ εἰσὶ λέγεσθαι. ὥσπερ καὶ ἐπὶ τῶν δικαίων· οὐ γάρ, εἰ τόδε ἐστὶ δίκαιον λέγεσθαι, ἀνάγκη καὶ δίκαιον εἶναι. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθείς, δίκαιά ἐστι λέγεσθαι καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται. ἐκ τούτου δὲ φανερόν ἐστι καὶ τὸ μὴ πάντα τὸν λέγοντα τὰ ἆ δίκα νικᾶν, ἀλλὰ τὸν λέγοντα ἃ πέπονθεν ἄδικα δίκαια ὄντα λέγεσθαι. τοῦτο γὰρ συνῆγον οἱ σοφισταὶ ἐρωτῶντες οὕτως· ἆρα τὸν τὰ ἄδικα λέγοντα δεῖ κατακρίνειν ἢ τὸν τὰ δίκαια; καὶ λαμβάνοντες ἐκ τοῦ ἀποκρινομένου τὸν τὰ ἄδικα, εἰσάγοντες δὲ καί τινα ἀδικηθέντα καὶ λέγοντες ‘ἀλλὰ μὴν καὶ οὗτος ἄδικα λέγει· ἃ γὰρ πέπονθε, λέγει’ συνῆγον καὶ λοιπὸν ἔστι τὸν ἀδικηθέντα κατακρίνειν’· ἃ γὰρ ἄδικα πέπονθε, λέγει. ἀλλὰ μὴν καὶ δίκαια λέγειν· δίκαια γάρ ἐστι λέγεσθαι· ἔστιν ἄρα τὸν τὰ ἄδικα λέγοντα νικᾶν. πρὸς ὃ ἀπαντῶν ὁ Ἀριστοτέλης φησὶν ὥστε οὐκ εἰ τὰ λεγόμενα ἄδικά ἐστι, καὶ πᾶς ὁ λέγων τὰ ἄδικα νικᾶν λέγεται, ἀλλ’ ὁ λέγων ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα· λοιπὸν καὶ τόνδε ἄδικα λέγοντα δίκαια λέγεσθαι ὄντα οὐκ ἔστι κατακρίνειν· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, παθεῖν δὲ ἄδικα. ἴσον οὖν ἐστι τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων τῷ ‘ὁμοίως δὲ οὐδέ, εἰ λέγει τις δίκαια, ἀνάγκη δίκαια λέγειν’· οὐ γάρ, εἰ ὁ ὑβρισθεὶς λέγων ὅτι ὑβρίσθη ἄδικα λέγει (ἃ πέπονθεν ἄδικα ὄντα, λέγει), ὁ ὑβρίσας, δηλονότι λέγων μὴ ὑβρικέναι, τὰ δίκαια λέγει. τὸ γὰρ μὴ ὑβρίζειν δίκαιον· τοῦτο δὲ λέγει· τὸ δίκαιον ἄρα λέγει· ἀλλ’ οὐχί, εἰ τὰ δίκαια λέγει, καὶ ἁπλῶς δίκαιά ἐστιν ἃ λέγει· ψευδῆ γάρ ἐστιν. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθεὶς δίκαιά ἐστι λέγεσθαι [*](1 δίκαιον ex Arist. srripsi: δίκαια aI 4 γὰρ alt. I: καὶ a 8 post εἰσὶ add. σημαντικὰ ἡ a 9 δίκαια scripsi: ἄδικον al 12 ὥσπερ] ὥ ex ὧ, ut videtur, corr. I1 εἰσι I: ἐστι a 21 λαμβάνοντες a: λαβόντες I, in quo inter α et β foramen est 23. 24 συνῆγον—λέγει bis I (sed in iteratis λέγειν) 25 λέγειν Ι: λέγει a 29 λέγοντα a: λέγεται I 30 post δίκαια e vs. 28 illata ἀπλῶς δὲ καὶ expunxit I δέ prius superscr. I 32 ὑβρίσθη a: ὑβρίσθην I 33 λέγει a: λέγειν I ὑβρικέναι] κ corr. nescio unde I 34 γὰρ I: δέ a)
176
καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται· δίκαιον γάρ ἐστι λέγειν ἁ λέγει. καὶ ᾗ μὲν δίκαιά ἐστι λέγεσθαι, δίκαιά ἐστιν, ἄλλως δὲ ἄδικα· μηνυτικὰ γὰρ ἀδίκων.

[*](p. 181a 1)

Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γενομένοις τοὐ ἐλέγχου.

Τίς μέν ἐστιν ὁ ὁρισμὸς τοῦ ἐλέγχου, καὶ τί ἐστιν ἕκαστον τῶν ἐν αὐτῷ κειμένων, καὶ τίνες οἱ παρὰ τὸν τοῦ ἐλέγχου ὁρισμὸν γινόμενοι παραλογισμοί, ἔφθη τε καὶ αὐτὸς ὁ Ἀριστοτέλης καλλίστως ἐν τῇ ἀρχῇ τοῦ προκειμένου συντάγματος παραδούς, καὶ ἡμεῖς ἀρκούντως εἰρήκαμεν ἓν ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ αὐτοῦ ἐμφερομένων διευκρινοῦντες καὶ σαφηνίζοντες, καὶ περιττὸν πάλιν περὶ τὰ αὐτὰ ἀνακυκλοῦντας τὰ αὐτὰ λέγειν. λοιπὸν οὖν ἐκεῖνο τὸ μέρος ἐνταυθοῖ καταθρήσωμεν, ὃ ἡμῖν μὴ ἐξήτασται· ἔστι δὲ τὸ ἐὰν δὲ ἐν ἀρχῇ προσέρηται. ἔστιν οὖν τὸ ῥητὸν ὑπερβατὸν καὶ μὴ κατ’ εὐθεῖαν κείμενον. εἰ γοῦν οὕτως εἴληπτο, ἦν ἄν σαφὲς τὸ λεγόμενον· καὶ ἐὰν ἐν ἀρχῇ τις προσέρηται, ὡς ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ προσέρηται, οὐχ ὁμολογητέον. ἔστι δὲ τοιοῦτον· ἐάν, φησίν, ἔρηταί τις ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;’, μὴ ὁμολογητέον ὡς ἀδύνατον, ἀλλὰ φατέον τὸ ναί, μὴ μέντοι ὡδί, τουτέστι πρὸς τὸ αὐτό (τοῦτο γάρ ἐστιν ὁ κυρίως ἔλεγχος), ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο· τὰ γὰρ τέσσαρα καὶ διπλάσιά εἰσι πρὸς τὰ δύο καὶ οὐ διπλάσια πρὸς τὰ τρία. τὰ δὲ κείμενα σοφίσματα σαφῆ εἰσι καὶ οὐδεμιᾶς θεωρίας δέονται.

[*](p. 181a 15)

Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ.

Τοὺς παρὰ τὸ ἐν ἀρχῇ, φησίν, αἰτεῖσθαι καὶ λαμβάνειν, ἄν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχὴ λαμβάνει (οὐ γὰρ ἀεὶ δῆλον, ὅταν μὴ αὐτόθεν αὐτὸ λαμβάνῃ· καὶ εἴρηται πότε ἐστὶ δῆλον καὶ πότε ἄδηλον ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν), ἄν δή, φησί, δῆλον ᾖ, οὐ δοτέον, ῥητέον δὲ ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖς. οὔτε | οὖν οὕτω διδόναι δεῖ, οὔθ’ ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές. εἴη f. 56r δ’ ἄν λέγων· ὅταν σὺ ὁ ἀποκρινόμενος τἀληθὲς δῷς, ὁ δὲ ἐρωτῶν ἔνδοξον ἐρωτᾷ συντελοῦν αὐτῷ πρὸς τὸ δεῖξαι τὸ ἐναντίον τῆς σῆς ἀληθοῦς θέσεως (οὐδὲν γὰρ κωλύει διά τινων ἐνδόξων δεῖξαι τὸ μὴ ζῷον, οἷον τὸ βιβλίον, ἢ ἄλλο τι τοιοῦτον ζῷον), τὸ δὴ τοιοῦτον, εἰ καὶ ἔνδοξον, φησίν, ἐστίν, [*](2 δίκαιά prius a: δίκαιόν I 6 ὁρισμὸν a: ὁρισμοὶ I 7 ἐν τῇ ἀρχῇ] c. 5 p. 167a23 —27 8 εἰρήκαμεν a (sc. p. 44,3sq.): εἰρήκειμεν I 12 et 14 προσείρηται a 16 εἴρηταί a 17 μὴ alt. al: οὐχ Α 18 ὡς Α: om. al 20 διπλάσιον untrobique Α 25 ᾖ Arist.: εἴη al λαμβάνειν a αὐτόθεν Al: αὐτόθι a 26 post πότε alt. add. ἐστὶν Α 26. 27 ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτ.] c. 16 27 ἐν τῷ ὀγδόω τῶν τοπικῶν] c.13 δὲ Α 28 τὸ I: om. a 31 θέσεως] θέ in ras.)

177
ὅμως οὐ δοτέον. ἢ εἴη ἄν λέγων διὰ τοῦ οὔθ' ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές, ὅτι κἄν δοκῇ μὲν μὴ λαμβάνειν τὸ ἐν ἀρχῇ, τῇ δὲ ἀληθείᾳ τὸ ἐν ἀρχῇ αἰτῆται, οὐ δοτέον λέγοντα τἀληθές, τουτέστιν ἀλλὰ ῥητέον πρὸς αὐτὸν τἀληθές. ἔστι δὲ τὸ ἀληθὲς ὃ δεῖ πρὸς τὸν ἐρωτῶντα λέγειν, ὅτι φαίνῃ μὲν μὴ τὸ ἐν ἀρχῇ λαμβάνων, τῇ δὲ ἀληθείᾳ ὃ ἔδει συμπεράνασθαι αἰτεῖς. ὅτι δὲ δύναταί τις τὸ ἐν ἀρχῇ λαμβάνειν, μὴ δοκεῖν δὲ λαμβάνειν, ὅταν ἀντ’ ὀνόματος ὄνομα ἢ λόγον καὶ ἀντὶ λόγου ὄνομα λάβῃ, εἴρηται, καθάπερ εἶπον, ἐν τοῖς Ἀναλυτικοῖς καὶ ἐν τοῖς τοπικοῖς. εἰ μὲν οὖν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖται, οὕτως ἀποκρίνεσθαι χρή. εἰ δὲ λανθάνει διὰ τὸ μοχθηρῶς ἐρωτᾶσθαι τοὺς τοιούτους λόγους, μετατρεπτέον τὴν ἁμαρτίαν εἰς τὸν ἐρωτῶντα λέγοντας αὐτὸν μὴ διειλέχθαι, μὴ διαλεχθεὶς δὲ δῆλον ὡς οὐδὲ ἤλεγξεν· γάρ ἐστιν, ὅταν συλλογισάμενος τὸ ἀντικείμενον δείξῃ μήτε τὸ ἐν ἀρχῇ αἰτήσας μήτε πρός τι μήτε πρὸς ἄλλο καὶ ὅσα ἄλλα περὶ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. εἶτα, φησί, ῥητέον δεδόσθαι οὐχ ὡς χρησομένῳ τῷ δοθέντι σοι ὡς προτάσει, ἀλλὰ δέδοται ὡς πρόβλημα, ἵνα πρὸς τοῦτο συλλογιῇ, τουτέστιν ἵνα λαβὼν πρότασιν συλλογισάμενος δείξῃς τὸ ἐναντίον· σὺ δὲ ὡς προτάσει χρησάμενος συνελογίσω τὸ συμπερανθέν. εἰ γὰρ ἐδόθη αὐτῷ ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, αὐτὸς δὲ διὰ τούτου συνελογίσατο τὴν τῶν κιναίδων ἡδονὴν ἀγαθόν, χρὴ λέγειν ἡμᾶς μὴ ὡς πρότασιν δοῦναι τὸ τὴν ἡδονὴν κατὰ φύσιν εἶναι ἀλλ’ ὡς πρόβλημα. καὶ ὅλως, φησί, δεῖ τοὺς ἀποκρινομένους τὸ ἐναντίον ποιεῖν τῶν παρεξελέγχων· ἐκεῖ γὰρ τεθέντων τινῶν τινῶν καὶ ἐπαχθέντος τοῦ συμπεράσματος συγχωρεῖν μέν φασιν οὕτως ἔχειν, οὐ μὴν τοῦτο ἐβουλόμεθα δειχθῆναι ἀλλὰ δι’ αὐτοῦ ὡς διὰ προτάσεως ἄλλο τι· τοῦτο οὖν λαβὼν δεῖξον δι’ αὐτοῦ ἄλλο τι.

