De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

μηδὲ ἐκεῖνο δὲ ἡμῖν [*](XXI) ἀνεξέταστον παραλελείφθω, εἴ τις ὑποθοῖτο, μηδὲν μᾶλλον ἀληθῆ εἶναι τὸ εἶναί τι οὕτως ἐφ’ ἡμῖν, ὡς ἡμεῖς τε ἀξιοῦμεν καὶ ἡ τῶν πραγμάτων φύσις ἔχειν μαρτυρεῖ, τοῦ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι ἐπ’ ἴσης ἑκάτερον ἢ πιστὸν ἢ ἄδηλον αὐτό, ποτέρᾳ δόξῃ πείθεσθαι τοῖς ἀνθρώποις ἀσφαλέστερόν τε καὶ ἀκινδυνότερον, καὶ ποῖον ψεῦδος αἱρετώτερον, πότερον τὸ πάντων γινομένων καθ’ εἱμαρμένην ἢ μὴ οὕτως ἔχειν ὑπολαμβάνειν, ἀλλ’ εἶναι καὶ ἡμᾶς τοῦ τι πρᾶξαι ἢ μὴ πρᾶξαι κυρίους, ἢ ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν οὕτως, ὡς προειρήκαμεν, πεπεῖσθαι τὸ τοῦτο μὲν ψεῦδος εἶναι, πάντα δὲ καὶ τὰ ὑφ’ ἡμῶν πραττόμενα κατὰ τὴν ἡμετέραν ἐξουσίαν γίνεσθαι κατηναγκασμένως. ἢ γνώριμον ὅτι οἱ μὲν πάντων γινομένων καθ’ εἱμαρμένην αὐτοὺς πείθοντες ὡς ἐξουσίαν ἔχοντάς τινων τοῦ τε πράττειν αὐτὰ καὶ μὴ οὐδὲν ἂν παρὰ τήνδε τὴν πίστιν ἐν τοῖς πραττομένοις ἁμάρτοιεν, τῷ μηδὲ τὴν ἀρχὴν τῶν γινομένων τινὸς ὑφ’ αὑτῶν εἶναι κύριοι, ὥσθ’ ὁ κίνδυνος τῆς κατὰ τοῦτο διαμαρτίας πρόεισιν μέχρι ῥημάτων. εἰ δέ γε, ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν καὶ μὴ πάντων γινομένων ἐξ ἀνάγκης, πείθεσθαι μὲν μηδενὸς ἡμᾶς εἶναι κυρίους, πολλὰ παραλείψομεν τῶν δεόντως ἂν πραχθέντων ὑφ’ ἡμῶν καὶ διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν καὶ διὰ τὸ τοὺς ἐπὶ τοῖς πραττομένοις καμάτους προθύμως ὑφίστασθαι, ἀργότεροι γενόμενοι πρὸς τὸ δι’ αὑτῶν τι ποιεῖν διὰ τὴν πίστιν τοῦ, καὶ μηδὲν ἡμῶν πραγματευομένων περὶ τῶν πρακτέων, τὸ ὀφεῖλον ἂν γενέσθαι. οὕτως δὲ τούτων ἐχόντων πρόδηλον ὡς αἱρετώτερον τοῖς φιλοσοφοῦσιν, τὴν ἀκινδυνοτέραν ὁδὸν αὐτούς τε αἱρεῖσθαι καὶ τοὺς ἄλλους ἄγειν.

Οὐ χεῖρον δέ, τούτων προτεθεωρημένων καὶ αὐτὰ τὰ περὶ τῆς εἱμαρμένης [*](ΧΧΙΙ) ὑπ’ αὐτῶν λεγόμενα παραθεμένους ἰδεῖν, εἴ τινα τοιαύτην ἔχει βίαν, ὡς εὔλογον εἶναι διὰ τὴν πρὸς τὸ ἀληθὲς οἰκειότητα καὶ τῶν ἐναργῶν οὕτως ὑπερορᾶν. ἔσται δὲ ἡμῖν καὶ ὁ περὶ τούτων λόγος ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον ἐστὶ χρήσιμος πρὸς τὰ προκείμενα. φασὶν δὴ τὸν κόσμον τόνδε, ἕνα ὄντα καὶ πάντα τὰ ὄντα ἐν αὑτῷ περιέχοντα, καὶ ὑπὸ φύσεως διοικούμενον ζωτικῆς τε καὶ λογικῆς καὶ νοερᾶς, ἔχειν τὴν τῶν ὄντων [*](1 fortasse ποιοῦσιν ⟨ἢ μὴ ποιεῖν ἔχειν⟩ 2 ἀνθρώπων βίος a2: ἀνθρώπων Va1 3 ὑποθοῖτο V: ὑπόθοιτο a¹¹: ὑποτίθοιτο Lond.: ὑποθεῖτο K ἀληθῆ sic V: ἀληθεῖ K 4 τε om. a1 5 μαρτυρεῖ a12: μαρτυρεῖν VΗ 6 fortasse οὐ τ ῶν 8 πάντως γινόμενον Η γρ. ἢ del. B²: τὰ Lond. 0 9 τουτί vel τοῦ τί V: τοῦ τε 11 τὸ om. fortasse τῷ 11. 12 πραττόμενα] exspectas πράττεσθαι δοκοῦντα καὶ 12 γίνεσθαι Cas. Lond. 0: γίνεται libri ἢ] οὐ 0 16 κύριος a1 ὥσδ᾿ —ἡμᾶς εἶναι (18) om. a1 τούτων 0 18 πάντων τῶν 0 πείθεσθαι μὲν] πεισθείημεν B²: διὰ τὸ πείθεσθαι aut πειθόμενοι coni. 0 ἡμᾶς εἶναι Va¹: εἶναι ἡμᾶς Η: ὄντας a2 19 παραλείψομεν Β²: παραλίπομεν V: παραλείπομεν a¹2: παραλείποιμεν Lond. 20 alt. τὸ Cas. Lond. 0: τοῦ libri 21 γευόμενοι, sed υ et μ litura obscurae V: γινόμενοι E αὐτῶν V 23 ὄρειλον ἂν add. Schwartz 24 αυτοὺσ V 24. 25 τε αἱρεῖσθαι a2: ἐπαίρεσθαι Va¹: τε ἑλέσθαι B² 27 προθεμένους a¹² 30 ἐφόσον V 31 αὐτῷ V)

192
διοίκησιν ἀίδιον κατὰ εἱρμόν τινα καὶ τάξιν προιοῦσαν, τῶν πρώτων τοῖς μετὰ ταῦτα γινομένοις αἰτίων γινομένων καὶ τούτῳ τῷ τρόπῳ συνδεομένων ἀλλήλοις ἀπάντων, καὶ μήτε οὕτως τινὸς ἐν αὐτῷ γινομένου, ὡς μὴ πάντως ἐπακολουθεῖν αὐτῷ καὶ συνῆφθαι ὡς αἰτίῳ ἕτερόν τι, μήτ’ αὖ τῶν ἐπιγινομένων τινὸς ἀπολελύσθαι δυναμένου τῶν προγεγονότων, ὡς μή τινι ἐξ αὐτῶν ἀκολουθεῖν ὥσπερ συνδεόμενον, ἀλλὰ παντί τε τῷ γενομένῳ ἕτερόν τι ἐπακολουθεῖν, ἠρτημένον ⟨ἐξ⟩ αὐτοῦ ἐξ ἀνάγκης ὡς αἰτίου, καὶ πᾶν τὸ γινόμενον ἔχειν τι πρὸ αὐτοῦ, ᾧ ὡς αἰτίῳ συνήρτηται. μηδὲν γὰρ ἀναιτίως μήτε εἶναι μήτε γίνεσθαι τῶν ἐν τῷ κόσμῳ διὰ τὸ μηδὲν εἶναι τῶν ἐν αὐτῷ ἀπολελυμένον τε καὶ κεχωρισμένον τῶν προγεγονότων ἀπάντων. διασπᾶσθαι γὰρ καὶ διαιρεῖσθαι καὶ μηκέτι τὸν κόσμον ἕνα μένειν αἰεί, κατὰ μίαν τάξιν τε καὶ οἰκονομίαν διοικούμενον, εἰ ἀναίτιός τις εἰσάγοιτο κίνησις· ἣν εἰσάγεσθαι, εἰ μὴ πάντα τὰ ὄντα τε καὶ γινόμενα ἔχοι τινὰ αἴτια προγεγονότα, οἷς ἐξ ἀνάγκης ἕπεται· ὅμοιόν τε εἶναί φασιν καὶ ὁμοίως ἀδύνατον τὸ ἀναιτίως τῷ γίνεσθαί τι ἐκ μὴ ὄντος. τοιαύτην δὲ οὖσαν τὴν τοῦ παντὸς διοίκησιν ἐξ ἀπείρου εἰς ἄπειρον ἐναργῶς τε καὶ ἀκαταστρόφως γίνεσθαι. οὔσης δέ τινος διαφορᾶς ἐν τοῖς αἰτίοις, ἣν ἐκτιθέντες (σμῆνος γὰρ αἰτίων καταλέγουσιν, τὰ μὲν προκαταρκτικά, τὰ δὲ συναίτια, τὰ δὲ ἑκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ ἄλλο τι· οὐδὲν γὰρ δεῖ τὸν λόγον μηκύνειν πάντα τὰ λεγόμενα παρατιθέμενα τὸ βούλημα αὐτῶν δεῖξαι τοῦ περὶ τῆς εἱμαρμένης δόγματος), ὄντων δὴ πλειόνων αἰτίων, ἐπ’ ἴσης ἐπὶ πάντων αὐτῶν ἀληθές φασιν εἶναι τὸ ἀδύνατον εἶναι, τῶν αὐτῶν ἀπάντων περιεστηκότων περί τε τὸ αἴτιον καὶ ἐστιν αἴτιον, ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν, ὁτὲ δὲ οὕτως. ἔσεσθαι γάρ, εἰ οὕτως γίνοιτο, ἀναίτιόν τινα κίνησιν. τὴν δὲ εἱμαρμένην αὐτὴν καὶ τὴν φύσιν καὶ τὸν λόγον, καθ’ ὃν διοικεῖται τὸ πᾶν, θεὸν εἶναί φασιν, οὖσαν ἐν τοῖς οὖσίν τε καὶ γινομένοις ἅπασιν καὶ οὕτως χρωμένην ἁπόντων τῶν ὄντων τῇ οἰκείᾳ φύσει πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν. καὶ τοιαύτη μὲν [*](2 συνδεδεμένων a2 3 ἀπάντων ἀλλήλοις a¹² γενομένου Gercke 6 ἐπακολουθεῖν Lond. 0 παντί B²0: πάντῃ Va¹2 7 ἐξ add. 0 8 πρὸ] ἐξ (in mg. πρὸ) 10 pr. τῶν om. 0 13 εἰ s. v. V 14 ἔχει a12 15 τωι sic v. c. s, v. V: om. EH 16 ἐνεργῶς Usener 17 supra ἀκαταστρόφως: μετὰ B² 18 ἐκτίθενται H γρ. E σμῆνος E Cas. O: μηνὸς Va¹² αἰτίων E Cas. 0: αἴτιον Va¹2 σμῆνος— αἰτίων] μηδὲν ἀναίτιον] sic Lond. 19 ἑκτικά K Cas. Lond.: ἀκτικά V: ἀρκτικά E: ἐκτικά a1² 20 εἰς πάντα Lond. 0: ἢ σύμπαντα Usener: διὰ (vel εἰς) τὸ πάντα Gercke παρατιθέμενα Va1: παρατιθεμένους HKR Cas. Lond. 0 παρατιμέμενους a2: παρατιθέντας in lit. Β (s. v. βουλομένους Β2): παρατιθέμενον Gercke 21 δὲ 0: δ’ ἤδη 23. 24 ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν Usenerus: ὁτὲ δε μὴ ἢ ὁτε δε μη οὕτως εἴπως συμβαίνει (sic acc. et spir. supra η, οτε, ουτως del.) V: ὅτε δὲ μὴ ηοτεδεμη οὕτως πως συμβαίνει Β¹: ὁτὲ μὲν ὁτὲ δὲ μή, οὕτως εἴπως συμβαίνει Η: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτως πως συμβαίνειν Ε: ὅτε μὲν καὶ ὥ ὅτε δὲ μὴ οὕτω συμβαίνειν K: ὁτε μὲν οὑτωσί πως συμβαίνειν B2: ὁτὲ μὲν δὲ μὴ οὕτως συμβαίνειν a1 Lond.: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτω συμβαίνειν a2: ὁτε μὲν μὴ οὕτω συμβαίνειν Cas.: ὁτὲ μὲν δὴ μὴ οὕτω συμβαίνειν 0 24 οὕτως ⟨εἴ πως συμβαίνει. ἔσεσθαι 0 27 χρωμένην a¹2 χρωμένησ V)
193
ὡς διὰ βραχέων εἰπεῖν ἡ περὶ τῆς εἱμαρμένης ὑπ’ αὐτῶν καταβεβλημένη δόξα.

ἔτι δὲ τὸ ψεῦδος τῶν λεγομένων οὐ λόγων τινῶν οὐδὲ ἐλέγχων [*](XXIII) ἔξωθεν δεόμενον, ἀλλ’ αὐτόθεν γνώριμον. τίς γὰρ ἔλεγχος λόγου φανερώτερος τοῦ μὴ ἐφαρμόζειν τούτοις περὶ ὧν λέγεται; τὸ γοῦν πρῶτον εἰρημένον ὡς πάντων τῶν ὄντων αἰτίων τινῶν γινομένων τῶν μετὰ ταῦτα καὶ τοῦτον τὸν τρόπον ἐχομένων ἀλλήλων τῶν πραγμάτων τῷ δίκην ἁλύσεως τοῖς πρώτοις συνηρτῆσθαι τὰ δεύτερα, ὃ ὥσπερ οὐσίαν τῆς εἱμαρμένης ὑποτίθενται, πῶς οὐ φανερῶς ἀπᾴδει τῶν πραγμάτων; εἰ γὰρ τῶν τέκνων οἱ πατέρες αἴτιοι καὶ δεῖ κατ’ οἰκειότητα τὰς αἰτίας ἀπαιτεῖν, ὡς ἀνθρώπου μὲν ἄνθρωπον αἴτιον εἶναι, ἵππου δ’ ἵππον, τίνος αἴτιοι τῶν μετ’ αὐτοὺς οἱ τὴν ἀρχὴν μηδὲ γήμαντες, τίνος δὲ οἱ παῖδες οἱ πρὸ τῆς ἡλικίας διαφθαρέντες; πολλὰ γὰρ τῶν γινομένων, ὑπὸ τῆς κατὰ τὸ ποσὸν ἐκλείψεως ἢ μὴ κινηθέντα ἢ φθαρέντα πρότερον, οὐδενὸς ἔφθη γενόμενα τῷ κατὰ τὴν ὑπάρχουσαν δύναμιν αὐτοῖς αἴτια. τίνος δὲ ἐροῦσιν αἴτια τὰ ἔν τισιν μέρεσιν τοῦ σώματος φυόμενα περιττώματα; τίνος δὲ τὰ τέρατά τε καὶ γινόμενα παρὰ φύσιν, ἃ τὴν ἀρχὴν οὐδὲ διαμένειν οἷά τε; εἰ δ’ ὁ μὲν εἰ φλοιὸς ἐν τοῖς φυτοῖς ἕνεκα τοῦ περικαρπίου, τὸ δὲ περικάρπιον τοῦ καρποῦ χάριν, καὶ ἀρδεύεται μὲν ἴνα τρέφηται, τρέφεται δὲ ἵνα καρποφορῇ, ἀλλ’ ἔστιν γε πολλὰ ἐν αὐτοῖς εὑρεῖν καὶ μὴ τοῦτον γινόμενα τὸν τρόπον. τίνος γὰρ ἄν τις εἴποι τὰ σεσηπότα καὶ τὰ ξηρὰ τῶν καρπῶν αἴτια τῶν μετὰ ταῦτα; τίνος δὲ τήν τινων φύλλων διδυμότητα; ἐξ ὧν φανερὸν τοῖς ὁρᾶν τἀληθῆ βουλομένοις τε καὶ δυναμένοις, ὅτι, ὥσπερ οὐ πᾶν τὸ δυνατὸν ἐνεργεῖν ⟨ἐνεργεῖ⟩, οὕτως οὐδὲ πᾶν, ὃ ἂν γένοιτο αἴτιον, καὶ ἔστιν αἴτιον ἤδη ἢ γέγονεν ἢ γενήσεται. ἀλλ’ οὐδὲ πᾶν τὸ γεγονὸς εὐθὺς τῷ εἶναι ἤδη καὶ αἴτιόν ἐστιν ἐσομένου τινός. τὸ δ’ ὁμόσε χωροῦντας μὲν λέγειν καὶ ταῦτα, καταφεύγειν δὲ ἐπὶ τὸ ἄδηλον εἶναί τινος αἴτια (ὥσπερ ἀμέλει καὶ ἐπὶ τῆς προνοίας τῆς κατ’ αὐτοὺς ἀναγκάζονται ποιεῖν πολλάκις) εὐπορίαν ἐστὶ τοῖς ἀπόροις υηχανωμένων. τούτῳ γὰρ χρωμένους ἐνέσται περὶ πάντων τῶν ἀτοπωτάτων λέγειν ὡς καὶ ὄντων καὶ εὐλόγους ἐχόντων τινὰς αἰτίας, ἡμῖν δὲ ἀδήλους ἔτι.

ἆρ’ οὖν τούτων οὕτως ἐχόντων [*](ΧΧΙV) ἀναιτίως τι γενήσεται καἴ τοῦθ’ ἡμῶν ὁ λόγος προξενεῖ; ἢ δύναται | [*](1 τῆν a2 3 γνωριμώτερος (mg. φανερώτερος) H 4 τούτοις a12: τοῦτο (ν supra alt. ο v. c.) V: τούτω τούτω B¹E λέγεται v. c. Va¹2: λέγονται V¹ 5 εἰρημένον V: εἰρημένων a¹2 πάντων τῶν V: περιῶ a2: περτῶν τῶν a1: τῶν Β² alt. τῶν om. a¹2 6 τούτῳ τῷ τρόπῳ Ο: τούτων τὸν τρόπον Cas. 7 συνῆρτῆσθαι sic V 8 οὐ φανερῶς om. a12 : φανερῶς om. Cas.: οὐ φανερωτέροις Ε 9 εἰκειότητα a2 ἀπατεῖν a1 10 ἵπον V 11 τὴν del. B² 12 ἡλικίας] κ in lit. V τὸ ποσὸν] τόπον a1 13 ἐλλείψεως a¹² alterum ἢ in lit. V 14 τῷ del. B²0 15 περιπτώματα a2 16.17 εἰ δ’ ὁ μὲν a¹2: εἴδομεν εἰ V: εἴδομεν εἰ Η 18 τρέφεται τρέφεται a12: τρέρηται τρέρηται Lond. 19 καρποφορῇ] alt. ο in lit. V 20 σησεπότα a2 ξηρανθέντα τῶν mg. E: ξηρανθέντα τὰ 0 21 διδημότητα a2 23 πᾶν τὸ Sehwartz: πάντα libri ἐνεργεῖ addidi 24 εὐθὺς] ς in lit. V 25, 26 λέγειν μὲν καὶ ταῦτα εἶναι σἴτια καταφεύγειν B² 26 fortasse αἰτίαν 29 ἔν ἐσται V 31 ⟨ἢ⟩ ἀναιτίως Scultess 0 λόγος] alt. ο in lit. V Suppl. Arist. ΙΙ 2 Alex. scripta minora.)

194
σώζεσθαι τὸ μηδὲν ἀναιτίως τῶν γινομένων γίνεσθαι καὶ τοῦτον τὸν τρόπον ἐχόντων ὡς ἡμεῖς λέγομεν τῶν πραγμάτων. ἂν γὰρ παυσάμενοι τῆς ἀλύσεως τῶν σἰτίων καὶ τοῦ τοῖς πρώτοις γενομένοις λέγειν ἐξ ἀνάγκης ἕπεσθαι τὸ αἰτίοις φύσει ὀφείλειν γίνεσθαι ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν τὸ σἴτιον περιέχουσιν, ἀπὸ τῶν γινομένων τε καὶ ὑστέρων τὴν ἀπόδοσιν τῶν αἰτίων ποιώμεθα ἔτι τε τῶν γινομένων κυρίως ζητῶμεν τὰς αἰτίας, οὔτε ἀναιτίως τι τῶν γινομένων γενήσεται οὔτε διὰ τοῦτο ἐξ ἀνάγκης καθ’ εἱμαρμένην τοιαύτην πᾶν τὸ γινόμενον ἔσται. οὐκ ἐξ ἀνάγκης μὲν γὰρ ὁ Σωφρονίσκος τῷ εἶναι ἤδη καὶ πατήρ ἐστι καὶ αἴτιός τινι τῶν μετ’ αὐτόν. εἰ μέντοι Σωκράτης εἴη ἐξ ἀνάγκης, αὐτῷ τῆς γενέσεως Σωφρονίσκος ἐξ ἀνάγκης αἴτιος. ὡς γὰρ θεμελίου μὲν ὄντος οὐκ ἀναγκαῖον οἰκίαν γενέσθαι, οἰκίας δὲ οὔσης προκαταβεβλῆσθαι τὸν θεμέλιον, ἀνάγκη οὕτως ἔχειν ὑποληπτέον καὶ ἐν τοῖς γινομένοις φύσει τὰ αἴτια ἐξ ἀνάγκης, οὐ τοῖς πρώτοις ἐξ ἀνάγκης ἑπόμενον τὸ αἰτίοις εἶναί τινων, ἀλλὰ τοῖς ὑστέροις γινομένοις τὸ ἐξ ἀνάγκης ἔχειν τι τῶν πρὸ αὐτῶν αἴτιον. ἔστι δέ τινα τῶν γινομένων καὶ τοιαῦτα, ὡς ἔχειν μὲν αἴτιόν τι, οὐ μὴν οἰκεῖον οὐδὲ προηγούμενον, ἀλλ’ ὡς ἡμῖν ἔθος λέγειν κατὰ συμβεβηκός. ὁ γὰρ εὑρεθεὶς θησαυρὸς ὑπὸ τοῦ διὰ τὸ φυτεύειν σκάπτοντος ἔχει μὲν τὸ σκάπτειν αἴτιον, ἀλλ’ οὐκ οἰκεῖον οὐδὲ γενόμενον δι᾿  αὐτόν. τὰ μὲν γὰρ κυρίως αἴτια ἢ ἐξ ἀνάγκης μόνον ὡς τούτοις δοκεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενον ἔχει τὸ αἴτιον, τὰ δὲ κατὰ συμβεβηκὸς οὕτως αἴτια σπανίως γίνεται τῶν τοιούτων αἴτια. ὥστε τοῖς τοῦτον τὸν τρόπον λέγουσιν ἅμα μὲν ἕπεται τὸ μηδὲν ἀναιτίως γίνεσθαι λέγειν, ἅμα δὲ τὸ σώζειν τό τε ἀπὸ τύχης καὶ αὐτομάτως γίνεσθαί τινα καὶ εἶναι καὶ τὸ ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενον ἐν τοῖς πράγμασιν ἀλλ’ οὐ φωνὴν μόνον.