[*](p. 181a 22)

Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’ αὐτοῦ τοῦ λόγου δεικτέον. ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις.

Τοὺς διὰ τοῦ παρεπομένου συλλογισμοὺς τοὺς παρὰ τὸ λέγει συμβαίνοντας. φησὶν οὖν ὡς ἐπ’ αὐτοῦ τοῦ λόγου, τουτέστι τοῦ συλλογισμοῦ, δεικτέον ὅτι τὸ σόφισμα παρὰ τὸ ἑπόμενον συμβέβηκεν, ἤτοι παρὰ τὸ μὴ ἀντιστρέφειν. οὐ γάρ, εἰ τόδε τῷδε ἕπεται, καὶ τῷδε τόδε ἀνάγκη ἕπεσθαι· οὐ γάρ, εἰ τὸ μέλι ξανθόν, καὶ τὸ ξανθὸν μέλι· καθόλου γὰρ εἶπε τὸ ἑπόμενον, οἷον τὸ ξανθόν, ἐν μέρει δὲ ᾧ ἕπεται ἑπόμενον, οἷον τῷ μέλιτι. γίνεται δὲ τὸ παρὰ τὸ ἑπόμενον σόφισμα καὶ [*](1 οὐδ’ Arist. cf. p. 176,29 2 δοκεῖ a 3 αἰτῆται Α1 corr.: αἰτεῖται al, Α pr. λέγοντα aA: λέγοντες I 4 ἐστι—ἀληθὲς mrg. Α1 7 δοκῆ Α 11 λέγοντας I: λέγοντες a 13 post ἐστιν add. ἀληθὴς 14 καὶ ὅσα ἄλλα κτλ.] cf. c. 5 p. 167a23 —27 τοῦ om. Α 15 χρησομένῳ scripsi: χρησομένου Α: χρησαμένῳ al 16 τοῦτον a 17 προτάσεις Α 19 τοῦτο a 21 εἶναι om. A 31 ἤτοι AI: ἤγουν a 35 τῶ AI: τὸ a)

178
ἐν τοῖς κατὰ ἀντίθεσιν λαμβανομένοις· οὐ γάρ, εἰ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον, καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον. παρ’ ὃ γέγονε καὶ τὸ τοῦ Μελίσσου σόφισμα, ὅτι εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ μὴ γεγονός, ὅπερ ἀγένητον εἶπεν, ἀρχὴν οὐκ ἔχει. ἐγένετο οὖν τὸ σόφισμα, ὅτι οὐκ ἀκριβής ἐστιν ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ἔδει γὰρ οὕτως εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονε. περὶ τῆς ἀντιστροφῆς ταυτησὶ πολλὰ μὲν καὶ ἐν τοῖς εἰς τὰ Φυσικὰ ἡμετέροις εἰρήκαμεν θεωρήμασιν, ἀλλὰ καὶ τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξετάζοντες οὐκ ὀλίγα, καὶ περιττὸν αὖθις ταυτολογεῖν.

[*](p. 181a 31)

Ὅσοι δὲ παρὰ τὸ προστιθέναι τι συλλογίζονται.

Παρὰ τὸ προστιθέναι τι συλλογίζεσθαι λέγει τοὺς τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέντας, ὃς ἦν ἕκτος τρόπος τῶν ἔξω τῆς λέξεως παραλογισμῶν. πῶς δὲ ἀφ’ αἱρουμένου τοῦ παρ’ ὃ λέγουσι γίνεσθαι τὸ ἀδύνατον πάλιν οὐδὲν ἧττον τὸ ἀδύνατον μένει, εἴρηται πρότερον, ὅτε τὴν λέξιν ἐξηγούμεθα ἣν αὐτὸς τέθεικεν ἐν τῷ τοιούτῳ τῶν παραλογισμῶν | εἴδει· f. 56v ἔστι δὲ ἡ λέξις αὕτη “oἷον ὅτι οὐκ ἔστι ζωὴ καὶ ψυχὴ ταὐτόν· εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον” καὶ τὰ ἐξῆς τῆς λέξεως· καὶ οὐ δεόμεθα πάλιν δι’ ὑποδείγματος σαφηνίζειν. ὃ δὲ ἡμᾶς παραινεῖ, ἐστὶν ἀφαιρεῖν ἐκεῖνο παρ’ ὃ συμβαίνει τὸ ἀδύνατον καὶ ἐμφανίζειν ὅτι καὶ τούτου ἀναιρουμένου τὸ ἀδύνατον μένει, ὥστε οὐ παρὰ τοῦτο. καὶ ἐπίστησον ὅτι οὗτος ὁ τρόπος ὁ αὐτός ἐστι τῷ μὴ παρὰ τοῦτο. εἶπε δὲ περὶ τοῦ μὴ παρὰ τοῦτο ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν, ὥσπερ καὶ περὶ τοῦ <τὸ> ἀρχῇ αἰτεῖσθαι. εἰπὼν δὲ ὅτι ἐμφανιστέον ἐπήγαγε καὶ λεκτέον ὡς δέδωκα, οὐχ ὅτι μοι δοκεῖ, ἀλλὰ χάριν τοῦ λόγου, ἵνα μὴ δυσκολαίνειν ἢ ἐρίζειν δόξαιμι· εἰδὼς γὰρ αὐτὸ μηδαμῶς ὂν πρὸς τὸν λόγον μηδὲ αἴτιον αὐτοῦ δέδωκα, σὺ δὲ ἐχρήσω τούτῳ ὡς πρὸς τὸν λόγον ὄντι καὶ οἰκείῳ ὑπάρχοντι τῷ λόγῳ. τὸ δὲ πλῆρες τοὐ ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον τοιοῦτόν ἐστι· σὺ δὲ κέχρησαι πρὸς τὸν λόγον καὶ ὡς οἰκείῳ ὄντι τοῦ προβλήματος οὐδὲν ὄντι πρὸς τὸν λόγον.

[*](p. 181a 36)

Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας.

Πρὸς τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας παραλογισμούς φησι δεῖν εὐθὺς ἐν ἀρχῇ διορίζειν καὶ ἀπαντᾶν λέγοντας ὅτι πλείω τὰ ἠρωτημένα, καὶ οὐ δεῖ ἢ διδόναι ἢ ἀπαρνεῖσθαι ἀλλ’ αὐτὸ τοῦτο [*](1 εἰ γὰρ, omisso οὐ, Α 3 μελίσου I 4 ἀγένητον Α Arist.: ἀγέννητον al (D, pr. C) 5 σὺν ἀντιθέσεις (sic) a 11 post τοὺς add. παρὰ I, περὶ a: om. Α μὴ αἴτιον al: ἀναίτιον Α 14 πρότερον] p. 51,4 sq. 16 οἷον ὅτι κτλ.] c. 6 p. 167b27 19 καὶ alt. om. Α 22 ἐν τῷ δεῦτ’. τῶν Προτ. ἀναλ.] c. 17 τὸ addidi 24 δέδωκεν Α 26 δέδωκε Α 27 ὁ δὲ Α Arist.: ὧ δὲ I (D, corr. c): ᾦ ὅδε a 28 καὶ om. Α 31 post πρὸς add. δὲ a 32. 33 ὡς πολλὰ τὰ ἡμαρτημένα Α 33 ἡ prius om. Α)

179
δῆλον ποιεῖν, ὅτι τὰ πολλὰ ἐρωτήματα ὡς ἓν προτείνουσιν, ὅπερ οὐκ ἔστι τεχνικόν· ἐρώτησις γὰρ ἐκείνη ἐστὶν ἀρίστη, ἥτις μία οὖσα καὶ μιᾶς ἀποκρίσεως ἐστιν αἴτησις. νῦν δὲ δι’ ὧν ἐπάγει τοῦτο λέγει, ὅτι πολλάκις δὲ μὴ ἁπλῆς οὔσης τῆς ἐρωτήσεως δόντα τινὰ ἁπλῆν τὴν ἀπόκρισιν οὐδὲν συμβαίνει αὐτὸν ἁμαρτάνειν· ὥσπερ γάρ, φησίν, ἑπὶ ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δὲ οὐδετέρῳ ὑπάρχει. τῶν γὰρ Αἰάντων ὁμωνύμων ὄντων ἀμφοῖν μὲν ὑπάρχει τὸ εἰς Ἴλιον ἀπελθεῖν, οὐδετέρῳ δὲ τὸ τῷ Θερσίτῃ μονομαχῆσαι· ὥστε ἐπὶ τούτων καίτοι ὁμωνύμων ὄντων δοτέον ἢ τὸ ναὶ ἢ τὸ οὔ. οἷον πότερον ὁ Αἴας εἰς Ἴλιον ἐστράτευσε; ναί· ἁρμόζει γὰρ καὶ τοῖς δυσί· πότερον Θερσίτῃ ἐμονομάχησεν; οὕ· οὐδεὶς γὰρ τούτων τῷ Θερσίτῃ συνημιλλήθη. ἀλλὰ πῶς οὐ μαχόμενα ταῦτα τοῖς πρότερον εἰρημένοις, ὅτε ἔλεγεν ὅτι κἄν ἀληθὴς ἡ ἐρώτησις ᾖ, ὑπάρχῃ δὲ τῶν πολλαχῶς λεγομένων, οὐ δοτέον τὸ ναὶ ἢ τὸ οὔ; ἢ οὐ μαχόμενα ταῦτα ἐκείνοις· ἔστι γὰρ ὃ νῦν λέγει, ὅτι κἄν δῶ κἀν μὴ δῶ ἐπὶ τῶν πολλαχῶς λεγομένων ἐρωτημάτων, οὐδὲν συμβαίνει ἐλέγχεσθαι. ἐπειδὴ γὰρ τὸ εἰς Ἴλιον ἀπελθεῖν ἐπ’ ἀμφοῖν τοῖν Αἰάντοιν ἀληθεύεται, εἴ τις ἡμᾶς ἔροιτο πότερον ὁ Αἴας εἰς Ἴλιον ἐστράτευσεν, εἰ φήσομεν ὅτι ναί, οὐδὲν ἄν ἐλεγχθείημεν’ ὁμοίως πότερον Θερσίτῃ ἐμονομάχησεν, εἴπερ εἴπωμεν οὐ δῆτα, οὐδὲν ἂν δεινὸν πεισόμεθα. καὶ ὅτι τοῦτό ἐστιν ὃ λέγει, δῆλον πεποίηκε διὰ τῶν ἐφεξῆς εἰπὼν ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχῃ. ἓν μὲν τοῖς πολλοῖς τὸ εἰς Ἴλιον ἀπελθεῖν ὑπάρχει τῷ Αἴαντι, μᾶλλον δὲ τοῖς Αἴασι· πλείω δὲ τῷ ἑνί, ὡς τῷ Κορίσκῳ τὸ λευκὸν καὶ τὸ μουσικόν. εἰ οὖν τις ἔροιτο πότερον ὁ Κορίσκος μουσικὸς καὶ λευκός ἐστιν, ὁ εἰπὼν ὅτι ναὶ οὐδαμῶς ἀν’ ἐλεγχθείη καίτοι ἡμαρτημένως τὸ ναὶ δούς· οὐ γὰρ δεῖ ἐπὶ τῶν πολλαχῶς ἁπλῶς φάσκειν ἢ ἀποφάσκειν.

[*](p. 181b 6)

Ὅταν δὲ ᾖ τῷ μὲν τῷ δὲ μή.

Ὅταν μέν, φησί, τὸ λευκὸν καὶ τὸ μουσικὸν ὑπάρχῃ τῷ Κορίσκῳ ἢ τὸ πλεῦσαι εἰς Ἴλιον τοῖς πολλοῖς, τότε ἢ καταφήσας ἢ ἀποφήσας τις οὐδαμῶς ἄν ἐλεγχθείη. ὅταν δέ, φησί, τῷ μὲν ἡ τῷ δὲ μή, ὡς τῷ Αἴαντι τὸ μονομαχῆσαι Ἕκτορι, ἢ πολλὰ κατὰ πλειόνων, ὡς τὸ ἀλλοιοῦσθαι κατὰ κυνός (πολλὰ γὰρ καὶ τὸ ἀλλοιοῦσθαι δηλοῖ καθάπερ καὶ τὸ ὁ κύων), ἐν τούτοις εὐλαβεῖσθαι χρὴ τὸ ναὶ ἢ τὸ οὔ. αὐτὸς δὲ πλείω κατὰ πλειόνων νῦν οὐ τοῦτο λέγει, ἀλλ’ ὃ λέγει ἔσται δῆλον [*](4 δόντα aA: δόντες I 5 γάρ ora. Α 6 γὰρ om. Α 12 πρότερον] c. 17 p. 176a3 —6 13 ὑπάρχῃ Α: ὑπάρχει al τὸ alt. om. Α 16 ἐπειδὴ al: οὐ Α 17 ἐρωτᾶ Α 18 ἄν ἐλεγχθησόμεθα A 19 εἴποιμεν I: εἴπωμεν Α: εἴπημεν a πεισόμεθα Α: πεισώμεθα al 21 ὑπάρχει a 22 an <ὡς> τὸ? sed cf. p. 180,1.2 23 καὶ aA: ἢ I 29 τις post καταφήσας collocat 30 δέ a Arist.: μέν I 32 δηλοῖ a: δοκεῖ I 33 καὶ a: om. Ι αὐτὸς scripsi: αὐτὰ a: compend. Ι)

180
ὧδε· τῇ μὲν ἀνδρείᾳ ὑπάρχει τὸ ἀγαθόν, τῇ δὲ δειλίᾳ τὸ κακόν, πλείω κατὰ πλειόνων, τὸ ἀγαθὸν καὶ κακὸν κατὰ ἀνδρείας καὶ δειλίας. ἐνταῦθα δὴ εἴ τις ἔροιτο ‘ἆρά γε | ἡ δειλία καὶ ἡ ἀνδρεία ἀγαθόν ἐστιν [*](f. 57r) ἢ οὔ;’, οὐ δοτέον ἢ τὸ ναὶ ἢ τὸ οὔ· ψεῦδος γὰρ καὶ τὸ ἀποφῆσαι καὶ τὸ καταφῆσαι· ἐφ’ ὧν γὰρ ἀληθὲς ὁμοῦ τὸ λέγειν καὶ ἀγαθὰ καὶ κακὰ καὶ οὔτε ἀγαθὰ οὔτε κακά, πῶς οἷόν τε ἐπὶ τούτων χωρὶς λέγειν τὸ ἢ ἀγαθὰ ἢ κακά; εἰ μὲν γὰρ ἦν, φησί, τὸ ἀγαθὸν κακὸν ἢ τὸ κακὸν ἀγαθόν, τουτέστιν εἰ μὲν ἦν ἡ ἀνδρεία δειλία ἢ ἡ δειλία ἀνδρεία, ἔδει ἐρωτωμένους, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθόν ἐστιν ἢ οὔ, διδόναι ἀπλῶς ἢ ἀπαρνεῖσθαι· ἐπεὶ δὲ ἕτερα, ἀδύνατον. ταῦτα εἰπὼν ὑπογράφει καὶ τὸ συμβαῖνον ἄτοπον τοῖς ἁπλῶς ἐπὶ τούτων λέγουσι τὸ ναὶ ἡ τὸ οὔ, μᾶλλον δὲ καὶ αὐτὸν τὸν παραλογισμὸν ὃν συνῆγον οἱ σοφισταὶ κατὰ τῶν ἀπερισκέπτως σκέπτως τὸ ναὶ ἢ τὸ μὴ λεγόντων. ὑπογράφει δὲ ταῦτα διὰ τοῦ ὥστε ταὐτὸν ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν, δυνάμει λέγων· εἴ τις ἐρωτηθείς, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθὸν ἢ κακόν, φήσει ὅτι ἀγαθόν, ἔσται ἡ δεία ἀγαθὸν καὶ κακόν, κακὸν μέν, ὅτι καὶ κακὸν ἔστιν, ἀγαθὸν δέ, καθὸ δέδωκεν αὐτὴν ἀγαθὸν εἶναι· εἰ δ’ ἀποφήσει, φήσει, πάλιν ἔσται ἡ ἀνδρεία ἀγαθὸν καὶ κακόν· καθὸ μὲν εἶπεν αὐτὴν μὴ εἶναι ἀγαθόν, ἔσται κακόν, ᾗ δὲ πάλιν ἀγαθόν ἐστιν, ἔσται ἀγαθόν· ὥστε ἔσται τὸ αὐτὸ καὶ ἕν, οἷον ἡ ἀνδρεία, ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ ἕκαστον τῶν ὄντων αὐτὸ ἑαυτῷ ταὐτὸν μέν ἐστιν ἄλλου δὲ ἕτερον (ὁ γὰρ Σωκράτης αὐτὸς μὲν ἑαυτῷ ὁ αὐτός ἐστι, Πλάτωνος δὲ ἕτερος), ἐπεὶ οὖν ἕκαστον αὐτὸ ἑαυτῷ ταὐτόν ἐστι, κεῖται δὲ τὴν ἀνδρείαν ἀγαθὸν εἶναι καὶ κακόν; τὸ δὲ ἀγαθὸν καὶ κακὸν ἕτερα, καὶ ἡ ἀνδρεία ἔσται αὐτὴ ἑαυτῆς ἑτέρα καὶ ἡ αὐτή· ὁμοίως δὲ καὶ ἡ δειλία· ὥστε ἔσονται τὰ αὐτά, οἷον ἡ δειλία καὶ ἡ ἀνδρεία, τὰ αὐτὰ ἑαυτοῖς καὶ ἕτερα. ἡ δὲ λέξις ἡ ἐπεὶ δὲ οὐκ ἄλλοις τὰ αὐτὰ ἀλλ’ αὑτοῖς ἐλλιπέστερον ἀπήγγελται· εἴη δὲ ἂν τὸ πλῆρες ἐπεὶ δὲ οὐκ ἄλλοις μέν εἰσι τὰ αὐτὰ καὶ ἕτερα, ἀλλὰ ἑαυτοῖς εἰσι τὰ αὐτὰ καὶ ἕτερα ἑαυτῶν, συμβαίνει τὰ αὐτὰ καὶ ἕτερα εἶναι ἑαυτῶν καὶ τὰ αὐτὰ [*](1 ἀνδρία A itemque ί pro εἰ in sequentibus 3 δὴ Α: δὲ al ἀνδρία—δειλία Α 4 καὶ prius Α: om. al φῆσαι Α τὸ quart. om. I 5 ἀποφῆσαι Α 6 ἢ AI: om. a 10 καὶ om. Α 11 ἀπλῶς om. Α τούτων ex τοῦτο corr. I1 λέγουσι al: ἀπερισκέπτως ἀποκρινομένοις Α 12 αὐτὸν a: αὐτὸ (compend. I) καὶ AI 14 τὸ αὐτὸ Α post δυνάμει add. τοῦτο Α 15 τις al: ὁ Α καὶ ἡ δειλία om. Α 16 φησὶ a post ὅτι ἀγαθόν add. ἐστιν Α post ἔστι add. τὸ αὐτὸ ἤγουν Α 17 post ἐστιν add. φύσει Α αὐτὴν Α: αὐτὸ I: αὐτὸς a 17. 18 ἀποφάσει I 18 αὐτὴν ex αὐτὸν corr. I1: αὐτὸς a 22 μέν prius om. Α ἕτερον δὲ ἄλλου, οἶον ὁ σωκράτης Α 22. 23 ὁ αὐτός al: ταὐτός Α 23. 24 ἐπεὶ—ἐστι om. Α 23 οὖν I: γοῦν a ἑαυτῷ a: ἑαυτοῦ I 24 δὲ ὡς ἡ ἀνδρία ἀγαθόν ἐστι Α 25 τὸ κακὸν ἕτερα· ἔσται ἄρα ἡ ἀνδρία Α ἑτέρα ante αὐτὴ collocat Α ἑαυτῆς Α: ἑαυτῇ al post ἡ αὐτὴ add. ἑαυτῇ Α, sed cf. vs. 27 ὡσαύτως Α 26. 27 ἤγουν ἡ ἀνδρία καὶ ἡ δειλία. καὶ ταὐτὰ Α 27. 28 ἡ ἐπεὶ—αὐτοῖς om. Α 28 ἀπήγγελτο I 30 αὐτῶν (post εἶναι) Α)
181
ἑαυτοῖς. ἔτι, φησίν, ἐπειδὴ συμβαίνει ἐκ τῆς τοιαύτης ἀποκρίσεως τὴν ἀνδρείαν, ἥ ἐστιν ἀγαθόν, γίνεσθαι κακὸν καὶ τὴν δειλίαν, τὸ κακόν, γίνεσθαι πάλιν ἀγαθόν, δύο γένοιντ’ ἅν. ὥστε ἔσται ἡ δειλία δύο, ἀγαθὸν καὶ κακόν, καὶ ἕτερον ἑαυτῆς· τὸ γὰρ ἀγαθὸν καὶ ἕτερον τοῦ κακοῦ. ὁμοίως καὶ ἡ ἀνδρεία.

[*](p. 181b 16)

Δυοῖν τε καὶ ἀνίσοιν ἑκάτερον αὐτὸ ἑαυτῷ ἴσον.