πῶς γὰρ οὐ φανερῶς τὸ λέγειν [*](ΧΧV) ψεῦδος πᾶν τὸ ἑπόμενόν τινι ἐξ ἐκείνου τὴν αἰτίαν τοῦ εἶναι ἔχειν καὶ πᾶν τὸ προηγούμενόν τινος αἴτιον ὑπάρχειν ἐκείνῳ; ὁρῶμεν γὰρ ὅτι τὰ ἐφεξῆς ἀλλήλοις ὄντα τῷ χρόνῳ οὐ πάντα διὰ τὰ ἔμπροσθεν καὶ πρὸ αὐτῶν γεγονότα γίνεται. οὔτε γὰρ τὸ βαδίσαι διὰ τὸ ἀναστῆναι, οὔτε νὺξ διὰ τὴν ἡμέραν, οὔτε ὁ τῶν Ἰσθμίων ἀγὼν διὰ τὸν τῶν Ὀλυμπίων, ἀλλ’ [*](1 τῶν s. v. v. c. V 3 ἀλύσεως Schultess 0: ἀναλύσεως libri αἰτιων V ante λέγει (λέγειν corr. v. c.) lit. 4 litt. V 4 φύσει ὀφείλειν γ.B2 Cas.: φησὶν ὀφείλειν γ. (sic ν sive υ et ει superscr. v. c.) V: φησὶν ὀφείλειν γ. a¹2: φησὶν ὀφείλειν φύσιν γ.H: φησὶ γ. ὀφείλειν E: τισιν ὄφειλον γ. Lond. 0 6 κυρίας Lond. 0 7 ἀνάγκης (ἀνάγκη K) γενήσεται a2 8 πᾶν τὸ B²: πάντοθεν libri μὲν om. a12 9 ἔσται 0 10 εἴη add. v. c. V: exh. a¹² 11 αἴτιος ante Σωφρονίσκος colloc. B² μὲν om. 0 οἰκεῖαν a 12 προκαταβεβλῆσθαι] alt. β add. v. c. V 13 ἐξ ἀνάγκης del. B²: fortasse ⟨τὰ⟩ ἐξ ἀ. 13.14 οὐ τοῖς πρώτοις (m1 scripserat αὐτοῖς πρώτης (sic), sed οὐ τοῖς corr. v. c., πρώτοις m1) V: οὐκ αὐτοῖς πρώτοις a2: αὐτοῖς πρώτοις a1: αὐτοῖς ἠρώτησεν Ε 19 ἀλλ’ οὐκ] οὐ μὴν Η fortasse αὐτ ό 20 καὶ] fortasse ἢ 21 τὸ αἰτιατὸν B²: τοιοῦτον Lond.: fortasse τὸ ⟨οὖ⟩ αἴτια τῶν] τὰ 0 24 αὐτομάτου 0 τινα B² Lond. 0: τινας sic V: τινας a¹2 25. 26 ψεῦδος τὸ λέγειν HB²: τὸ λ. τὸ . Cas. 28 τὰ] τὸ KE 29 βαδίζειν 0)

195
οὐδὲ διὰ τὸν χειμῶνα τὸ θέρος. ὅθεν καὶ θαυμάσειεν ἄν τις αὐτοὺς τὴν τῶν αἰτίων ἀπόδοσιν τοῦτον ποιουμένους τὸν τρόπον ὡς αἰεὶ τὸ πρῶτον γεγονὸς αἰτιᾶσθαι τοῦ μετὰ τοῦτο καὶ ποιεῖν ἐπισύνδεσίν τινα καὶ συνέχειαν τῶν αἰτίων, καὶ ταύτην τοῦ μηδὲν ἀναιτίως γίνεσθαι φέρονται τὴν αἰτίαν. ὁρῶμεν γὰρ ἐπὶ πολλῶν ⟨τὸ⟩ αὐτὸ καὶ τοῖς πρώτοις καὶ τοῖς ὑστέροις γινομένοις ὂν αἴτιον. τοῦ γοῦν ἀναστῆναι καὶ τοῦ περιπατῆσαι τὸ αὐτὸ αἴτιον, οὐ γὰρ τὸ ἀναστῆναι τοῦ περιπατῆσαι, ἀλλ’ ἀμφοτέρων ὁ ἀναστὰς καὶ περιπατῶν αἴτιος καὶ ἡ τούτου προαίρεσις. ὁρῶμεν δ’ ὅτι καὶ νυκτὸς καὶ ἡμέρας τάξιν τινὰ ἐχουσῶν πρὸς ἀλλήλας ἓν καὶ ταὐτὸν αἴτιον, ὁμοίως δὲ καὶ τῆς τῶν καιρῶν μεταβολῆς· οὐ γὰρ ὁ χειμὼν αἴτιος τοῦ θέρους, ἀλλ’ ἐκείνων τε καὶ τούτου ἡ τοῦ θείου σώματος κίνησίς τε καὶ περιφορὰ καὶ ἡ κατὰ τὸν λοξὸν κύκλον ἔγκλισις, καθ’ ἣν ὁ ἥλιος κινούμενος ἁπάντων ὁμοίως τῶν προειρημένων αἴτιος. καὶ ὅτι μὴ ⟨ἡ⟩ νὺξ τῆς ἡμέρας αἰτία ἢ ὁ χειμὼν τοῦ θέρους μηδὲ ἐμπέπλεκται ταῦτα ἀλλήλοις ἁλύσεως δίκην, ἂν ἕως ταῦτα γίνεται, ἢ εἰ μὴ οὕτως γίνοιτο, διασπασθήσεται ἡ τοῦ κόσμου τε καὶ τῶν ἐν αὐτῷ γινομένων τε καὶ ὄντων ἕνωσις. ἱκανὰ γὰρ τὰ θεῖα καὶ ἡ τούτων περιφορὰ τὴν τῶν γινομένων ἐν τῷ κόσμῳ συνέχειαν φυλάσσειν. ἀλλ’ οὐδὲ τὸ περιπατεῖν ἀναίτιον, ἐπεὶ μὴ ἐκ τοῦ ἀναστῆναι τὴν αἰτίαν ἔχει. ὥστ’ οὐχ οὕτως αἰτίων εἱρμὸς ὑπ’ αὐτῶν λεγόμενος εὐλόγως ἂν τοῦ μηδὲν· ἀναιτίως γίνεσθαι φέροιτο τὴν αἰτίαν. ὡς γὰρ αἱ κινήσεις καὶ οἱ χρόνοι ἔχουσι μέν τινα αἰτίαν (οὐ μὴν οὔτε ἡ κίνησις τὴν πρὸ αὐτῆς οὔτε ὁ χρόνος τὸν πρὸ αὐτοῦ χρόνον), οὕτως ἔχει καὶ τὰ ἐν αὐτοῖς τε καὶ τὰ δι’ αὐτῶν γινόμενα πράγματα. τῆς μὲν γὰρ συνεχείας τῶν γινομένων ἐστί τις αἰτία, δι’ ἣν ὁ κόσμος εἷς τε καὶ ἀίδιος κατὰ τὸ αὐτό τε καὶ ὡσαύτως ἀεὶ διοικούμενος, καὶ δεῖ ταύτην ζητεῖν τε καὶ ⟨μὴ⟩ παραλιπεῖν τῆν αἰτίαν, οὐ μὴν χρὴ τοιαύτην ὑπολαμβάνειν, ὡς ἐκ τοῦ πρεσβυτέρου γίνεσθαι τὸ νεώτερον, ὡς ὁρῶμεν γινόμενον ἐπὶ τῆς τῶν ζῴων γενέσεως. εὔλογον δὲ καὶ ἀρχήν τινα ἐν τοῖς αἰτίοις εἶναι λέγειν, οὐκέτ’ ἄλλην πρὸ αὐτῆς ἀρχὴν καὶ αἰτίαν ἔχουσαν. οὐ γὰρ εἰ πάντα τὰ γινόμενα πάντα αἴτια ἔχει, ἤδη καὶ πάντων εἶναί τινας αἰτίας ἀνάγκη. οὐ [*](2 αἰτίων Β² Cas. 0: ἰσθμίων Va1² 3 τοῦ] τὸ Cas. 0 ποιεῖ V1 (corr. v. c.) 4 φέρεσθαι B² 5 τὸ αὐτὸ B²: τὸ E: αὐτὸ rel. 6 το (sic) ante αὐτὸ add. v. c. V 9 ἐχουσῶν Lond. B²0: ἔχουσιν Va¹2 10 καιρῶν] καρπῶν a12 11 ἐκείνου 0 τούτου v. c. Va2: τούτω V1 ⟨ἡ⟩ τοῦ B² 12 ἔγκλισις a1²: ἔγκλησις V 13 αἴτιος] τι s. v. V: αἴτιον KEa2 ὅτι del. 0 ἡ addidi νῦξ V 14 ἐμπλέκεται a12 ταῦτα om. 15 ἂν ἕως ταῦτα a¹2: αν ἕως ταῦτα sic V: ἕως ἂν ταῦτα Cas. 0: fortasse ⟨οὐ διὰ τοῦτ’⟩ ἀναιτίως ταῦτα γίνεται γίνοιτο] γένοιτο Lond. 0 16 pr. τε om. 0 19 οὐχ i. e. υχ del. v. c.) V οὕτως] ὁ τῶν B² fortasse recte αὐτῶν v. c. V: αὐτοῦ V¹a¹2 24 γινομένων] αἰτίων 0 26 καὶ] αὶ in lit. V μὴ παραλιπεῖν B²: παραλιπειν V: παραλιπεῖν a¹2: παραλίπειν Ε: παραλαβεῖν Cas. Ο μὴν] γὰρ Lond. ὡς HEB²0: ἕως Va¹²: ὥστ Casp. 0 29 ἔχουσαν a¹²: ἔχουσα V πάντα ante τὰ del. V: exh. a¹² 30 πάντα om. E0)
196
γὰρ πάντα τὰ ὄντα γίνεται. πῶς γὰρ οὐκ ἄτοπον τὸ λέγειν ἐπ’ ἄπειρον εἶναι τὰ αἴτια καὶ τὸν εἱρμὸν αὐτῶν καὶ τὴν ἐπισύνδεσιν ὡς μήτε πρῶτόν τι εἶναι μήτε ἔσχατον; τὸ γὰρ μηδὲν εἶναι πρῶτον αἴτιον λέγειν ἀναιρεῖν ἐστι τὸ αἴτιον· ἀναιρουμένης γὰρ ἀρχῆς ἀναιρεῖσθαι καὶ τὸ μετ’ αὐτὴν ἀνάγκη. ἀναιροῖτο δ’ ἂν καὶ ἐπιστήμη κατὰ τὸν λόγον τοῦτον, εἴ γε ἐπιστήμη μέν ἐστι κυρίως ἡ τῶν πρώτων αἰτίων γνῶσις, οὐκ ἔστι δὲ κατ’ αὐτοὺς ἐν τοῖς αἰτίοις τὸ πρῶτον. οὐ πᾶσά τε τάξεως παράβασις ἀναιρετικὴ τῶν ἐν οἷς γίνεται· γίνεσθαι γὰρ ἔνια καὶ παρὰ τὴν τοῦ βασιλέως τάξιν οὐκ ἀδύνατον, ἃ οὐ πάντως τῆς βασιλείας ἤδη γίνεται φθαρτικά, οὐδὲ εἴ τι τοιοῦτον ἐν τῷ κόσμῳ γίνοιτο, πάντως ἤδη τοῦτο λύει τὴν εὐδαιμονίαν τοῦ κόσμου, καθάπερ οὐδὲ τὴν τοῦ οἴκου καὶ τὴν τοῦ δεσπότου ἡ τυχοῦσα τῶν οἰκετῶν ῥᾳδιουργία.