Καὶ διὰ τούτου τὸ συμβαῖνον ἄτοπον λέγει τοῖς ἀπλῶς ἢ τὸ ναὶ ἢ τὸ οὒ λέγουσιν, ὅταν ἢ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς λέγηται. ἡ δὲ παραγωγὴ τοιαύτη. εἰ δύο εἴη τινὰ ἄνισα, δίπηχυ φέρε εἰπεῖν καὶ τρίπηχυ, ὅτι μὲν αὐτὸ ἑαυτῷ ἴσον ἐστί (τὸ γὰρ δίπηχυ αὐτὸ ἑαυτῷ ἴσον· ὁμοίως καὶ τὸ τρίπηχυ αὐτὸ ἑαυτῷ ἴσον), δῆλον. εἰ οὖν τις ἡμᾶς ἔροιτο, πότερον τὸ δίπηχυ καὶ τὸ τρίπηχυ ἴσα ἐστὶν ἢ οὔ, φήσομεν δὲ ἢ ναὶ ἢ οὔ, συμβήσεται ἴσα καὶ ἄνισα εἶναι αὐτὰ ἑαυτοῖς· εἰ γὰρ ἴσον τὸ δίπηχυ τῷ τριπήχει, ἔσται τὸ δίπηχυ τρίπηχυ, ὥστε καὶ ἄνισον αὐτὸ ἑαυτῷ καὶ μεῖζον καὶ ἔλαττον, εἴπερ τὸ τρίπηχυ μεῖζον τοῦ διπήχεος. ἔστι δὲ ἡ λύσις τοῦ σοφίσματος παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. λέγει δὲ ἐμπίπτειν τούτους καὶ εἰς ἄλλας λύσεις, οἷον εἰς τὴν ἀμφιβολίαν· τὸ γὰρ ἐρωτᾶν, πότερον ἄμφω ταῦτα ἢ πάντα ταῦτα ἴσα ἐστὶν ἢ ἄνισα, καὶ ἀμφίβολόν ἐστι. δύναται γάρ τις ἀκούειν τοῦ ἐρωτήματος ἢ ὡς λέγοντος ‘ἆρά γε ἴσα ἀλλήλοις ἐστίν;’ ἢ ὡς ‘ἴσα αὐτὰ ἑαυτοῖς;’· ὁμοίως δὲ καὶ ‘ἆρά γε ἄνισα ἑαυτοῖς εἰσιν;’ ἢ ‘ἄνισα πρὸς ἄλληλα;‘. οὔκουν, φησίν, ἐπὶ τῶν ἀμφιβόλων ἢ ἐπὶ τῶν πλείω ἐρωτώντων ταὐτόν, τουτέστι τὸ αὐτὸ πρᾶγμα φάσκει καὶ ἀποφάσκει, ἀλλὰ τὸ αὐτὸ ὄνομα κατ’ ἄλλου καὶ ἀπ’ ἄλλου τῶν ὑπὸ τὸ ὄνομα. τοῦτο δὲ οὐκ ἔλεγχος· ὁ γὰρ ἔλεγχος γίνεται, ὅταν συμβαίνῃ τὸ αὐτὸ | πρᾶγμα κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς f. 57v πράγματος ἅμα λέγεσθαι καὶ μὴ λέγεσθαι ἐκ τῆς τοῦ ἀποκρινομένου θέσεως. τὸ δὲ ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως καὶ τὰ ἑξῆς τοιοῦτόν ἐστιν, ὅτι οὐ μὴ συμβήσεται τὸ ἀδύνατον, ἤγουν ὁ ἔλεγχος, ἂν μὴ ποιήσῃ τις τὰ πολλὰ μίαν ἐρώτησιν ἀλλ’ ἓν καθ’ ἑνὸς εἴπῃ, ἤγουν <ἓν> κατηγορούμενον καθ’ ἑνὸς ὑποκειμένου· εἰ γὰρ ἓν καθ’ ἑνὸς εἴπῃ, οὐ μὴ δυνήσεται ἐλέγξαι τὸν ἀποκρινόμενον ὁ σοφιστής. ἢ καὶ οὕτως· φανερόν, φησίν, ὅτι μὴ μιᾶς ἐρωτήσεως γινομένης κατὰ τῶν πολλῶν ἀλλ’ ἑνὸς πράγματος καθ’ ἑνὸς ἐρωτηθέντος, οὐ γίνεται ἔλεγχος· ὅταν γάρ τις τὰ [*](2 ἡ I: ἥτις a 4 ἕτερον prius I: ἑτέρα a 7 τοῦτο a 8 πολλῶν I: πλειόνων a 10 post μὲν add. τὸ δίπηχυ Α post ἑαυτῷ alt. add. ἔστιν Α 11 ὡσαύτως Α αὐτὸ—ἴσον om. A ἔροιτο τίς, omisso ἡμᾶς, A 12 καὶ al: ἢ A εἰσὶν A 13 post συμβήσεται add. καὶ Α 13 14 τὸ δίπηχυ ἴσον ἐστὶ τῶ A 14 τὸ δίπηχυ ἔσται A καὶ ἴσον καὶ ἄνισον ἔσται αὐτὸ A 21 οὐκοῦν a 22 ταὐτό a 24 ἀπ’ scripsi: ἐπ’ aAl 29 ποιήση ΑI: ποιήσηται a καθ’ ἓν Α ἓν alt. addidi 30 εἴπη aA: εἴποι 1 32 ὅτι om. A)

182
πολλὰ ὡς ἓν ἐρωτηθῇ, ἢ τὸ ναὶ ἢ τὸ οὒ δοὺς οὐκ ἂν ἐλεγχθείη ἀληθῶς ἀλλὰ μόνον φαινομένως· ὅταν δὲ ἓν καθ’ ἑνὸς φήσῃ, εἰ μὲν φήσει, οὐκ ἔσται ἔλεγχος, εἰ δὲ ψευδῶς, ἔλεγχος, καὶ ἔλεγχος οὐ φαινό- μενος ἀλλ' ἀληθής.

[*](p. 181b 25)

Περὶ δὲ τῶν ἀπαγόντων εἰς τὸ αὐτό.

Πληρώσας τὰς λύσεις τῶν σοφισμάτων, νῦν λύει καὶ τοὺς εἰς τὸ λέγειν τὸ αὐτὸ πολλάκις ἀπάγοντας παραλογισμούς. καὶ φησὶν ὅτι περὶ τῶν ἀπαγόντων σοφισμάτων εἰς τὸ λέγειν πολλάκις τὸ αὐτὸ δεῖ μὴ διδόναι τὰς κατηγορίας, ἤγουν τὰ ὀνόματα τῶν πρός τι λεγομένων αὐτὰ καθ’ ἑαυτὰ καὶ χωρὶς λεγόμενα σημαίνειν τι, ἤγουν σύνθετον· οἷον εἰ διπλάσιον λέγεται αὐτὸ καθ’ αὑτό, οὐκ ἔστι σύνθετον οὐδὲ σημαίνει τι καὶ ἕτερον, οἷον τὸ ἡμίσεος, διότι ἐμφαίνεται ἐν αὐτῷ. περὶ τούτου οὖν διδάσκει ἡμᾶς καὶ παραινεῖ, εἰ ἐρωτώμεθα πότερον τὸ διπλάσιον καθ’ αὑτὸ λεγόμενον καὶ μετὰ τοῦ ἡμίσεος ταὐτόν ἐστι καὶ τὸ αὐτὸ σημαίνει ἢ οὔ, μὴ διδόναι ἀλλὰ φάσκειν ὅτι ἄλλο μέν ἐστι τὸ εἰπεῖν διπλάσιον καὶ ἄλλο τὸ διπλάσιον ἡμίσεος· εἰ γὰρ καὶ ἐμφαίνεται καὶ συνεπινοεῖται ἐν τῶ εἰπεῖν διπλάσιον τὸ ἡμίσεος, ἀλλ’ οὖν ἄλλο ἐστὶ τὸ εἰπεῖν καὶ τὸ ἡμίσεος καὶ ἄλλο τὸ μὴ εἰπεῖν. καὶ συνίστησι τοῦτο διὰ τῆς ἐπαγωγῆς λέγων καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα, τουτέστι ‘καὶ γὰρ τὰ δέκα ἐμφαίνεται ἐν τοῖς παρὰ μονάδα δέκα’· παρὰ μονάδα δὲ δέκα ἐστὶ τὰ ἐννέα· τοῖς γὰρ ἐννέα προστεθείη μονάς, δέκα ἐστί. τὰ γοῦν ἐννέα λέγοντες οὐ δέκα, ἐν ὅσῳ ταῦτα οὐ δέκα φαμέν, συνεμφαίνομεν ἐν τούτοις καὶ δέκα· ὡς γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικὰ δέδεικται, αἱ καταφάσεις ἐμφαίνονται ἐν ταῖς οἰκείαις ἀποφάσεσιν. ὁ γὰρ λέγων ὅτι τόδε οὐκ ἄνθρωπος τοῦτο αὐτό φησιν, ὅτι τοῦτο ἄνθρωπος οὐκ ἔστιν, ὥστε ἐν τῷ μὴ ἀνθρώπῳ συνθεωρεῖται καὶ συννοεῖται ὁ ἄνθρωπος. ὁμοίως καὶ ἐν τῷ λέγειν ὅτι οὐ ποιεῖ ἐμφαίνεται τὸ ποιεῖν· τὸ γὰρ μὴ ποιεῖν αὐτὸ τοῦτο τοῦ ποιεῖν ἐστι στέρησις. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ὥσπερ ὁ λέγων οὐ λευκὸν οὐκ ἐξ ἀνάγκης λευκὸν λέγει, κἂν ἐν τῷ μὴ λευκῷ ἐμφαίνηται τὸ λευκόν, ὁμοίως καὶ ὁ λέγων οὐ δέκα οὐκ ἐξ ἀνάγκης καὶ δέκα λέγει καίτοι τῶν δέκα ἐμφαινομένων ἐν τοῖς οὐ δέκα, οὕτως καὶ ὁ λέγων οὐ διπλάσιον οὐκ ἐξ ἀνάγκης διπλάσιον λέγει, κἂν ἐν τῷ μὴ διπλασίῳ ἐμφαίνηται τὸ διπλάσιον. εἰ δὲ τοῦτο, καὶ [*](3 φήσει Α: φησιν I: φήσῃ a ἔλεγχος alt. om. Α 6 λύει a: λέγει I 7 ἐπάγοντας a 9 δεῖ I: χρὴ a 14 ἑαυτὸ a 15 ὅτι om. Α 20 τοῖς AI: τῷ a 21 post δέκα prius e vs. 19 inserit λέγων καὶ γὰρ a μόνα (ante δὲ) I post εἰ eras. 1 litt. Α 22 γοῦν AI: γὰρ a 24 ἐν τοῖς Μετὰ τὰ φυσικά] cf. Γ 2 p. 1004a10sq. ἐκφαίνονται a 26 τοῦτο om. Α 27 συννοεῖται] ο in ras., ut videtur, Α1 λέγειν]ν superscr. Ι1 28 εἰ δὲ Α 29 ὁ ex οὐ, ut videture, corr. I1 31 οὐκ in ras., ut videtur, Α1 λέγει καὶ δέκα Α 32 οὐ διπλάσιον iterat a 33 συμφαίνηται a εἰ δὲ al: ἢ Α)