Ἃ δὲ ἀποροῦσιν πρὸς τὸ εἶναι τοιοῦτον τὸ ἐφ’ ἡμῖν, ὁποῖον ἡ [*](ΧΧVΙ) κοινὴ πρόληψις τῶν ἀνθρώπων πεπίστευκεν, ἀπορεῖν μὲν οὐκ ἄλογον, τὸ δὲ τοῖς ἀπορουμένοις ἐποχουμένους ὡς ὁμολογουμένοις ἀναιρεῖν μέν, ἃ οὕτως ἐναργῆ, σκιαγραφίαν δέ τινα καὶ παιδιὰν ἀποφαίνειν τὸν τῶν ἀνθρώπων βίον καὶ συναγωνίζεσθαι τοῖς ἀπορουμένοις καθ’ αὑτῶν, πῶς οὐ παντάπασιν ἄλογον; οὐδὲ γὰρ τῷ μὴ δυναμένῳ λύειν τινὰ τῶν Ζήνωνος λόγων τῶν κατὰ τῆς κινήσεως ἤδη κίνησιν ἀναιρετέον. ἱκανωτέρα γὰρ ἡ τοῦ πράγματος ἐνάργεια πρὸς συγκατάθεσιν πάσης τῆς διὰ λόγων ἀναιρούσης αὐτὸ πιθανότητος. οὐ χεῖρον δὲ ἴσως καὶ ἡμᾶς τῶν ἀπορουμένων ὑπ’ αὐτῶν, οἷς μάλιστα θαρροῦσιν, ταῦτα προχειρισαμένους ἐξετάσαι, πῶς ἔχει. ἴσως γὰρ οὐδὲ ἄγαν φανεῖται εἰς αὐτά. ἔστι δή τι τῶν ἀπορουμένων ὑπ’ αὐτῶν καὶ τοιοῦτον. εἰ, φασίν, ταῦτά ἐστιν ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενα δυνάμεθα, καὶ ἐπὶ τοῖς τοιούτοις οἴ τε ἔπαινοι καὶ οἱ ψόγοι, προτροπαί τε καὶ ἀποτροπαί, κολάσεις τε καὶ τιμαί, οὐκ ἔσται τὸ φρονίμοις εἶναι καὶ τὰς ἀρετὰς ἔχειν ἐπὶ τοῖς ἔχουσιν, ὅτι μηκέτ’ εἰσὶν τῶν ἀντικειμένων κακιῶν ταῖς ἀρεταῖς δεκτικοί, ὁμοίως δὲ οὐδὲ αἱ κακίαι ἐπὶ τοῖς κακοῖς· οὐδὲ γὰρ ἐπὶ τούτοις τὸ μηκέτ’ εἶναι κακοῖς· ἀλλὰ [*](1 ἐπάπειρον V 2 ὡς μητε (sic) v. c. V: ὡς V1a¹² 3 τι μὴ a¹2 εἶναι om. Lond. 5 ἂν om. 0 τοῦτον ante τὸν colloc. HO 9 γίνεται] νεται in lit. V: om. Cas. 10 τοιοῦτον] τούτων 0 γίνεται 0 πάντων V1 (corr. v. c.) 11 alt. τὴν om. a 12 ραδιουργία V 13 alt. τὸ om. 0 14 πεπίστευκεν a12: πεπιστευκεναι sic V: πεπιστευκέναι Ε 16 ἃ Va1²: τὰ B²HE Cas. 0 τῶν om. 0 18 πῶς οὐ B²E mg. O: πῶς (corr. ex ὡσ m1) οὖν Va¹: ὡς οὖν a2 ἄλογον E mg. Lond. 0: ὀλίγον Va¹²: ὀλίγωρον B² οὐδὲ γὰρ τῷ μὴ (sic transq. μὴ τῷ m¹) VB²: οὐδὲν γὰρ μὴ τῷ KB¹: οὐδὲ γὰρ μὴ τῷ a2: οὐ γὰρ O 20 ἐνάργεια Lond. O: ἐνέργεια libri 23 οὐδὲ V¹: οὐδὲν v. c. Va¹2 εἰς αὐτά] fortasse δύ σλυτα 25 τοιούτοις] αὐτοῖς Gercke 27 εἶναι ⟨ἐπὶ τοῖς φρονίμοις⟩ Gercke ἔχει a1 27. 28 ὅτι μὴ δὲ τισὶ (supr δ: κ, supra  ισ: εἰ v. c., accentus supr μη et δε deleti) V: ὅτι μηκέτισι B1: ὅτι μηκέτεισι B²: ὅτι μηκέτι εἰσὶ Η: ὅτι μὴ δέ τισι a¹2: ὅτι μηδέ εἰσι Lond. 0 28 κακιῶν [corr. m1 (v. c.?) ex κἀκεινῶν] V0: κακείνων a¹² δεκτικοί v. c. VB (οι in lit. 0 δεκτικαὶ V¹a12 29 οὐδὲ γὰρ ἐπὶ (corr. v. c. ex οὐδὲ γὰρ ἐπεὶ μὴ) VB²: οὐδὲ γὰρ ἐπεὶ μὴ a¹²: οὐδ’ ἐπὶ H mg.: οὐδὲ γὰρ οὐδ’ ἐπὶ E : οὐδὲ γὰρ ἐπὶ μὲν Cas. Lond. 0)

197
μὴν ἄτοπον τὸ μὴ λέγειν τὰς ἀρετὰς καὶ τὰς κακίας ἐφ’ ἡμῖν μηδὲ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους ἐπὶ τούτων γίνεσθαι· οὐκ ἄρα τὸ ἐφ’ ἡμῖν τοιοῦτον.

οἱ συγχωρήσαντες ἀναποβλήτους τὰς ἀρετάς τε καὶ τὰς κακίας εἶναι, [*](XXVII) ἴσως προχειρότερον λαμβανόμενον λέγοιμεν ἂν κατὰ τοῦτο τὰς ἕξεις ἐπὶ τοῖς ἔχουσιν εἶναι, καθόσον πρὸ τοῦ λαβεῖν αὐτὰς ἐπ’ αὐτοῖς ἦν καὶ μὴ λαβεῖν. οἵ τε γὰρ τὰς ἀρετὰς ἔχοντες καὶ τοῦ τῶν βελτιόνων ἀμελεῖν ἑλόμενοι τὰ βελτίω αὐτοῖς αἴτιοι τῆς τῶν ἀρετῶν ἐγένοντο κτήσεως, οἵ τε τὰς κακίας ἔχοντες παραπλησίως. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν τεχνῶν λόγος· καὶ γὰρ τῶν τεχνιτῶν ἕκαστος πρὸ μὲν τοῦ τὴν τέχνην ἔχειν εἶχεν καὶ τοῦ μὴ γενέσθαι τὴν ἐξουσίαν, γενόμενος δὲ οὐκέτ’ ἔσται κύριος τοῦ μὴ γεγονέναι τε καὶ εἶναι τοιοῦτος. αἱ γὰρ γενέσεις τῶν τοιούτων ἐφ’ ἡμῖν, καὶ διὰ τοῦτο οὐχ ὅμοιον τὸ ἀληθὲς ἐπί τε τῶν μελλόντων καὶ ἐπὶ τῶν ὄντων τε καὶ γεγονότων, ὅτι τὸ μὲν ὄν τε καὶ γεγονὸς οὐχ σἷόν τε ἢ μὴ εἶναι ἢ μὴ γεγονέναι, τὸ δὲ μέλλον γίνεσθαι ἐνδέχεται καὶ μὴ γίνεσθαι. διὸ πρὸ μὲν τοῦ τὴν ἀρετὴν ἔχειν τόνδε τινὰ ἀληθὲς ἦν τὸ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι τοιοῦτον, ὃ δὲ τοιοῦτον γίνεται, τοῦτο καὶ γενόμενον ἀληθὲς οὕτως λέγειν γεγονέναι. εἰ μὲν οὖν ἦν ἐκ γενετῆς ὁ φρόνιμος τοιοῦτος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις τοῖς ὑπὸ τῆς φύσεως αὐτῷ δεδομένοις εἶχεν παρ’ ἐκείνης λαβών, οὐδ’ ὅλως ἂν ἦν ἐπ’ αὐτῷ τὸ εἶναι τοιούτῳ, ὥσπερ οὐδὲ τὸ εἶναι δίποδι ἢ λογικῷ, οὐδ’ ἂν ἐπῃνεῖτο ἔτι ἐπὶ τῷ τοιοῦτος εἶναι, ἀλλ’ ἐθαυμάζετο ὡς ἔχων παρὰ τῆς θείας φύσεως δῶρον τηλικοῦτον. ὡς γὰρ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἀσθενεῖς ὄντες τὴν φύσιν διὰ τῆς οἰκείας ἐπιμελείας εἰσὶ τοιοῦτοι, τούτους μὲν ἐπαινοῦμεν ὡς ἑαυτῶν πρόνοιαν τὴν προσήκουσαν ποιουμένους, δι’ ἣν πρόνοιαν οὔκ εἰσιν ἐν τῷ νοσεῖν, τοὺς δὲ ἐκ φύσεως ὑγιεινοὺς καὶ τοὺς νοσοῦντας ἄνευ πραγματείας καὶ φροντίδων οὐκέτι μὲν ἐπαινοῦμεν, μακαρίζομεν δὲ ὡς χωρὶς καμάτων τοῦτο ἔχοντας, ὃ καὶ τοῖς ἄλλοις ἀγαπητόν, εἰ καὶ μετὰ καμάτου παρείη, τὸν αὐτὸν τρόπον ἢ καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ἀρετῶν ἐποιοῦμεν ἄν, εἰ ἦσαν ἐκ φύσεώς τισιν παροῦσαι, ὅπερ ἀμέλει ποιοῦμεν ἐπὶ τῶν θεῶν. ἐπεὶ δὲ ἀδύνατον ἡμῖν τοῦτο, καὶ οὐδὲν ἀδύνατον δεῖ παρὰ τῆς φύσεως ἀπαιτεῖν (αὕτη γὰρ δυνατῷ τε καὶ ἀδυνάτῳ μέτρον· [*](2 ψόγος a2 γίνεσθαι ἐπὶ τούτοις Ε 3 οἱ om. Β: ἡμεῖς δὲ B2 (supra  lit. 2 litt.): οἷς ΕΟ: ὃ vel οὐ vel del. Gercke: fortasse ἢ alt. τὰς om. 0 4 ἴσως del. 0 λαμβάνοντες λέγοιεν Lond. 0: λαμβανόμενοι Gercke 5 ἐπ’ Cas.: ἔτι V1a¹2: ἔτι ἐπ B² Lond. 0 6 τοῦ τῶν E : τουτωι (sic) V: τούτῳ a1 : τούτων a2: τὸ τῶν Lond.: ἐξὸν καὶ τῶν Cas. Casp. O: ἐξὸν καὶ τὸ τῶν 0 9 τεχνιτῶν sic V τὴν om. a 12 ὁμοίως 0 13 ὄντων] μενόντων a12: μὲν ὄντων Lond. τὸ μὲν ὄν H  γρ. O: μόνον V1: μένον v. c. Va¹: μὲν ὄν Lond.: ὄν a2 14 pr. ἢ] ἦν 0 15 καὶ s. v. V1 17 ἦν om. ΒΟ ἐκ γενετῆς] εγγενετὴσ (sic, scc. deletus) V 18 καὶ μὴ a2 τοῖς om. 0 τῆς om. a¹2 19 δεχομένοις 0 22 ὑγιαινόντων B2E mg. Lond. 0: ἐπαινούντων Va¹² 25 καὶ τοὺς μὴ E Lond. O: καὶ μὴ vel καὶ διὰ τοῦτο μὴ Gercke νοσουντας sic V: εὐεκτοῦντας B² καὶ—νοσοῦντας delevi 26 ἄνευ] εὔευ a2 φροντίδος 0 27 alt. καὶ om. 0: del. B2 28 ἢ Casp. Ο: εἰ libri 31 τῆς)