183
ἀντιστρέψαντας ῥητέον· ὥσπερ ὁ λέγων λευκὸν οὐ λέγει καὶ μὴ λευκὸν καὶ ὁ δέκα οὐχὶ καὶ μὴ δέκα, οὕτως καὶ ὁ διπλάσιον λέγων οὐκ ἐξ ἀνάγκης καὶ οὐ διπλάσιον λέγει, ὅπερ ἐστὶν ἥμισυ· τὸ γὰρ ἥμισυ οὐ διπλάσιον. καὶ τὸ μὲν διπλάσιον, φησίν, οὐδὲ σημαίνει οὐδὲν ἴσως, τουτέστιν ἴσως οὐδὲ σημαίνει τὸ ἥμισυ· τὸ δὲ ἴσως πρόσκειται, ὅτι δυνάμει, ἐνεργείᾳ δὲ οὔ. εἰ δέ γε καὶ σημαίνει, ἀλλ’ οὐ ταὐτὸ διῃρημένως καὶ συνηνωμένως· τὸ δὲ διῃρημένως ἴσον ἐστὶ τῷ καθ’ αὑτό, τὸ δὲ συνημμένως τῷ μετὰ τοῦ ἡμίσεος. τὸ δὲ οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει ἴσον ἐστὶ τῷ ‘οὐδὲ σημαίνεται ἡ ἐπιστήμη διὰ τοῦ ειοους καίτοι ἐν τοῖς εἴδεσιν οὖσα. οἶον εἰ ἐστιν ἡ ἰατρικὴ ειοος τῆς ἐπιστήμης (τούτου γάρ ἐστι δηλωτικὸν τὸ οἷον εἰ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη, ὅ περ τὸ κοινόν), δῆλον ὅτι | ἔνεστιν ἐν τῇ ἰατρικῇ· πλὴν [*](f. 58r) εἰ καὶ ἐν αὐτῇ ἐστιν, οὐ σημαίνεται δι’ αὐτῆς· ὁ γὰρ εἰπὼν ἰατρικὴν οὐ λέγει ἐπιστήμην. καὶ τὴν αἰτίαν τούτου ταχέως ἐπήγαγε διὰ τοῦ ἐκεῖνο δὲ ἦν ἡ ἐπιστήμη ἐπιστητοῦ, δυνάμει λέγων ὅτι ἡ ἐπιστήμη λέγεται ἐπιστητοῦ, ἡ δὲ ἰατρικὴ οὐ λέγεταί τινος· οὕτε γὰρ ἡ γραμματική τινος λέγεται γραμματικὴ οὔτε ἄλλη τῶν κατὰ μέρος οὐδεμία, ὡς ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν. εἰ οὖν ὁ ἐπιστήμην εἰπὼν τινὸς εἶπεν ἐπιστήμην, ὁ δὲ ἰατρικὴν εἰπὼν οὐ τινὸς λέγει, δῆλον ὅτι οὐ συσσημαίνεται τῷ εἴδει τὸ γένος. ἢ μᾶλλον τὸ οὐδὲ ἡ ἑπιστήμη ἐν τῷ εἴδει ἴσον ἐστὶ τῷ ‘οὐδὲ ἐν τῇ ἐπιστήμῃ ἐμφαίνεται τὸ εἶδος᾿· καὶ σύνηθες αὐτῷ χρᾶσθαι ἑρμηνείαις. ὥσπερ οὖν ὁ ἐπιστήμην εἰπὼν οὐ λέγει ἰατρικὴν καίτοι οὖσαν ὑπὸ τὴν ἐπιστήμην, οὕτως καὶ ὁ διπλάσιον εἰπὼν οὐ λέγει ῆμισυ.

[*](p. 181b 35)

Ἐν δὲ τοῖς δι’ ὧν δηλοῦνται κατηγορουμένοις τοῦτο λεκτέον.

Πρὸς τὴν ἀποδοθεῖσαν ἐξήγησιν τοῦ οὐδὲ ἡ ἐπίστη μὴ ἐν τῷ εἴδει ἐστίν” ὑπηγάγετο τὸ εὐθὺς ἐπαχθὲν τὸ ἐν δὲ τοῖς δι’ ὧν δηλοῦνται κατηγορουμένοις καὶ τὰ ἑξῆς, λέγων κατηγορούμενα τὰ κοινότερα καὶ περιληπτικώτερα τῶν ὑπ’ αὐτά. ἐστι δὲ ἡ λέξις ἐλλιπής· τὸ δὲ πλῆρες τοιοῦτον· ἐν δὲ τοῖς κατηγορουμένοις καὶ ὑποκειμένοις, δι’ ὧν ὑποκειμένων δηλοῦνται, ἤτοι ὁρίζονται (ἡ γὰρ σιμότης διὰ τῆς ῥινὸς ὁρίζεται, ὥστε τὰ κατηγορούμενα διὰ τῶν ὑποκειμένων δηλοῦνται), ἐν δὴ τούτοις, φησί, ῥητέον ὅτι οὐ τὸ αὐτὸ δηλοῖ χωρὶς καὶ καθ’ αὑτὸ λεγόμενον καὶ ἐν [*](6 ταὐτὸ aA: ταὐτόν I 7 συνημμένως fort. recte b: συνῃρημένως itemque vs. 8 A τοῦ (post ἐστὶ) I 8 ἡμίσεως a διὰ om. A 10. 11 εἶδος—ἰατρικὴ om. I 10 τῆς Α: τις a 13 ὁ a Α: τὸ I 11 ταχέως Al: συντόμως a 15 ἡ alt. aA: εἰ I 17 post τῶν add. τεχνῶν a 17. 18 ἐν ταῖς Κατηγορίαις] c.9 11a24sq. 19 σημαίνεται Α 22 χρῆσθαι Α 25 δηλοῦνται corr. ex δηλονότι I 28 ὑπηγάγετο a: ἐπάγεται I 20 κατηγορουμένους (aute καὶ) I pr. 30 ἐλλειπής a 33 δὴ ex δὲ, ut videtur, corr. I1)

184
τῷ λόγῳ, τουτέστι ‘καὶ καὶ ὅταν μετά τινος ὑποκειμένου συνδυασθὲν λόγῳ λέγηται καὶ μὴ ὀνόματι’ καὶ τοῦτο λίαν ἐναργῶς παρέστησε διὰ τοῦ κοίλου· καὶ γὰρ τὸ κοῖλον καθ’ αὑτὸ μὲν λεγόμενον συγκεχυμένως ἀμφοτέρων ἐστὶ δηλωτικόν, τοῦ τε σιμοῦ καὶ τοῦ ῥαιβοῦ· ὅταν δὲ προστεθῇ τινι, οὐ τὸ αὐτό· ὁ γὰρ εἰπὼν σκέλος κοῖλον ὡρισμένως δι’ αὐτοῦ τὸ ῥαιβὸν δηλοῖ, ὥσπερ καὶ ὁ εἰπὼν κοίλην ῥῖνα τὸ σιμόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐδὲν κωλύει, τοῦ ‘ὡρισμένον τι ἀλλὰ μὴ συγκεχυμένον’. ὡς γοῦν ἐνταῦθα οὐ ταὐτόν ἐστιν εἰπεῖν κοῖλον καὶ κοίλην ῥῖνα, οὕτως οὐδὲ τὸ λέγειν διπλάσιον ταὐτὸν ἔσται τῷ λέγειν διπλάσιον ἡμίσεος. εἰ δὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὔθ’ ὁ λέγων τὴν σιμότητα κοιλότητα ῥινὸς δὶς λέγει τὴν ῥῖνα, οὔθ’ ὁ λέγων τὸ διπλάσιον ἡμίσεος διπλάσιον δὶς λέγει τὸ ἥμισυ, ὥσπερ οἱ σοφισταὶ βούλονται. λαβόντες γὰρ παρὰ τῶν μὴ καλῶς ἀποκρινομένων, ὅτι τὸ διπλάσιον ταὐτόν ἐστι καὶ τὸ διπλάσιον ἡμίσεος, φασὶν ὅτι, ἐπεὶ ὁ διπλάσιον εἰπὼν ἥμισυ εἶπε, προσθεὶς [δὲ] πάλιν τὸ ἥμισυ δὶς εἶπε τὸ ἥμισυ, οἷον διπλάσιον ἡμίσεος ἡμίσεος. πάλιν σιμότητα εἰπὼν ῥῖνα εἶπεν, ὥστε, εἰ λέγοιμεν ὅτι σιμότης ἐστὶ κοίλη ῥίς, δὶς λέγομεν τὸ ῥίς· σιμότητα γὰρ εἰπόντες ῥῖνα εἴπομεν, προσθέντες δὲ καὶ τὴν ῥῖνα δὶς τὸ αὐτὸ εἰρήκαμεν, κοίλη ῥὶς ῥίς. λύονται δὲ ταῦτα, καθάπερ εἴπομεν, ὅτι οὐ ταὐτὸν σημαίνει χωρὶς καὶ συνημμένως λεγόμενον. ἔτι σαφέστερον εἰπεῖν τὸ ὥστ’ οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός τοιοῦτόν ἐστιν, ὅτι οὐδὲν ἄτοπον, εἴ τις ἐρωτηθείς, τί ἐστι ῥὶς σιμή, εἴπῃ ὅτι ῥίς ἐστιν ἡ ἔχουσα κοιλότητα ῥινός· ὥσπερ γάρ, ὅταν ἐρωτηθέντες περὶ ἀνθρώπου, τί ἐστιν ἄνθρωπος, εἴπωμεν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικόν, οὐ συμπαραλαμβάνομεν τὸν ἄνθρωπον, οὕτω γίνεται καὶ ἐπὶ τούτου. καὶ μή τις ὑπολάβοι ἄτοπόν τι λέγειν τὸν Ἀριστοτέλην ἐκ τούτου τοῦ ῥητοῦ ὁρμηθείς (ἔοικε γὰρ οὗτος ἐν τούτῳ τῷ ῥητῷ παραλαμβάνειν δὶς τὴν ῥῖνα) λέγοντα ὥστε οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· οὐ γὰρ δὶς παραλαμβάνει τὸ ῥίς· ὑποστικτέον γὰρ εἰς τὸ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· ὅταν γὰρ ἐρωτώμεθά τι, συμπαραλαμβάνομεν κἀκεῖνο, οὐχ ὡς μέρος ὂν τοῦ ὁρισμοῦ ἀλλ’ ὡς ἐρωτηθέν, οἷον ἐρω|τώμενοι, τί ἐστι [*](f. 58v) τόδε, λέγομεν ‘τόδε ἐστὶ τόδε καὶ τόδε’.

[*](p. 182a 7)

Περὶ δὲ τῶν σολοικισμῶν, παρ’ ὅ τι μὲν φαίνονται.

Περὶ τ·ῶν σολοικισμῶν, παρὰ τί μὲν φαίνονται συμβαίνειν, εἴρηται πρότερον· παρὰ γὰρ τὸ τόδε καὶ τοῦτο συμβαίνουσι· τὸ γὰρ τόδε ἐπὶ τῶν οὐδετέρων λεγόμενον λαμβάνεται καὶ ἐπ’ εὐθείας καὶ ἐπ’ [*](5 σκέλον I 7 τοῦ scripsi: τὸ al 10 post τὴν expunxit κοιλότητα I 14 δὲ delevi 16 <ὁ> σιμότητα conicio 17 δὶς a: διὸ I 18 post δὶς add. καὶ 19 συνημμένως a: συνῃρημένως I cf. p. 183,7.8 24 συμπαραλαμβάνομεν a: συμπέρασμα λαμβάνομεν 1 27 εἰ om. a 29 ὑποστικτέον a: ὑποτίκτει I 30 συμπεριλαμβάνομεν al cf. vs. 24 31 τί I: τίδέ (sic) a 35 πρότερον] c. 14 p. 173b26sp.)

185
εὐθεῖαν, εἶτα προσφέροντος τοῦ σοφιστοῦ παρὰ τὸ τόδε αἰτιατικὴν σημαῖνον συμβαίνει ἀπάγεσθαι τὸν ἀποκρινόμενον εἰς σολοικισμόν. ἐπ’ αὐτῶν δὲ τῶν συλλογισμῶν ἐστι, φησί, φανερὸν πῶς λυτέον, οἷον ὡς ἐπὶ τοῦδε τοῦ λόγου· ἀρ’ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦ τὸ; ἐνταῦθα μὲν ὡς ἐπ’ εὐθείας ἐρωτηθὲν τὸ τοῦτο καὶ οὕτως παρὰ τοῦ ἀποκρινομένου συγχωρηθὲν συμπεραίνει ἐπὶ αἰτιατικῆς, λέγων φῄς δ’ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον. ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν εὐθεῖαν, ὅπερ εἶπεν αὐτὸς ὅ, ἀλλ’ αἰτιατικήν, ὅπερ ἐδήλωσεν αὐτὸς διὰ τοῦ ὅν.