198
τελειότης μὲν γὰρ ἡ ἀρετὴ καὶ ἡ ἀκρότης τῆς οἰκείας φύσεως ἑκάστου, ἀδύνατον δὲ ἀτελές τι ὃν ἐν τελειότητι εἶναι, ἀτελὲς δὲ τὸ γενόμενον εὐθὺ τῷ γενέσθαι), οὐδὲ τὴν ἀρετὴν οἷόν τε τὸν ἄνθρωπον ἔχοντα φῦναι. οὐ μὴν ἀσύμβολος ἡ φύσις αὐτῷ πρὸς τὴν κτῆσιν αὐτῆς, ἀλλ’ ἔχει παρ’ αὐτῆς δύναμίν τε καὶ ἐπιτηδειότητα δεκτικὴν αὐτῆς, ἣν οὐδὲν τῶν ἄλλων ζῴων ἔχει. καὶ διὰ τήνδε τὴν δύναμιν ὁ ἄνθρωπος τῶν ἄλλων ζῴων φύσει διαφέρει, καίτοι πολλῶν ζῴων ἀπολειπόμενος ἐν τοῖς σωματικοῖς πλεονεκτήμασιν. εἰ μὲν οὖν οὕτως εἴχομεν παρ’ αὐτῆς τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικήν, ὡς προιόντες καὶ τελειούμενοι καὶ ταύτην λαμβάνειν, ὡς τὸ περιπατεῖν, ὡς τὸ ὀδόντας, ὡς τὸ γένεια φύειν, ὡς ἄλλο τι τῶν ἐπιγινομένων ἡμῖν κατὰ φύσιν, οὐδ’ οὕτως ἂν ἐφ’ ἡμῖν ἦσαν αἱ ἀρεταὶ ὥσπερ οὐδὲ τῶν προειρημένων τι, ἐπεὶ δὲ μὴ τοῦτον τὸν τρόπον αὐτὰς κτώμεθα (εἰ γὰρ ἦν ὥσπερ τὰ ἄλλα, οὕτως δὲ καὶ φρόνησίς τε καὶ ἀρετὴ τοῖς ἀνθρώποις συγγενῆ, πάντες ἂν ἢ οἵ γε πλεῖστοι, ὥσπερ τῶν ἄλλων κατὰ φύσιν αὐτοῖς τυγχάνουσιν, οὕτως οὐ τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικὴν μόνην, ἀλλὰ καὶ τὰς ἀρετὰς αὐτὰς παρ’ ἐκείνης ἂν εἴχομεν καὶ οὐδὲν οὐδ’ οὕτως ἂν ἔδει ἐπαίνων ἢ ψόγων ἤ τινος τῶν τοιούτων ἐπὶ δὲ ταῖς ἀρεταῖς τε καὶ κακίαις θειοτέραν πρόφασίν τε καὶ οὐσίαν τῆς παρουσίας αὐτῶν ἔχουσιν), ἐπεὶ δὴ οὐχ οὕτως ἔχει (οὐ γὰρ τοὺς πάντας οὐδὲ τοὺς πλείστους ὁρῶμεν τὰς ἀρετὰς ἔχοντας, ὃ τῶν κατὰ φύσιν γινομένων ση|μεῖόν ἐστιν, ἀλλ’ ἀγαπητὸν ἕνα που λαβεῖν τοιοῦτον, ὃς δι’ ἀσκήσεώς τε καὶ διδασκαλίας δείκνυσιν τὴν τῶν ἀνθρώπων πρὸς τὰ ἄλλα ζῷα φυσικὴν πλεονεξίαν, δι’ αὑτοῦ προστιθεὶς τὸ ἀναγκαῖον ἐνδέον ἡμῶν τῇ φύσει), διὰ τοῦτο ἐφ’ ἡμῖν τέ ἐστιν ἡ τῶν ἀρετῶν κτῆσις καὶ οὐκ ἄχρηστοι οὐδὲ μάτην οὔτε οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὔτε ⟨αἱ⟩ πρὸς βελτίω προτροπαὶ οὔθ’ ἡ διὰ τῶν βελτιόνων ἐθῶν κατὰ τοὺς νόμους ἀγωγή. τῶν μὲν γὰρ φύσει τισὶν ὑπαρχόντων οὐδὲν οἷόν τε ὑπό τινος ἔθους ἀλλοῖον γενέσθαι (οὐχ οὕτως πολλάκις τὸ βάρος ἔχον ἀναρριφθήσεται, ὡς ἐθισθῆναι κατὰ τὴν αὐτοῦ φύσιν ἄνω φέρεσθαι), τὰ δὲ ἤθη τῶν ἀνθρώπων τοῖα καὶ τοῖα διὰ τῶν διαφερόντων ἐθῶν γίνεται. [*](1 ἡ del. Schwartz 2 εὐθυ.σ sic H 3 τῷ ἀνθρώπῳ Lond. 0 ἔχοντα add. B² συμφῦναι Lond. 0 4 μὴν] μέντοι Lond. 0 αυτῆς V 5 αυτῆς V 7 πολλῶν] τῶν ἄλλων 0 8 εἴχομεν Cas. O: ἔχομεν libri 9 τε καὶ τελ. a2 12 δὲ μὴ (sic coll. m1 quod scripserat μὴ δὲ) V: μηδὲ a¹² εἰ γὰρ ἦν Lond. 0: οὐ γὰρ ἦν Va¹: οὕτω ἦν a2: ἦ γὰρ ἂν ἦν B2: εἰ μὲν γὰρ ἦν Cas. 13 καὶ πάντες B2 14 ἂν αὐτῶν ἐτύγχανον καὶ Β²: αὐτῶν τύγχανοιεν Lond. 0: αὔτως τυγχάνουσιν Gercke 14> 15 οὕτως οὐ τὴν B²E: οὕτως οὖν τὴν Va¹2: οὕτως οὖν καὶ τὴν K: οὕτως οὖν οὐ τὴν Cas.: οὕτως οὖν οὐδὲ τὴν Lond. 0 16 ἂν εἴχομεν ⟨εἴ et ο in lit.) Cas.: ἂν ἔχωμεν Va¹: ἂν ἔχομεν E: ἀνέχομεν a2 17 δὲ delevi ἔπαινοί τε καὶ ψόγοι γίνονται post κακίαις ins. B² 18 οὐσίαν] ὁσίαν Casp. 0: αἰτίαν Gercke εἴχομεν Cas. 0 δὴ οὐχ scripsi: δ’ οὐχ libri: οὖν οὐχ in lit. Β² 20 ἀγαπητὸν] ν in lit. V 21 ὃς] ς s. v. V 22 τα V αὐτοῦ V 23 τί ἐστιν Lond. 0 24 οὐδὲ] οὔτε 0 pr. οὔτε] ύτ in lit. V 25 οὔτε αἱ πρὸς βελτίω B²: οὐ πρὸς βελτίων V¹: οὔτε πρὸς βελτίων v. c. Va¹²: οὔτε αἱ πρὸς βέλτιον HEO: οὔτε πρὸς βελτίω Cas.: οὔτε πρὸς βέλτιον Lond. 27 οὐχ] οὐδ’ vel οὐ γὰρ Gercke 28 ἀναριφθήσεται V παρὰ Gercke 29 τοιὰ—τοιὰ V)
199
καὶ ἐπὶ μὲν τῶν φύσει πρώτας τὰς ἕξεις κτησάμενοι οὕτως ἐνεργοῦμεν κατ’ αὐτάς (οὐ γὰρ ἰδόντες πολλάκις τὴν ὁρατικὴν ἕξιν κτώμεθα, ἀλλ’ ἔχοντες αὐτὴν οὕτως ὁρῶμεν), ἐπὶ δὲ τῶν οὐ φύσει ἐκ τῶν ἐνεργειῶν τὰς ἕξεις κτώμεθα. οὐ γὰρ ἄλλως τέκτων τις ἂν γένοιτο μὴ πολλάκις ἐνεργήσας τὰς τοῦ τέκτονος ἐνεργείας κατὰ τὰς ὑποθήκας τοῦ διδάσκοντος. ὥστ’ ἐπεὶ καὶ τὰς ἀρετὰς οὕτως κτώμεθα (ἐνεργοῦντες γὰρ καὶ τὰ σωφρονικὰ γινόμεθα σώφρονες), οὐκ ἂν ἡμῖν ὑπάρχοιεν φύσει.

οἱ δὲ φάσκοντες ἐξ [*](ΧΧVIII) ἀνάγκης ἡμᾶς εἶναί τε καὶ γίνεσθαι τοιούτους, καὶ μὴ καταλιπόντες ἡμῖν τὴν ἐξουσίαν τοῦ ταῦτα πράττειν τε καὶ μή, δι’ ὧν ἂν τοιοῦτοι γενοίμεθα, καὶ διὰ τοῦτο μήτε τοῖς κακοῖς γινομένοις ἐξεῖναι μὴ ταῦτα πράττειν, ἃ πράττοντες γίνονται τοιοῦτοι, μήτε τοῖς ἀγαθοῖς, πῶς οὐχ ὁμολογήσουσιν κάκιστον γεγονέναι τῶν ζῴων ἀπάντων ὑπὸ τῆς φύσεως τὸν ἄνθρωπον, δι’ ὅν φασιν πάντα τἆλλα γενέσθαι ὡς συντελέσαντα πρὸς τὴν τούτου σωτηρίαν; εἰ γὰρ ἡ μὲν ἀρετή τε καὶ ἡ κακία μόναι κατ’ αὐτοὺς ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν, καὶ οὐδὲν τῶν ἄλλων ζῴων οὐδετέρου τούτων ἐστὶν ἐπιδεκτικόν, τῶν δὲ ἀνθρώπων οἱ πλεῖστοι κακοί, μᾶλλον δὲ ἀγαθὸς μὲν εἷς ἢ δεύτερος ὑπ’ αὐτῶν γεγονέναι μυθεύεται, ὥσπερ τι·  παράδοξον ζῷον καὶ παρὰ φύσιν σπανιώτερον τοῦ φοίνικος τοῦ παρ’ Αἰθίοψιν, οἱ δὲ πάντες κακοὶ καὶ ἐπίσης ἀλλήλοις τοιοῦτοι, ὡς μηδὲν διαφέρειν ἄλλον ἄλλου, μαίνεσθαι δὲ ὁμοίως πάντας ὅσοι μὴ σοφοί, πῶς οὐκ ἂν ἀθλιώτατον ζῷον ἁπάντων ὁ ἄνθρωπος εἴη, ἔχων τήν τε κακίαν καὶ τὸ μαίνεσθαι σύμφυτα αὑτῷ καὶ συγκεκληρωμένα; ἀλλὰ τὸ μὲν τὰς παραδοξολογίας αὐτῶν τὰς ἐν τοῖς δόγμασιν ἐξετάζειν, δι’ ὧν πρὸς τἀληθῆ διαφωνοῦσιν, πλεῖστον παραιτητέον τοῦ νῦν, ἐπανιτέον δὲ ὅθεν ἐξετραπόμεθα.

ἐδείξαμεν δὲ ὅτι [*](ΧΧΙΧ) οὕτως ἐπ’ αὐτῷ τῷ φρονίμῳ τὸ εἶναι τοιούτῳ, ὅτι τῆς τοιαύτης ἕξεως καὶ τῆς κτήσεως αὐτῆς αὐτὸς αἴτιος τῷ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος ἔχειν πρότερον τὴν ἐξουσίαν. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχει ὡς ἐπ’ αὐτῷ (ὥσπερ οὐδὲ τῷ αὐτὸν ἀπὸ ὕψους ἀφέντι τὸ στῆναι καίτοι τοῦ ῥῖψαί τε καὶ μὴ τὴν ἐξουσίαν ἔχοντι), ἐπ’ αὐτῷ δὲ τῶν ἐνεργειῶν ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται ἢ μέχρι τοῦδε ἐνεργούμεναι. ἀλλ’ [*](1 πρῶτας a1 : οὐ πρῶτον Schulthessius 6 post γὰρ add. τὰ δίκαια γινόμεθα δίκαιοι B² 10 γινομένης a2: γενομένοις Cas. 0 μη ταῦτα sic V 13 συντελέσοντα Η Casp. 0 17 fortasse δεύτερός ⟨τις⟩ μηθεύεται a2 21 πάντων a¹² 22 τὰ μὲν a παρὰ τὰς δοξολογίας m1 corr. in τὰς παραδοξολογίας V: τὰς παραδ. ΗB²: παρὰ τὰς δοξολογίας a¹2: παρὰ τ. δ. Schulthess 24 ἐπανητέον a2 τοῦ νῦν] τοίνυν E: τὰ (ὰ in lit) νῦν B ἐδείξαμεν] cf. 197,2 sq. 25 οὕτως del. B² ⟨ἐστὶ⟩ τὸ B² ὅτι] fortasse ὡς ἕξεως m1 corr. ex ἐξετάσεως V: ἐξετάσεως B¹Κa12 Cas. Lond.: ἕξεως B²HEO 26 αὐτὸς om. 0 τοῦ HO: τὸ Va2 27 ἔχειν] σχεῖν Gercke ἔχει scripsi: ἔχειν libri ὡς ἐπ’ Va1²: ἐπ’ Lond. O: οὐκ (in lit.) ἐπ B2 coni. O: μηκέτ’ ἐπ Casp. 0 28 ὑπὸ 0 ρίψ /// αι V 29 ἐπ’ αὐτῷ scripsi: ⟨ἐπὶ⟩ τῶ Gercke: ἐπ’ αὐτῶν libri 30 ἐνεργεῖ ἐπ’ αὐτῷ καὶ B² 31 τὰς add. B²)

200
ἔστιν ἐν πλάτει τινὶ πάντα τὰ γινόμενα τοῦτον τὸν τρόπον, καὶ τὸ παρὰ μικρὸν ἐν τούτοις οὐκ ἀναιρεῖ τὸ προκείμενον· ἔπειτα δὲ οὐ κατηναγκασμένως ὁ φρόνιμος ὧν αἱρεῖταί τι πράττει, ἀλλ’ ὡς καὶ τοῦ μὴ πρᾶξαί τι τούτων αὐτὸς ὢν κύριος. εὔλογον γὰρ ἂν δόξαι ποτὲ τῷ φρονίμῳ καὶ ὑπὲρ τοῦ δεῖξαι τὸ τῶν ἐνεργειῶν ἐλεύ |θερον καὶ μὴ ποιῆσαί ποτε τὸ γινόμενον ἂν εὐλόγως ὑπ’ αὐτοῦ, εἰ προείποι τις αὐτῷ μάντις ἐξ ἀνάγκης αὐτὸν τοῦτο πράξειν. τοῦτό τοι καὶ αἳ μάντεις εἶναι λέγουσίν γε ὑφορώμενοι φεύγοντες τοὺς παρὰ πόδας ἐλέγχους οὐδὲν τοιοῦτο προλέγουσιν τοῖς ἐλέγξαι δυναμένοις, ἀλλ’ ὥσπερ τὸ τοὺς χρόνους ὁρίζειν τῶν προλεγομένων ὑπ’ αὐτῶν ὡς ἐσομένων ὡς εὐέλεγκτον φυλάσσονται, οὕτω φεύγουσιν καὶ τὸ λέγειν τι καὶ μαντεύεσθαι τοῖς δυναμένοις παραχρῆμα τὸ ἀντικείμενον ποιῆσαι τοῦ μαντεύματος.

τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσό [*](XXX) μενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον. τῆς μὲν γὰρ φύσεως τῆς τῶν πραγμάτων τοῦτο χωρούσης. οὐδένα μᾶλλον εὐλογώτερον εἰδέναι μᾶλλον τῶν θεῶν τὰ μέλλοντα, ἀδυνάτου δ’ οὔσης τὴν τοιαύτην πρόρρησιν καὶ πρόγνωσιν δέχεσθαι, οὐδὲ τοὺς θεοὺς εὔλογον ἔτι γίνεται τὸ εἰδέναι τι τῶν ἀδυνάτων. τὰ γὰρ ἀδύνατα τῇ αὐτῶν φύσει καὶ παρὰ τοῖς θεοῖς τὴν αὐτὴν φυλάττει φύσιν. ἀδύνατον γὰρ καὶ τοῖς θεοῖς ἢ τὸ τὴν διάμετρον ποιῆσαι τῇ πλευρῇ σύμμετρον ἢ τὰ δὶς δύο πέντε εἶναι ἢ τῶν γεγονότων τι μὴ γεγονέναι. οὐδὲ γὰρ τὴν ἀρχὴν βούλονται ἐπὶ τῶν ἀδυνάτων οὕτως γὰρ ἦν ἐν τοῖς λεγομένοις δυσχωρία. οἷς ὁμοίως ἀδύνατον καὶ τὸ ἐν τῇ οἰκείᾳ φύσει ἔχον τὸ δύνασθαι γενέσθαι τε καὶ μὴ ὡς ἐσόμενον πάντως ἢ ὡς μὴ ἐσόμενον οὕτως προειδέναι. εἰ γὰρ ἡ περὶ αὐτῶν πρὸ αὐτῶν πρόγνωσις ἀναιρεῖ τὸ ἐν αὐτοῖς ἐνδεχόμενον, δῆλον ὡς, εἰ σώζοιτο τοῦτο, ἀδύνατος ἂν ἡ περὶ αὐτῶν πρόγνωσις εἴη. ὅτι γὰρ καὶ εἰ κατὰ τούτους τοῦτο οὕτως ἔχει, δῆλον ἐκ τοῦ λαβόντας αὐτούς, ὅτι οἱ θεοὶ προγιγνώσκουσιν τὰ μέλλοντα, δι’ αὐτοῦ κατασκευάζειν τὸ ἐξ ἀνάγκης αὐτὰ γίγνεσθαι, ὡς οὐκ ἂν εἰ μὴ οὕτως γίγνοιτο προγνωσομένων. εἰ δὲ τῇ τῶν θεῶν προγνώσει τε καὶ προαγορεύσει τὸ ἀναγκαῖον ἕπεται, καὶ κατ’ αὐτούς, εἰ μὴ τὸ ἀναγκαῖον ἐν τοῖς γινομένοις εἴη, οὐκ ἂν κατ’ [*](1 κατὰ τοῦτον ΗΟ 3 πράττειν a2 5 καὶ s. v. V¹ 5. 6 γινόμενον Lond. O: λεγόμενον libri 7 οἳ Casp. Ο: οἱ libri γε scripsi: τε libri: τε del. B² 7. 8 ὑφορώμενοι τε καὶ φεύγοντες B² 8 παραπόδας a¹² λέγουσι a¹² 11 προλέγειν 0 καὶ om. a¹² 16 χωρούσης a2: χωροῦσιν Va¹ οὐδένα a2: οὐδενασ V: οὐδένας a¹: οὐδὲν Lond. μᾶλλον del. B² Lond. 0 17 μᾶλλον del. ES Cas. τῶν θεῶν εἰδέναι ES 18 πρόρρησιν SE Cas. O: πρόσρησιν Va1² 19 τὸ delevi 22 τι] τὸ a¹ 23 ἐπὶ τῶν] ἐπὶ τὴν B ¹a¹²: τι τῶ B²0: τὴν ἐπὶ τῶν Cas. ἡ ἐν SE δυσχέρεια B2 (ἐπεὶ τ.  ἀ. αὐτ τοῖς παρῆν ⟨ἡ⟩ ἐν Diels) 24 τῇ om. 0 25 pr. ὡς om. Lond. 26 ἡ sic add. v. c. V πρὸς B2 28 εἰ del. B²: om. SE: εἰ (ο s. v. m1) V: εἰ a¹2 30 αὐτὰ v. c. Va1²: αὐτῷ V¹: fortasse πάντα ἂν suspectum 32 καὶ fortasse del. οὐκ ἂν Lond. 0: οὐ γὰρ Va¹²: οὐδὲ B²)

201
αὐτοὺς οἱ θεοὶ προγινώσκοιεν τὰ μέλλοντα. ὥστε καὶ αὐτοὶ τὴν αὐτὴν ἀδυναμίαν τοῖς θεοῖς φυλάσσουσιν, εἴ γε κατ’ ἀδυναμίαν χρὴ καὶ ἀσθένειαν λέγειν γίνεσθαι τὸ τὰ ἀδύνατα μὴ δύνασθαι. οὐ δὴ τῷ θείω πλέον τι δύνασθαι διὰ τῆς προρρήσεως ἀνάπτουσιν, ἀλλὰ διὰ τοῦ προσλαμβάνειν τοῦτο τὴν φύσιν τὴν τῶν πραγμάτων τοιαύτην εἰσάγουσιν οὐδαμῶς ἀκόλουθα καὶ συνῳδὰ τοῖς γινομένοις τε καὶ ἐναργέσιν λέγοντες. τούτῳ γὰρ προσχρωμένους ἐνέσται πάντα τὰ ἀδύνατα δυνατὰ δεικνύναι τῷ εὔλογον εἶναι μὴ ἀγνοεῖν αὐτὰ τοὺς θεούς. δύναται γάρ τις λαβὼν τὸ ἄτοπον εἶναι τοὺς θεοὺς μὴ εἰδέναι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων, θέμενος τοῦτο προσλαμβάνειν τὸ δυνατὸν εἶναι γιγνώσκεσθαι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων. εἰ δὲ τοῦτο, δυνατὸν εἶναι τὸ ἄπειρον ὡρισμένων τινῶν μέτρων. εἰ γὰρ μὴ ἦν, οὐδ’ ἂν οἱ θεοὶ ᾔδεσαν αὐτὸ πόσων ἐστὶ μέτρων. ἐπεὶ δέ, εἰ τὸ προγινώσκειν τὰ μέλλοντά ἐστι τὸ ὁποῖά ἐστι τοιαῦτα αὐτὰ γνωρίζειν ὄντα (ἄλλο γὰρ τὸ προγινώσκειν τοῦ ποιεῖν) δῆλον ὅτι ὁ τὰ ἐνδεχόμενα προγινώσκων ὡς τοιαῦτα προγνώσεται. οὐ γὰρ πρόγνωσις τὸ τὸ ἐνδεχόμενον ὡς ἐσόμενον ἀναγκαίως ἔσεσθαι λέγειν. ὥστε καὶ οἱ θεοὶ τὰ ἐνδεχόμενα ἂν ὡς ἐνδεχόμενα προγιγνώσκοιεν, ᾧ οὐ πάντως ἀκολουθήσει τὸ ἀναγκαῖον διὰ τὴν τοιαύτην πρόγνωσιν. οὕτως δὲ καὶ προλεγόντων ἀκούομεν. οἱ γὰρ μετὰ τοῦ συμβουλεύειν τινὰ αἱρεῖσθαί τε καὶ πράττειν ἃ χρὴ προλέγοντες οὐχ ὡς ἐξ ἀνάγκης ἐσομένων περὶ ὧν προλέγουσιν λέγουσιν. καθόλου δὲ εἰ μὲν πάντα τοῖς θεοῖς δυνατά φασιν εἶναι, ἔσται δὲ καὶ τὰ ἀδύνατα ἐκείνοις δυνατά, οὐ μὴν δειχθήσεται διὰ τῆς ἐκείνων περὶ τῶν μελλόντων προγνώσεως τὸ πάντα ἐξ ἀνάγκης τὰ γινόμενα γίνεσθαι. εἰ δὲ συγχωροῦσιν τὰ ἀδύνατα καὶ τοῖς θεοῖς εἶναι τοιαῦτα, πρῶτον μὲν αὐτοὺς χρὴ δεικνύναι δυνατὴν εἶναι τὴν τοιάνδε πρόγνωσιν, εἶθ’ οὕτως αὐτὴν ἀνατιθέναι τοῖς θεοῖς. οὔτε γὰρ ἐναργὲς οὔτε ὑπὸ τῶν γινομένων ὁμολογούμενον τὸ τοιαύτην τὴν περὶ τῶν μελλόντων πρόγνωσιν ποιεῖσθαι τοὺς θεούς. ἡμεῖς μὲν οὖν οὔτε ἀναιροῦμεν μαντικὴν οὔτε τὴν πρόγνωσιν τῶν θεῶν, ὡς ἔχει φύσεως τὰ πράγματα οὕτως αὐτοὺς περὶ αὐτῶν προλέγειν λέγοντες,

ἀλλ’ οὐδὲ ἀφαιρούμεθα τῶν ἀνθρώπων τὸ ἀπὸ [*](XXXI) μαντικῆς χρήσιμον, ὃ γίνεται τῷ δύνασθαί τινα καὶ φυλάξασθαί τι, μὴ φυλαξάμενον ἂν μὴ συμβουλεύσαντος τοῦ θεοῦ· οἱ δὲ ὑμνοῦντες τὴν μαντικὴν [*](2 γε] γὰρ O: fortasse γοῦν 3 δύνασθαι] γίνεσθαι B1 4. 5 προσλαμβάνειν scripsi: προλαμβάνειν libri 7 τούτῳ Va¹: τούτων a2 προσχρωμένοις 0 ἔνεσται V δυνατὰ add. Casp. 0 8 γάρ a2: εἰ γάρ Va1 9 εἰδεναι V 9.10 μέτρων, θέμενος asp. 0: θέμενος μέτρων libri: μέτρων 0 Schwartz 10 τούτῳ a2 Schwartz ἀδύνατον a2 10. 11 γιγνώσκεσθαι—εἶναι om. a 11 ἀδύνατον a2 12 μέτρον a1² ἦν οὕτως οὐδ’ a² 13 εἰ τὰ corr. in εἰ τὸ V: ///τὸ B μέλλοντα τά ἐστι a alt. τὸ Va¹: καὶ a2 ποῖα K 15 ὁ addidi τὰ sic V 16 τὸ τὸ] τὸ 0 17 ἂν post ὡς ἐνδεχόμενα coll. a¹ 20 ὧν] οὖ Cas.: αὐτῶν coni. 0 20. 21 προλέγουσιν ⟨λέγουσιν⟩ scripsi: προλέγουσιν a¹ 2: λέγουσιν V: ⟨λέγουσι⟩ πρ. Casp. 0 21 τοῖς ES Cas. 0: τὰ τοῖς V: τὰ δυνατὰ τοῖς a¹² 22 τῆς s. v. V: om. ES 23 τῆς τῶν ESa2 Cas. 27 τοιαύτην] ταύτην 0 31 ὃ] ὅτι a2 μη V 32 οἱ δὲ S Lond. 0: δ᾿  VH: om. B: δι’ a2 Cas.: εἰ δ’ H mg.: δ’ Eα1)