[*](p. 182a 13)

Εἰ οὖν ἔροιτό τις, ἆρ’ ὃν ἀληθῶς λέγεις.

Ὥσπερ, φησίν, εἰ ἔροιτό τις, ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον, τὸν τοιοῦτον οὐκ ἄν τις φαίη ἑλληνίζειν ἀλλὰ σολοικίζειν, ὥσπερ καὶ ἐπὶ τοῦ ‘ἆρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; ξύλον δ’ εἶπε ταύτην οὗτος· ἔστιν ἄρα ξύλον ταύτην’, οὕτως καὶ ἐπ’ ἐκείνων γίνεται· τὸ γὰρ τοῦτο συγχωρηθὲν καὶ ἐπ’ εὐθείας λεγόμενον ἐκεῖνος λαμβάνει ὡς ἐπὶ αἰτιατικῆς. διὸ καὶ ἐπὶ τούτων μόνων γίνονται οἱ σολοικισμοί, ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυκῶν, ὡς τὸ ‘αὕτη τόδε ἐστίν, οἷον ἡ οὐσία ζῷον’. ἁρμόζει δὲ καὶ κατ’ εὐθεῖαν καὶ αἰτιατικὴν φερόμενον. ἀλλ’ ἴδωμεν αὖθις τὸ ἆρ’ ἣν λέγεις, ἔστιν οὗτος; ὥσπερ, φησίν, ὁ λέγων ἆρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; οὐκ ἂν ἑλληνίζοι, οὕτως οὐδ’ ὁ λέγων ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον; τὸ δὲ ξύλον δ’ εἶπεν οὗτος ἐπήγαγεν, ὡς εἰ ἔλεγεν ‘εἰ ἑλληνίζειν τις τοὺς οὕτω λέγοντας φήσει, συμβήσεται τὸ αὐτὸ καὶ θηλυκῶς καὶ ἀρρενικῶς καὶ οὐδετέρως λέγεσθαι’. εἰ γὰρ ἣν λέγεις, ἔστιν οὗτος, εἶπε δὲ οὗτος αὐτὴν ξύλον, ἔσται αὕτη ξύλον οὗτος καὶ οὗτος τοῦτο αὕτη καὶ τοῦτο αὕτη οὗτος. ἐπὶ μὲν οὖν τῶν ἀρσενικῶν ἢ θηλυκῶν πάμπολυ διέστηκε τὸ ὃ τοῦ αὕτη ἢ οὗτος, ὁμοίως δὲ καὶ τὸ τοῦτο, ἐπὶ δὲ τῶν οὐδετέρων, ἃ εἶπεν αὐτὸς ἢ ὅ σὰ μήτε θῆλυ μήτε ἄρρεν σημαίνει, τὸ ὃ καὶ τὸ τοῦτο οὐδὲν διαφέρει. διὸ καὶ οὐ γίνονται σολοικισμοί· ἐνταῦθα γὰρ διὰ τοῦ τόδε σημαίνοντος καὶ εὐθεῖαν καὶ αἰτιατικὴν οὐ συμβήσεται σολοικισμός. οἷον εἰ ἔροιτό τις ἀρ’ ὃ λέγεις εἶναι, ἔστι τοῦτο; ξύλον δὲ λέγεις εἶναι τοῦτο· ἔστιν ἄρα ξύλον· ἐνταῦθα γὰρ ἐπὶ τοῦ ξύλου οὐδετέρου ὄντος καὶ τοῦ τοῦτο ἁρμόζοντος τῷ ξύλῳ καὶ ἐπὶ εὐθείας καὶ ἐπὶ αἰτιατικῆς λεγομένῳ, ὥσπερ καὶ αὐτοῦ τοῦ [*](1.2 σημαντικὸν εὐθείας a 4 οἷον ante 5 ἆρ’ collocat A 5 post τοῦδε add. λέγει a τοῦτο ἐστὶ, omisso καὶ, Α 7 αἰτιατικῆς a: αἰτιατικὴ I τί I: τὸν a 9 αἰτιατικὴ a 11. 12 τοῦτον, τὸν aA: τοιοῦτον τὸ Ι 12 post τοιοῦτον add. δὲ a 13 εἶπε Α Αlist.: εἶπας aI cf. vs. 24 14 λέγεται Α 15 καὶ al: ὡς A 16 μόνον a 17 ὡς τὸ AI: ὥστε a ἡ om. A 21 δὲ om. Α δ’ Α Arist.: om. al 23 ἀρσενικῶς a ἢν scripsi: ὃν al: om. 24 αὐτὴν Α: αὐτὸν I: αὐτὸ a 25 οὗτος alt. Α: ὤτως al 26 ἢ prius aI: καὶ A 27 ἃ scripsi: ὃ aAl 29 σημαίνονται a 33 λεγομένων Α)

186
τόδε, οὐ γίνονται σολοικισμοί. ἐπὶ δὲ τοῦ ἄρα οὗτός ἐστιν αὕτη; τί δέ, οὐχ οὗτος Κορίσκος; καὶ συμπεραινομένου ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελογίσθαι φησὶ σολοικισμόν, καθὸ μὴ τὴν αἰτιατικὴν δοτικὴν ἡ εὐθεῖαν συνελογίσατο· εἶπε γὰρ ‘αὕτη οὗτος, οὗτος Κορίσκος, αὕτη ἄρα Κορίσκος’. ὁρᾷς πῶς οὐ σολοικίζει ἐν πτώσεσιν· ἔστι δὲ τοῦτο σολοικισμός. φησὶ γὰρ ὁ φιλόσοφος ἐν τῷ Περὶ μνήμης καὶ ἀναμνήσεως ὡς ὁ μὴ τὰ πράγματα οἰκείοις ὀνόμασιν ὀνομάζων σολοικίζει· τὸν γὰρ μέλλοντα εἰπεῖν Λεωσθένην, εἶτα Λεωδάμαντα εἰπόντα σόλοικον ὠνόμασεν ὡς ἄλλο ἀντὶ ἄλλου εἰπόντα.

[*](p. 182a 21)

Οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη.

Εἰπῶν ὅτι ὥσπερ ὁ λέγων ἀρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; οὐκ ἂν ἑλληνίζοι, οὕτως οὐδ’ ὁ λέγων “ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον;” (εἰ γάρ τις ἑλληνίζειν αὐτοὺς λέγει, συμβήσεται τὸ αὐτὸ καὶ θηλυκῶς καὶ ἀρρενικῶς καὶ οὐδετέρως λέγεσθαι), ἐπάγει τὸ οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη. ἐκ περιουσίας δέ ἐστι τὸ ἐπιχείρημα. τὸ δὲ διὰ τούτου λεγόμενον τοιοῦτόν ἐστι· κἂν δοίημεν τὸν Κορίσκον καὶ θηλυκῶς λέγεσθαι, οἷον καὶ οὗτος καὶ αὕτη, μὴ δοίη δὲ τοῦτο ὁ ἀποκρινόμενος, οὐ συλλελόγισται | τὸν σολοικισμόν, ἀλλὰ δεῖ ἐρωτῆσαι τὸν ἀποκρινόμενον. [*](f.59r) καὶ εἰ δίδωσι μὲν οὐ λέγεται δέ, γίνεται μὲν σολοικισμός, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον· εἰ δὲ μήτε λέγεται μήτε δίδωσι, οὔθ’ ἁπλῶς γίνεται οὔτε πρὸς τὸν ἀποκρινόμενον. ἐν δὲ τῷ ὁμοίως οὖν δεῖ κἀκεῖ λείποι ἄν τὸ ‘προσερωτηθῆναι εἰ δίδωσι’ τὸν λίθον σημαίνειν οὗτος. ἀνόμοιον δὲ πτῶσιν λέγει τὴν εὐθεῖαν πρὸς τὴν αἰτιατικήν, ὡς δῆλον πεποίηκε διὰ τοῦ ἐπαχθέντος. σαφῶς δὲ τὰ ἑξῆς ἀπαγγέλλει.

[*](p. 182a 37)

Ἀλλ’ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὕτος.

Ἐν τῇ πρώτῃ, φησίν. ἐρωτήσει τῇ ἆρα ἐπίστασαι τοῦτο; τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται, ἐν δὲ τῇ δευτέρᾳ ὡς ταὐτὸν τῷ οὗτος· ἀνόμοιος δὲ πτῶσις τὸ οὗτος καὶ τὸ τοῦτον· ὥστε οὐ συλλελόγισται. ἀλλὰ καὶ ἐν τῷ ἑξῆς σοφίσματι τῷ ἆρ’ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; τὸ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται. ἐδόθη δ’, [*](2 οὗτος ἄρα Α 3 συλλελογίσθαι] ίσθαι in ras., ut videtur, Α1 6 ἐν τῴ Περὶ μνήμης καὶ ἀναμνήσεως] p. 452b5 8 Λεωδάμαντα Α: λεοδάμαντα al 11 ὃν a 13 λέγοι Α 14 ἀρσενικῶς a 16 τοῦτο a 19 et 20 δίδωσι AI: δίδοται a 21 δοκεῖ A(C) 22 λίποι a εἰ al: ὡς Α σημαίνει, quod conexit Waitz Org. II p. Χ, a 24 post δὲ add. καὶ Α 28 ὡς prins om. Α τοῦτον Α: τοῦτο al 29 τοῦτον—οὗτος A 30 ἀλλ’ ἐν a τὸ (ante ἄρ’) Α)

187
οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι οὐ τούτου ἀλλὰ τοῦτο· τὸ δὲ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται, ὥστε ἐπίστασαι τὸν λίθον.

[*](p. 182b 6)

Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων.

Δεῖ, φησί, σκοπεῖν καὶ ἐξακριβοῦν ὡς οἱ μὲν τῶν παραλογισμῶν ῥᾴους εἰσὶν εἰς τὸ γνωσθῆναι τὰ δι’ ὧν ἐλέγχονται σοφιστικῶς προαγόμενοι, τοὺς δὲ οὐ ῥᾴδιον ἐπιγνῶναι, παρὰ τί παραλογίζεται ὁ ἀκούων, καίτοι πολλάκις τοὺς αὐτοὺς ὄντας τοῖς εὐκόλως ἐπιγινωσκομένοις. τὸ γὰρ πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες τοιοῦτόν ἐστιν· οἱ αὐτοὶ ἀλλήλοις εἰσὶ πάντες οἱ παρὰ τὴν ὁμωνυμίαν, ὥσπερ καὶ οἱ παρὰ τὴν ἀμφιβολίαν πᾶσι τοῖς παρὰ τὴν ἀμφιβολίαν καὶ οἱ παρὰ τὸ συμβεβηκὸς πᾶσι τοῖς παρὰ τὸ συμβεβηκός. ὃ δὲ λέγει ἐστίν, ὅτι τινὲς μὲν ὄντες παρὰ τὴν ὁμωνυμίαν ἔλεγχοι καὶ φαίνονται ὅτι παρὰ τὴν ὁμωνυμίαν εἰσί, τινὲς δὲ εἰσὶ μὲν παρὰ τὴν ὁμωνυμίαν, οὐ φαίνονται δὲ ὄντες παρὰ τὴν ὁμωνυμίαν· οὕτως καὶ οἱ παρὰ τὸ συμβεβηκός. ὅμως, φησί, τοὺς παρὰ τὸ συμβεβηκὸς πάντας τοὺς αὐτοὺς δεῖ καλεῖν, τουτέστι παρὰ τὸ συμβεβηκὸς δεῖ λέγειν εἶναι, κἄν μὴ φαίνωνται ὄντες παρὰ τὸ συμβεβηκός. ὅτι δέ εἰσι παρα- λογισμοὶ παρ’ ἄλλο μέν, φαινόμενοι δὲ εἶναι παρ’ ἄλλο, εἴρηται πρὸ ὀλίγου, ὁπηνίκα μὴ ἀπεδέχετο τοὺς μὴ καλῶς λύοντας μηδὲ λέγοντας τὸ αἴτιον παρ’ ὃ γέγονεν ὁ παραλογισμός. μεταφερόμενον δὲ λέγοι ἂν τὸ ἐπαγόμενον, ὥσπερ καὶ τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’ καὶ ‘ᾦ ἐτύπτετο, τούτῳ σὺ εἶδες’· τοῦτο γὰρ κατὰ μὲν τὰ ἠρωτημένα δοκεῖ παρὰ τὴν ἀμφιβολίαν εἶναι, κατὰ δὲ τὸ ἐπαχθὲν παρὰ τὴν σύνθεσιν.