202
καὶ κατὰ τὸν αὐτῶν λόγον μόνον σώζεσθαι λέγοντες αὐτήν, καὶ ταύτῃ τῇ πίστει τοῦ πάντα καθ’ εἱμαρμένην γίνεσθαι χρώμενοι πρὸς τῷ μηδὲν ἀληθὲς λέγειν προσέτι καὶ ἄτοπά τινα καὶ ἀλλότρια παντάπασιν θεῶν πέρι αὐτῶν τολμῶσι λέγειν. πῶς γὰρ οὐκ ἄτοπα τὰ περὶ τούτων ὑπ’ αὐτῶν λεγόμενα; ἀπορούντων γάρ τινων πρὸς αὐτούς, τί δήποτε, εἰ πάντα τὰ γινόμενα ἐξ ἀνάγκης γίνεται, αἱ παρὰ τῶν θεῶν μαντεῖαι μὲν γίγνονται συμβουλαῖς ἐοικυῖαι ὡς δυναμένων δι’ ὃ ἤκουσαν καὶ φυλάξασθαί τι καὶ ποιῆσοι τῶν ἀκουσάντων, καὶ δὴ καὶ τὸν τῷ Λαΐῳ δοθέντα χρησμὸν παρεχομένων, δι’ οὗ λέγει πρὸς αὐτὸν ὁ Πύθιος περὶ τοῦ μὴ δεῖν παιδοποιεῖσθαι
  • εἰ γὰρ φυτεύσεις παῖδα, ἀποκτενεῖ σ’ ὁ φύς
  • καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος’’
  • οὔ φασιν, ὡς κηρύττει τὰ συγγράμματα αὐτῶν, οὕτως αὐτὸν χρῆσαι ὡς οὐκ εἰδότα ὅτι μὴ πεισθήσεται (παντὸς γὰρ μᾶλλον ᾔδει), ἀλλ’ ὅτι μηδὲν μὲν αὐτοῦ τοιοῦτον χρήσαντος οὐδὲν ἔμελλεν τῶν κατὰ τὴν περιπέτειαν τὴν περὶ τὸν Λάιόν τε καὶ τὸν Οἰδίπουν γενομένων γίνεσθαι. οὔτε γὰρ ἂν ἐξέθηκεν ὁ Λάιος τὸν γενόμενον αὐτῷ παῖδα, ὡς ἐξέθηκεν, οὔτ’ ἀναιρεθεὶς ὁ παῖς ὑπὸ τοῦ βουκόλου καὶ δοθεὶς πρὸς εἰσποίησιν τῷ Κορινθίῳ Πολύβῳ, ἀνδρωθεὶς καὶ περιτυχών τῷ Λαΐῳ κατὰ τὴν ὁδὸν ἀγνοῶν τε καὶ ἀγνοούμενος ἀπέκτεινεν αὐτόν. οὐ γὰρ ἄν ποτε ὡς υἱὸς ἔνδον παρ’ αὐτῶν τρεφόμενος ἠγνόησε τοὺς γονεῖς, ὡς τὸν μὲν αὐτῶν ἀποκτεῖναι, τὴν δὲ ἀγαγέσθαι πρὸς γάμον. ὅπως οὖν πάντα ταῦτα σωθῇ καὶ πληρωθῇ τὸ τῆς εἱμαρμένης δρᾶμα, φαντασίαν ὁ θεὸς διὰ τοῦ χρησμοῦ τῷ Λσΐῳ παρέσχεν ὡς δυναμένῳ φυλάξασθαι τὰ λεγόμενα, καὶ ἐπεὶ μεθυσθεὶς ἐπαιδοποιήσατο, ἐξέθηκεν τὸ γενόμενον παιδίον ὡς διαφθερῶν, ἥτις ἔκθεσις αἰτία τῶν ἀνοσίων μύθων ἐγένετο. εἶτά τις ταῦτα λέγων πῶς ἢ σώζει μαντικήν, ἢ περὶ θεῶν εὐσεβεῖς διδάσκει προλήψεις, ἢ χρήσιμόν τι δείκνυσιν ἔχουσαν τὴν μαντικήν; ἡ μὲν γὰρ μαντικὴ δοκεῖ τῶν μελλόντων [*](1 αὑτῶν SΕ Lond. 0: αὐτοῦ V 1. 2 καὶ ταύτῃ Lond. 0: καὶ ταύτην Va¹² Cas.: καίτοι Casp. O: καὶ διὰ ταύτην Gercke 2 τῇ addidi χρώμενοι a¹²: χρώμενοσ (supra σ: ι m 1) V1: χρώμενος 4 ἄτοπα] α in lit. V τὰ add. v. c. V τούτων V: αὐτῶν a2: (τὰ περὶ) τούτων om. a1 6 μὲν del. B² 7 δι’ ἃ ἤκουσαν HO 8. 9 παραδεχομένων a¹2 9 διὸ οὐ K: δι’ ὃ 0 λέγει] cf. Euripides Phoen. 19 10 φυτεύσεις] τεκνώσεις Euripides φύς] παῖς a2 12 οὔ addidi κηρύττει B2 0: κηρύττειν Va¹² τα V αὐτῶν a¹2 scil. Stoicorum: οὐτων (sic, supra    ν: ι) V: αὐτῷ ⟨οὐχ⟩ οὕτως Usenerus 1> οὐχ ὡς B² Cas.: μὴ ὡς Lond. 0 ουκ V παντὸς a¹2 Casp. O: πάντοσ (supra ος: ως m1) V: πάντως Lond. 0: τὸ SE ἤδι V1 (corr. m1) αλλ’οτι sic V 14 μηδὲ ἓν αὐ. Gercke τῶν B Lond. 0: τῷ Va1² 14.15 περιπετείαν V 15 γινομένων 0 16 ἀνέθηκεν (ἐξ supra ἀν v. c.) V 17 ἤγουν ἀναληφθείς B² 18 καὶ add. v. c. V 20 αὐτῶν Schwartz: αὐτὸν libri τὸν] ν s. v. V 21 ταῦτα πάντα a¹² 24 διαφερων (sic, supra φ: θ v. c. V: διαφέρον ES: διαφθερῶν a¹² 25 τίς et del. πῶς B² 26 ἣ περὶ sic V εὐσεβεῖς SE: εὐσεβέας 0: εὐσεβείας libri προλήψεις v. c. corr. ex πρόληψις V)
    203
    προαγόρευσις εἶναι, οἱ δὲ τὸν Ἀπόλλω ποιητὴν ὧν προαγορεύει ποιοῦσιν. ὃ γὰρ οὐκ ἂν οὕτως ἐγένετο μὴ τοῦτον τὸν τρόπον χρήσαντος τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὕτως ἔχρησεν, ὅπως γένηται τὰ ἐπ’ αὐτοῖς γενόμενα, πῶς οὐκ ἔργα τοῦ χρήσαντος, ἀλλ’ οὐ μήνυσις τῶν ἐσομένων; ἀλλ’ εἰ καὶ δεῖ πλέον τι τῶν ἄλλων μάντεων ἔχειν τοὺς θεούς, ὡς καὶ συμπράσσειν τοῖς ἐσομένοις πρὸς τὸ γίνεσθαι συνεργούμενον (καὶ γὰρ οἱ ποιηταὶ τοῦτό γε περὶ θεῶν ὑμνοῦντες διατελοῦσιν, ὅτι ἄρα εἰσὶ δωρητῆρες ἐάων) κατά γε τὰ ὑπὸ τούτων λεγόμενα εἰς ἀγαθὸν μὲν οὐδὲν ὁ Πύθιος τῷ Λαΐῳ συντελεῖ, ἀγωνίζεται δὲ καὶ πάντα πράττει πρὸς τὸ μηδὲν τῶν ἀνοσιωτάτων τε καὶ ἀσεβεστάτων παρελθεῖν τὸν οἶκον αὐτοῦ. ὧν ἀκούσας τίς οὐκ ἂν εὐσεβεστέραν εἴποι τὴν λεγομένην ὑπὸ τῶν περὶ Ἐπίκουρον ἀπρονοησίαν τῆς τοιαύτης προνοίας; πῶς δὲ συνῳδὰ ἀλλήλοις τὸ ὁμοῦ μὲν θεὸν λέγειν τὴν εἱμαρμένην καὶ χρῆσθαι τοῖς οὖσίν τε καὶ γινομένοις ἐν τῷ κόσμῳ ἐπὶ σωτηρίᾳ αὐτοῦ τε τοῦ κόσμου καὶ τῆς τῶν ἐν αὐτῷ τάξεως, ὁμοῦ δὲ τοιαῦτα περὶ αὐτῆς λέγειν ὡς παραλαμβάνειν πρὸς τὰς πράξεις τὰς ἀνοσιωτάτας διὰ τὴν περὶ αὐτὰ σπουδὴν καὶ τὸν Πύθιον συνεργόν; ἐπὶ τίνων γὰρ σωτηρίᾳ ἐροῦσι χρῆσθαι τὴν εἱμαρμένην πατρὸς ὑπὸ παιδὸς ἀναιρέσει καὶ γάμῳ μητρὸς καὶ παιδὸς ἀνοσίῳ καὶ γενέσει παίδων ἀδελφῶν καὶ πατρί; τί τῆς ἐν κόσμῳ διοικήσεως ἐκ τούτων ἔχειν εὔλογον τὴν σωτηρίαν, ὡς καὶ τὸν Ἀπόλλω φοβεῖσθαι μή τι παρέλθῃ τούτων ἄπρακτον; πότερον ἐμπόδια μὴ γινόμενα τῇ τῶν ἀνθρώπων κατὰ πόλεις τε καὶ νόμους οἰκήσει, ἢ τῇ τῶν στοιχείων τοῦ κόσμου σωτηρίᾳ, ἢ τῇ τῶν θείων εὐτάκτῳ τε καὶ ἀιδίῳ περιφορᾷ ἢ τίνι τῶν ἐξ ὧν τὸν κόσμον συνεστάναι τε καὶ διοικεῖσθαι κατὰ λόγον συμβέβηκεν; δῆλον δ’ ὅτι, κἂν ἄλλον τινὰ μῦθον πάλιν ἀκούσωσιν παρά τινος τῶν τραγῳδοποιῶν, οἷς ἔργον τὰ τοιαῦτα πλάσματα, ἢ γυναῖκά τινα διὰ ζηλοτυπίαν ἐπιβουλεύσασαν μὲν ἀλλοτρίοις τέκνοις, ἀποκτείνασαν δὲ τὰ ἑαυτῆς, ἢ Θυέστην τινὰ δυστυχῆ γέροντα τῶν σαρκῶν τῶν παίδων αὐτοῦ ἐσθίοντα Ἀτρέως τινὸς ἀδελφοῦ τοιαύτην παραθέντος αὐτῷ τράπεζαν, πιστεύουσί τε τοῖς μύθοις ὡς γεγονόσι καὶ τὴν εἱμαρμένην τε καὶ πρόνοιαν δι’ αὐτῶν κατασκευάζουσιν, ὥσπερ ἔργον ποιούμενοι [*](2 ὃ γὰρ libri: εἰ γὰρ B2 ἐγίνετο a¹2 3 καὶ ⟨ἃ⟩ διὰ 0 γενόμενα] ο in lit. V 4 ἀλλ’ οὐ] ἀλλου V: om. K: ἀλλὰ ES συνεργοῦντας Casp. O (supra συνεργούμενον B²: τοῖς ἀγαθοῖς αὐτοὺς δεῖ συνεργεῖν) 7 διατελωῦσιν a2 ἆρα V δοτῆρες a12 γε scripsi: δὲ libri 8 Λαί a¹2 8. 9 συντελεῖ Cas.: συντέλει Va²: συνετέλει a1: συνεργεῖ Η γρ. 0 9 δὲ] om. a¹2: γὰρ Lond. 0 10 ὦν τίς (τίς in lit.) ἀκούσας (litura 3 litt.) οὐκ Β 12 σύνωδα V 15 παραλαμβάνει a2 15. 16 ἀνοσιωτάτους Lond. 17 πατέρα μὲν a2 ἀναιρεθῆναι a2 18 ἀδελφῶν a¹2: ἀδελφων (sic, supra ω: ι m1) V¹: ἀδελφῶ/// B: ἀδελφῷ HO (παίδων ἀδελφῶν πατρί Casp. 0) 19 τῆς v. c. Va¹²: τῶν V¹: fortasse τῆς ⟨τῶν⟩ 20 τούτων B2H γρ. ES Lond. 0: τούτῳ Va¹2: τοῦτο K 21 ἐμποδιεῖ γρ. ES νομοὺς Lond. 0 24 κατὰ λόγον om. 0 26 ζηλωτυπίαν V ἐπιβουλευσαμένην 0 27 τὰ] καὶ a2 28 παιδίων 0 αὑτοῦ V 29 πιστεύσουσι Schwartz τε v. c. VB²: δε V¹: δὲ a¹2: δὴ ΗΟ 30 κατασκευάσουσι Schwartz)
    204
    ἃ βούλονται κατασκευάζειν δι’ αὐτῶν τῶν κατασκευῶν ἀναιρεῖν. καίτοι μακρῷ βέλτιον ἂν ἦν καὶ εὐγνωμονέστερον ἀναιρεῖν τὰς ὑποθέσεις διὰ τὴν τῶν ἑπομένων αὐταῖς ἀτοπίαν, ἢ τοῖς οὕτως τόποις διὰ τὰς ὑποθέσεις παρίστασθαι. οἱ δὲ καὶ πιστεύουσιν τοῖς ἀτοπωτάτοις ῥᾳδίως καὶ τοῦ κατὰ λόγον αὐτὰ γενέσθαι αἰτίας τινὰς λέγειν οὐκ ὀκνοῦσιν.