[*](p. 182b 13)

Ὥσπερ οὖν ἐν τῷ παρὰ τὴν ὁμωνυμίαν.

‘Η ἀπόδοσις τοῦ μερισμοῦ τοὐ τὰ μὲν τοῖς τυχοῦσίν ἐστιν δῆλα κατωτέρω ἐστὶν ἐν οἷς λέγει, ἐν τῷ τὰ δὲ καὶ τοὺς ἐμπειροτέρους διαλανθάνει. τῶν δὲ παρὰ τὴν λέξιν σοφισμάτων ἓξ ὄντων, ὁμωνυμίας, ἀμφιβολίας, συνθέσεως, διαιρέσεως, προσῳδίας, σχήματος λέξεως, τὸ παρὸν σόφισμα τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὸ σχῆμα τῆς λέξεως ἐστι· τὸ γὰρ ἄρρεν, τὸν ἄνδρα, οὐδετέρως ἑρμηνεύει· λέγει γὰρ τὸν ἄνδρα δίφρον ὑπάρχοντα φέρεσθαι κατὰ κλίμακος, τὸ ἀρρενικῶς λεγόμενον οὐδετέρως ἑρμηνεύων· οὐ γάρ ἐστιν ἡ ὀρθὴ πτῶσις τὸ δίφρον [*](1 ἐπίστασαι Α (ui) τούτου Α Arist.: τοῦτο al 2 ἐπίσταται Α 4 ὅτι Α post παραλογισμῶν add. ῥαδίως λύονται καὶ Α 5. 6 προσαγόμενοι Α 9 παρὰ prius om. I 16 φαίνοντι a 17. 18 πρὸ ὀλίγου] c. 24 p. 179b18sq. 20 τὸ] ὁ corr. non liquet unde I1 ὧ εἶ- in ras. A1 21 τούτῳ, quod coniecit Waitz Org. II p. X. Α: τοῦτο al 24 τοῖς Arist. 26 κατωτέρω I: κατώτερον a 30 οὐδετέρως Al: οὐδέτερον a γὰρ alt. om. Α 31 ὑπάρχοντα b: ὑπάρχοντας a: ὑπάρχειν Α: ὑπάρχ(??) I ἀρσενικῶς a)

188
οὐδετέρως, ἀλλ’ ὁ δίφρος. ἔστι γοῦν παρὰ τὸ σχῆμα τῆς λέξεως· τὸ γὰρ μὴ ταὐτὸ ὡσαύτως ἑρμηνεύει, οἷον τὸ ἄρρεν οὐδέτερον λέγει καὶ τὸ οὐδέτερον ἄρρεν. ἔστι δὲ καὶ παρὰ τὴν ἀμφιβολίαν. καὶ εἴη ἂν τὸ σόφισμα τοιοῦτον· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος δίφρον· ὁ ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο ἅρμα· ὥστε ὁ ἀνὴρ ἅρμα ὢν κατὰ τῆς κλίμακος ἐφέρετο. καὶ ὅτι οὕτως ἐγένετο ἡ ἀγωγὴ τοῦ λόγου, δῆλον ἀπὸ τοῦ κατὰ προσῳδίαν τούτου τοῦ σοφίσματος· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν “κὴρ εἴδετο εἶναι”· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἴδετο εἶναι. ἔστιν οὖν τῆς τῶν σοφισμάτων ἀγωγῆς ἡ ὁμοιότης | τοιαύτη· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι [*](f. 59v) δὲ τὸ πολεμεῖν κὴρ εἴδετο εἶναι· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἵδετο εἶναι· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος δίφρον· ἀνὴρ ἄρα ἐφέρετο κατὰ κλίμακος ἅρμα. δύναται τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον καὶ παρὰ τὴν ἀμφιβολίαν εἶναι· ἢ γὰρ ὅτι ἀνὴρ ἔφερεν ἐπὶ τοῦ ὤμου δίφρον κατὰ κλίμακος φερόμενος, ἢ ὅτι ὁ ἀνὴρ δίφρον ὢν καὶ ἅρμα κατὰ κλίμακος ἐφέρετο. ὅτι μὲν οὖν τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὴν λέξιν ἐστί, δῆλον. ἔστι δὲ ἁπλούστερον οὕτω συνάγειν· οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον· ἀλλὰ μὴν οὐκ ἔφερε δίφρον, ἀλλ’ ἐφέρετο ὑπὸ τοῦ δίφρου. ἠρωτᾶτο δὲ τὸ σόφισμα ἐπί τινος ἐπὶ δίφρου κατὰ κλίμακος φερομένου. ἢ κἂν μὴ ἐπὶ δίφρου κατήρχετό τις κατὰ τῆς κλίμακος, ἀλλὰ πρῶτον μὲν ὁ ἀνὴρ αὐτὸς καθ’ αὑτόν, ὕστερον δὲ ὁ δίφρος, οὐδὲν ἧττον χώραν ἔχει τὸ σόφισμα. κἂν γὰρ ὁ ἀνὴρ ἐν τῇ πρώτῃ, εἰ τύχῃ, ὥρᾳ τῆς ἡμέρας, ὁ δὲ δίφρος ἐν τῇ τετάρτῃ κατὰ τῆς κλίμακος ἐφέρετο, οὐδὲν ἧττον τὸ σόφισμα δύναται οὕτως ἐρωτᾶσθαι. ἀρ’ οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· τί δέ, οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον. παρὰ τὴν σύνθεσιν τὸ σόφισμα· ἔδει γὰρ οὕτως συμπεράνασθαι· ὁ ἀνὴρ ἄρα καὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο· τοῦτο δὲ ἀληθές. ὅτι δὲ τὸ παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν παρὰ τὴν λέξιν ἐστί, δῆλον. εὕρηται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀνὴρ ἐφέρετο κατὰ κλίμακος διάφορον. καὶ εἴη ἂν τὸ λεγόμενον διὰ ταύτης τοιοῦτον· εἰπὼν καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοί εἰσι πάντες παρὰ τὴν λέξιν ἐπάγει τούτων ὑπόδειγμα, δυνάμει λέγων· τὸ γὰρ ‘ἀνὴρ κατὰ κλίμακος ἐφέρετο’ οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ διάφορον καὶ ἀμφίβολον· τοῦτο δὲ παρὰ τὴν λέξιν. ὅτι δὲ διάφορόν ἐστι καὶ ἀμφίβολον, δῆλον· ἢ γὰρ ὅτι [*](1 οὐδετέρως I: οὐδέτερον aA 2 post, ἄρρεν add. τὸ δίφρον δηλαδὴ Α 3 post ἄρρεν add. οἷον τὸ ἅρμα Α immo ὁμωνυμίαν cf. vs. 14 et Paraphr. p. 64,20 8 κὴρ κτλ.] Hom.A228 10 ἀπαγωγῆς Α 12. 13 τὸ ἅρμα—ἅρμα om. Α 15 ὅτι prius Α: τὸ al ὁ om. Α 18 ἀπλοῦν a 23 ἑαυτόν Α 24 τῶ πρώτω I pr. τύχοι Α 26 post κατὰ add. τῆς Α 27 post κατὰ prius add. τῆς Α 29 δέ Α: om. al 30 τὴν prius aA: om. I 31 εὕρηται Α: εὑρήσεται al 33 οἱ alt. Α Arist.: om. al 34 ὑπόδειγμα a: ὑποδείγματα ΑI)
189
ἀνὴρ κατὰ κλίμακος ἐφέρετο, ἢ ὅτι αὐτὸς ἔφερέ τι. καὶ μἡποτε άπλουστέρα αῦτη ἠ γραφή.

[*](p. 182b 17)

Καὶ ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν.

Ἡ τοῦ ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν ἀγωγὴ σοφίσματος τοιαύτη τις ἄν εἴη· ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν· τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πέμπεσθε ἄρα πρὸς τὴν κεραίαν. διττὸν τὸ στέλλεσθαι, τό τε ἐξ αὑτῶν καὶ ἀπὸ ἰδίας προαιρέσεως καὶ ὅλως τὸ πορεύεσθαι, ὡς τὸ ‘ἐστειλάμην ταύτην τὴν ὀδόν’ ἀντὶ τοῦ ‘ἐπορεύθην’, καὶ τὸ παρ’ ἄλλων ἢ ἄλλου ἀποστέλλεσθαι, ὡς τὸ ‘ἔπεμψεν ἡμᾶς ὁ βασιλεύς, ἄνδρες ἐν τῷ οὖν ποῖ στέλλεσθε ἐκεῖνοι μὲν τὸ στέλλεσθαι ὡς τὸ πορεύεσθαι δεδώκασιν· ὁ δὲ σοφιστὴς ἐπὶ τοῦ πέμπεσθαι ἔλαβε. τοῦτο δὲ τὸ σόφισμα δύναται καὶ παρὰ τὴν ὁμωνυμίαν εἶναι. μάλιστα δ’ ἂν εἴη παρὰ τὴν ἀμφιβολίαν· ἢ γὰρ ὅτι ποῖ πορεύεσθε; ἢ ὅτι ποῖ παρὰ ἄλλου πέμπεσθε; μήποτε δὲ καὶ παρὰ τὸ σχῆ μὰ τῆς λέξεως ἄν εἴη, τὸ στέλλεσθε ἀντὶ τοῦ ‘πέμπετε’ τῶν σοφιστῶν λαμβανόντων, τὸ παθητικὸν ἀντὶ τοὐ ἐνεργητικοῦ. καὶ τὸ ἔμπροσθεν δὲ δηλοῖ μὲν καὶ τὸ πρότερον χρονικὸν ἐπίρρημα, δηλοῖ δὲ καὶ τὸ ἔμπροσθεν τοῦ ζῴου μέρος. ἀλλὰ καὶ τὸ καθαρὸς σημαίνει μὲν καὶ τὸ ὑγιεινός· καθαρὸς γὰρ βορρᾶς ὁ ὑγιεινὸς λέγεται· σημαίνει δὲ καὶ τὸ ἀμόλυντον καὶ ἄχραντον· ὥστε εἰ ὁ μὲν ἐπὶ τοῦ ὑγιεινοῦ δοίη, ὁ δὲ ἐπὶ τοῦ ἀχράντου συμπερανεῖται, οὐ συλλελόγισται. τὸ δὲ ἄρ Εὔαρχος; οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης παρὰ τὴν σύνθεσιν οὕτως· ἆρά γε Εὔαρχος; οὐ δῆτα ἀλλ’ Ἀπολλωνίδης; ναί· Εὔαρχος ἄρα, ἀλλ’ οὐ δῆτα Ἀπολλωνίδης· παρὰ τὴν σύνθεσιν γὰρ τοῦ ἀλλὰ συνδέσμου τὸ σόφισμά ἐστιν. ἢ καὶ οὕτως· ἆρ’ Εὔαρχος; οὐ δῆτα· ἀλλ’ Ἀπολλωνίδης; ναί· ὁ Εὔαρχος ἄρα Ἀπολλωνίδης ἐστί. τὸ δὲ παρὸν σόφισμα ἠρωτᾶτο πρὸς τὸν ἀδελφὸν τοῦ Εὐάρχου· ἦσαν δὲ ὅ τε | Εὔαρχος καὶ ὁ ἀδελφὸς αὐτοῦ υἱοὶ τοῦ Ἀπολλωνίδου· ἦν δὲ ὁ Εὔαρχος καὶ πατήρ. ἠρώτων οὖν τὸν ἀδελφὸν Εὐάρχου οὕτως· ἆρά γε Εὔαρχος σός ἐστι; ναί· τί δέ, οὐχὶ ὁ Εὔαρχος πατήρ ἐστι; ναί· σὸς ἄρα ὁ Εὔαρχος πατήρ ἐστιν· ἀλλὰ μὴν καὶ οὐ πατήρ· ἀδελφὸς γὰρ σοῦ ἐστιν. ἡ μὲν οὖν ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη. ὁ δὲ Ἀριστοτέλης διά τινα βραχυλογίαν καὶ τὸ φθάσαι τὰ ἀπὸ τοῦ συμβεβηκότος σοφίσματα, ὧν καὶ τοῦτό ἐστι, καὶ δι’ ἄλλων ὀνομάτων ἐκθέσθαι τὴν μίαν πρότασιν θεὶς καὶ ταύτην ἐλλιπῆ τἆλλα παρῆκεν. ἦν γὰρ ἄν πλῆρες, εἰ οὕτως εἶχεν· ἀρά γε Εὔαρχος σός ἐστι; τέθεικε δὲ αὐτὸς ἐλλιπῆ διὰ τὸ δύνασθαι τὰ ‘ἆρά γε Εὔαρχος;’ ποτὲ μὲν [*](1 ante ἀνὴρ add. ὁ A 1. 2 ἁπλούστερον a 3 et 4 στέλλεσθαι(??) I 5 κερέαν a 7 αὐτῶν al 11 post σόφισμα add. ὡς εἴρηται Α 13 τῆ untrobique Α 15 πέμπετε in ras., ut vitletur, A1 τοῦ alt. 0111. A 20 συλλελόγισθαι (sic) a 22 οὕτως b: οὗτος al 24 δῆτα a: δεῖται I 28 Εὐάρχου scripsi: εὔαρχον al 31 τινα I: τὴν a 35 ante εὔαρχος add. ὁ a)

190
συμπλέκεσθαι τῷ † σοφίσματί ἐστι, ποτὲ δὲ τῷ ‘πατήρ ἐστι’. τὸ δὲ οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης ἡ λύσις ἐστὶ τοῦ σοφίσματος, δυνάμει λέγων ‘οὐκ ἔστι μοι ὁ Εὔαρχος πατὴρ ἀλλὰ ὁ Ἀπολλωνίδης’. δύναται τὸ Εὔαρχος καὶ ὡς παράδειγμα τῶν ὁμωνύμων νοεῖσθαι· τὸ γὰρ Εὔαρχος διττόν· ἢ ὁ εὖ τὴν ἀρχὴν διέπων ἡ ὁ καλὴν ἀρχὴν ἔχων. καὶ ἴσως ἂν ἠρωτᾶτο ὁ λόγος ἐπὶ τοῦ Ἀπολλωνίδου καλὴν μὲν ἔχοντος ἀρχὴν οὐ καλῶς δὲ αὐτὴν κυβερνῶντος. ἴσως ἄν καὶ οὕτως ἠρωτᾶτο· ἆρ’ Εὔαρχος ὅδε; ναί· τί δέ, ὅδε ὁ τοῦ Πλάτωνος, εἰ τύχῃ, διάλογός ἐστιν; ὅτι δὲ καὶ τὸ ὂν καὶ τὸ ἓν οἱ μὲν ὁμώνυμα καὶ πολλαχῶς λέγεσθαί φασιν, οὐκ ἄδηλον· Παρμενίδης γὰρ ἓν τὸ ὄν φησι, Πλάτων δὲ τὸ ἓν μοναχῶς λέγεσθαι, ὁ δὲ Ἀριστοτέλης ἀμφότερα πολλαχῶς. τὸν Ζ|ήνωνος δὲ λόγον καὶ Παρμενίδου λύειν λέγει οὐκ ἄλλον τινὰ ἀλλ’ ἢ ἑαυτόν· οὗτος γὰρ κυρίως λέλυκε τοὺς Παρμενίδου καὶ Μελίσσου λόγους ἐν τοῖς Φυσικοῖς, τοὺς δὲ Πλάτωνος ἐν τοῖς Μετὰ τὰ φυσικά. ὥσπερ δέ, φησίν, ἐπί τινων τῶν προειρημένων λόγων δυσχερῶς ἔστι κατιδεῖν πῶς λύονται (οἱ μὲν γὰρ ῥᾷον ἐπιγινώσκονται, οἱ δὲ χαλεπώτερον), ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ συμβεβηκὸς ἐλέγχων· τούτων γὰρ οἱ μὲν ῥᾴους εἰσὶν ὀφθῆναι, ὅτε παρὰ τὸ συμβεβηκός εἰσιν, οἱ δὲ δυσφώρατοι τυγχάνουσιν, εἰ παρὰ τοῦτο γεγονασιν.

[*](p. 182b 32)

Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος μάλιστα.

‘Οποῖά εἰσι καὶ τὸ τέταρτον καὶ ἕκτον ἐπιχείρημα ἐν τῷ πέμπτῳ τμήματι τοῦ Περὶ ἑρμηνείας, δι’ ὧν πειρᾶται [μᾶλλον] κατασκευάζειν ὅτι μᾶλλον ἀντίκειται τῇ καταφάσει ἡ ἀπόφασις ἤπερ ἡ ἐναντία κατάφασις· δριμεῖαν γὰρ ὄντως καὶ οὐ ῥᾳδίαν ἔχουσι τὴν φαντασίαν τῆς παραγωγῆς. ἔτι δὲ καὶ τὰ δεικνύντα ὡς οὐκ ἔστι χρόνος διὰ τὸ μηδὲ τὰ μέρη αὐτοῦ εἶναι, τό τε παρεληλυθὸς καὶ τὸ μέλλον, τὸ δὲ ἐνεστὼς μὴ εἶναι χρόνον καὶ ἄλλα τοιαῦτα.

[*](p. 182b 33)

Ἀπορία δέ ἐστι διττή, ἡ μὲν ἐν τοῖς συλλελογισμενοις.

Ἀπορία, φησίν, ἐστὶν ἐν τοῖς συλλελογισμένοις λόγοις, τί ἀνελόντων ἐλεγχθήσεται τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· εἰ οὐδεὶς τοῖχος ἀναπνεῖ διὰ τὸ [*](1 legas ‘σός ἐστι 3 ἀπολλωνίδης] νί superscr., η corr. non liquet unde I 8 τύχοι a 11 ἀμφότερον a 12 γὰρ ex Α οὗτος γὰρ ὁ ἀριστοτέλης) addidi: om. al 13 ἐν τοῖς Φυσικοῖς] I 2. 3 14 ἐν τοῖς Μετὰ τὰ φυσικά] Β 4 p. 1001asq. cf. 1 p. 996a6, I2 p. 1053b13 τινων τῶν scripsi: τινων a: τῶν I 15 εἰρημένων I pr. 18 εἰσιν ex ἐστιν corr. I δυσφώρατοι scripsi cf. p. 192,10 et Top. 243,15 n.: δισφορώτατοι (sic) al 22. 23 ἐν τῷ πέμπτῳ τμήματι τοῦ Περὶ ἑρμ’.] c. 14 p.23a27sq. 23 μᾶλλον delevi 26 ἔτι ex ἔστι, ut videtur, corr. I τὰ δεικνύντα κτλ.] cf. Phys. IV 10 27 ἐνεστὸς a)

191
μὴ ζῷον εἶναι, εἰ ζῷα ἦσαν, ἀνέπνεον ἂν οἱ τοῖχοι, ὥστε εἴ τι ζῷον, ἀναπνεῖ· ἀλλὰ μὴν μύρμηκες, μέλιτται, ὅλα τὰ ἔντομα ζῷα ὄντα οὐκ ἀναπνεῖ· οὐκ ἄρα ὁ τοῖχος, διότι οὐκ ἔστι ζῶον, οὐκ ἀναπνεῖ· ὥστε ἔσται ὁ τοῖχος ζῷον, κἄν μὴ ἀναπνῇ. αἴτιον δὲ προσεχὲς τοῦ μὴ ἀναπνεῖν τὸν τοῖχον οὐ τὸ μὴ ζῷον εἶναι (πόρρω γὰρ τοῦτο) ἀλλὰ τὸ μὴ ἔχειν πνεύμονα. τὰ δὲ λεγόμενα κοινῶς καὶ περὶ τῶν διαλεγομένων καὶ τῶν σοφιζομένων λέγεται. ἐπεὶ δὲ οἱ διαλεγόμενοι ἐξ ἐνδόξων συλλογίζονται (τούτων γὰρ τοὺς λόγους εἶπε συλλελογισμένους), οὐ πάντως δὲ τὰ ἔνδοξα καὶ κυρίως ἀληθῆ ἐστιν, ἄν ἀμφότερα μὲν τὰ ληφθέντα ἔνδοξα ᾖ, δριμὺς οὗτος ὁ λόγος ἐστίν· ἀπορίαν γὰρ ἐμποιεῖ, ποίαν τῶν προτάσεων ἀνελόντες (τὸ ὅ τι γὰρ ἀντὶ τοῦ τί) καὶ τὸ συναχθὲν ἀναιρήσομεν· οὐ γὰρ ἡ τυχούσης τῶν προτάσεων ἀναίρεσις συναναιρεῖ καὶ τὸ συναχθέν, καθάπερ πολλάκις εἴρηται πρότερον, ἀλλ’ ἐκείνης παρ’ ἣν γέγονεν ἡ παραγωγή. καὶ ἔστι πρώτη μὲν ἀπορία αὕτη ἐν τοῖς διαλεκτικοῖς λόγοις. ἐν δὲ τοῖς | ἐριστικοῖς πρώτη ἐστί, πῶς εἴπῃ τις τὸ προταθέν, τουτέστι πῶς [*](f. 60v) ἀποκριθείς τις οὐκ ἐλεγχθήσεται. εἰ γὰρ ἔροιτό τις ‘ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρα ἀποβέβληκε τοσαῦτα;’, πῶς ἄν τις ἀποκριθεὶς ἐνταῦθα μὴ ἐλεγχθῇ· εἰ μὲν γὰρ φήσει, ἐλεγχθήσεται· εἰ δ’ εἴποι ’τοσαῦτα μὲν οὐ δῆτα, τούτων δὲ τὶ ἢ τινά’, οὐκ ἂν ἐλεγχθῇ. ἢ καὶ οὕτως νοήσεις τὸ πῶς τις εἴπῃ τὸ προταθέν, πότερον παρὰ τὴν ἀμφιβολίαν ἐστὶν ἢ παρὰ τὸ συμβεβηκὸς ἢ παρά τινα τῶν εἰρημένων τρόπων· τινὰ γὰρ τῶν σοφισμάτων φαίνονται καὶ παρὰ τοῦτον καὶ παρ’ ἐκεῖνον, ὥσπερ εἴρηται καὶ πρότερον.