    ἀλλὰ τῶν [*](ΧΧΧΙΙ) μὲν τοιούτων ἅλις (ἱκανὸν γὰρ ἐφ’ ἑκάστου τὸ ἐνδείξασθαι τὴν τῆς δόξης ἀτοπίαν), ἱκανῶς δ’ οἶμαι δεδηλῶσθαι, πῶς λέγεται τὸ ἐπὶ τῷ φρονίμῳ εἶναι τὸ φρονεῖν καίτοι μὴ δυναμένῳ μὴ φρονεῖν· οὐ γὰρ ὅτι νῦν, ὅτε ἐστὶ φρόνιμος, ἐπ’ αὐτῷ τὸ εἶναι τοιούτῳ (ἦν γὰρ ἂν καὶ τοῦ νῦν μὴ φρονεῖν κύριος), ἀλλ’ ὅτι πρὸ τοῦ τοιοῦτος γενέσθαι εἶχεν ὥσπερ δὲ τοῦ γενέσθαι οὕτως δὲ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος τὴν ἐξουσίαν, δι’ ἣν προειρήκαμεν αἰτίαν πρὸς τὸ γενέσθαι τοιοῦτος συνήργησεν αὑτῷ. ἐπὶ δὲ τῶν θεῶν οὐκ εἴη ἂν τὸ εἶναι τοιούτοις (ὅπερ ἦν καὶ αὐτὸ ἐν τοῖς ὑπ’ αὐτῶν ἀπορουμένοις), ὅτι γάρ ἐστιν αὐτῶν ἐν τῇ φύσει τὸ τοιοῦτον, οὐδὲν δὲ τῶν οὕτως ὑπαρχόντων ἐπ’ αὐτῷ. διὰ τοῦτο γὰρ τὰ μὲν ἐκείνων ἀγαθὰ τίμιά τε καὶ μακαριστά, μεῖζόν τι τῶν ἐπαινετῶν ἀγαθῶν ἔχοντα, ὅτι τὴν ἀρχὴν ἡ φύσις αὐτῶν ἀνεπίδεκτός ἐστιν, ἡμεῖς δὲ ἐπὶ τῇ κτήσει τῶν ἀρετῶν ἐπαινούμεθα, ὅτι, τῆς φύσεως ἡμῶν ἐπιδεκτικῆς οὔσης καὶ τοῦ χείρονος, οὐκ ὠκνήσαμεν πρὸς τὰ βελτίω, καὶ τῶν μὲν χειρόνων ἀνιδρωτὶ καὶ χωρὶς καμάτων περιγίνεσθαι δοκούντων, τῆς δὲ ἀρετῆς μετὰ πόνων τε καὶ μετὰ καμάτων καὶ πολλῶν ἱδρώτων. ἔχει μέντοι καὶ ὁ φρόνιμος ἐπὶ τῶν καθέκαστα πράξεων τοῦ καὶ μὴ πράττειν αὐτὰς τὴν ἐξουσίαν, εἴποτε κἀκείνοις πράξεις τινὲς γίνοιντο περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν. οὐ γὰρ ἀφῄρηται τὴν ἐξουσίαν οὔτε ὁ Πύθιος τοῦ τῷ αὐτῷ χρῆσαί τε καὶ  μή, οὔτε ὁ Ἀσκληπιὸς τοῦ παρίστασθαι. πάντες γοῦν σχεδὸν ἄνθρωποι καταφεύγουσιν ἐπ᾿   αὐτόν, ἔνθα ἂν ἐπιφανέστατος ᾖ, πεπιστευκότες ὅτι τοῖς σπουδάζουσιν αὐτὸν ἔχειν ἰατρὸν μᾶλλον τῶν οὐ σπουδαζόντων ἐπιδίδωσιν αὑτόν.

    [*](1 ἀναιρεῖν] ἀν add. v. c. V 2 ἂν addidi καὶ om. a¹² 3 ἢ Lond. 0 ου sic V: οὐ rel 7 δι a2 7. 8 τὸ— εἶναι τὸ φρονεῖν] ἐν μηδενὶ ὂν (ὂν φύσει ES) τὸ φρονεῖν φύσει γρ. ES 8 pr. τὸ] ὸ in lit. V φρονεῖν καίτοι] ρονειν καίτοι in mg. V1 δυναμένῳ μὴ scripsi: δυναμένων τὸ Va¹²: δυναμένου τὸ μὴ B²: δυναμένῳ τὸ οὐ Lond. 0: δυναμένῳ οὐ Cas.: [ μὴ] δυναμένῳ τότε οὐ coni. 0: δυναμένῳ τότε οὐ Casp. 0 ὅτι del. B²: ἔτι Gercke 10 alt. τοῦ ES: δὲ τοῦ V: / / / / τοῦ B: δὲ τοῦ a¹2: γὰρ τοῦ H mg.: δὴ τοῦ Casp. 0 11 καὶ δι᾿  ἣν Lond. 0 12 αὐτῷ V 13 οὐκ εἴη scripsi: οὐκέτ’ libri: οὐκ ἔστ’ ES τοιοῦτοι Gercke ὑπ’ ἐκείνων 0 14 τὸ add. HO 15 ἐπ’ αὐτῶν Gercke μὲν om. 0 16 μακάριστα V 17 αὐτῶν ⟨τοῦ χείρονος⟩ 0 ἀνεπίδεκτος ὧν ἐναντίων B² τῇ om. 0 κτίσει a¹² 19 καὶ] καίτοι Gercke fortasse recte 20 παραγίνεσθαι Casp. 0 22 εἴποτε] εἴτε V1 (corr. v. c) 24 ἀφήρτηται a2 τοῦ τῷ a¹2: τοῦ τῶ sic V: τούτῳ ES: του τῷ Cas. χρῆσαι Grotius (in vers.) Schwartz: χρῆσθαί τε καὶ v. c. V: χρήσεται καὶ V1 25 ἀσκληπιοσ V παρίστασθαι coni. 0: προίστασθαι libri fortasse παρίστασθαι ⟨τε καὶ μή) 27 οὐ v. c. Va¹²: ὡσ V1 28 αὐτὸν V)
    205

    Τὸ δὲ λέγειν ἡγεῖσθαι τοὺς οὐχ ἡγουμένους ἐν τῷ σώζεσθαι τὴν [*](XXXIII) καθ’ ὁρμὴν τῶν ζῴων ἐνέργειαν ἤδη σώζεσθαι καὶ τὸ ἐφ’ ἡμῖν τῷ μὴ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς ὁρμῶσιν εἶναι καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ μὴ ἐνέργημά τι τὸ ἐφ’ ἡμῖν ἐστι, καὶ λαβόντας ἐπὶ τούτῳ πάλιν ἐρωτᾶν, εἰ μὴ τῶν ἐνεργημάτων τὰ μὲν εἶναι δοκεῖ καθ’ ὁρμήν, τὰ δ’ οὐ καθ’ ὁρμήν, ὃ λαβόντας πάλιν προστιθέναι τούτῳ τὸ μὴ τῶν ἐνεργημάτων μέν, μὴ καθ’ ὁρμὴν δὲ εἶναί τι ἐφ’ ἡμῖν, οὗ καὶ αὐτοῦ συγχωρούμενου ἐπὶ τούτοις λαμβάνειν τὸ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς οὕτως ἐνεργοῦσιν εἶναι, ἐπειδὴ ἐν μηδενὶ τῶν ἄλλως ἐνεργουμένων ἐστί, καὶ διὰ τοῦτο λέγειν σώζεσθαι κατ’ αὐτοὺς καὶ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ὃ δυνατὸν ὑφ’ ἡμῶν γενέσθαι τε καὶ μή, εἶναι δὴ καὶ τὰ οὕτως γινόμενα ἐν τοῖς καθ’ ὁρμὴν γινομένοις ἔστι, πῶς οὐ παντάπασιν ἀγνοούντων ταῦτα, πρὸς ἃ ποιοῦνται τοὺς λόγους; οὐ γὰρ εἰ ἐν τοῖς καθ’ ὁρμὴν ἐνεργουμένοις τὸ ἐφ’ ἡμῖν εἶναι συγκεχώρηται, διὰ τοῦ λόγου ἤδη πᾶν τὸ καθ’ ὁρμὴν ἐνεργούμενον ἐφ’ ἡμῖν. ταῦτα γὰρ μόνα τῶν καθ’ ὁρμὴν γινομένων τὸ ἐφ’ ἡμῖν ἔχει, ὅσα κατὰ λογικὴν ὁρμὴν ἐνεργεῖται. λογικὴ δ’ ἐστὶν ὁρμὴ ⟨ἡ⟩ ἐν τοῖς βουλευτικοῖς τε καὶ προαιρετικοῖς γινομένη, τουτέστιν ἡ τῶν ἀνθρώπων, ὅταν ἐπὶ τούτοις γίνηται. τῶν γὰρ ἄλλων ζῴων αἱ καθ’ ὁρμὴν ἐνέργειαι οὐ τοιαῦται, ὅτι μηκέτ’ ἐν ἐκείνοις ἐξουσία τοῦ καὶ μὴ ποιῆσαι τὸ καθ’ ὁρμὴν ἐνερ| γούμενον. διὸ ἐν ταῖς καθ’ ὁρμὴν τὸ ἐφ’ ἡμῖν, οὐ μὴν διὰ τοῦτο πᾶσα καθ’ ὁρμὴν ἐνέργεια γινομένη τὸ ἐφ’ ἡμῖν ἔχει.

    πῶς δ’ οὐκ ἀγνοούντων τὰ ὑφ’ αὑτῶν γινόμενα τὸ τῇ [*](ΧΧΧΙV) ἀληθείᾳ τῶν γινομένων, ἣν ἀναιροῦσιν διὰ τοῦ δόγματος, αὐτῇ πρὸς τὸ κεχρῆσθαι πρὸς κατασκευὴν τοῦ ἀναιροῦντος αὐτὴν δόγματος; λαβόντες γὰρ τὸ ἕκαστον τῶν συνεστώτων φύσει καθ’ εἱμαρμένην εἶναι τοιοῦτον, ὁποῖόν ἐστι, ὡς ταὐτοῦ ὄντος τοῦ τε φύσει καὶ τοῦ καθ’ εἱμαρμένην, προστιθέασιν τὸ οὐκοῦν κατὰ τὴν εἱμαρμένην καὶ αἰσθήσεται τὰ ζῷα καὶ ὁρμήσει, καὶ τὰ μὲν τῶν ζῴων ἐνεργήσει μόνον τὰ δὲ πράξει τὰ λογικά, καὶ τὰ μὲν ἁμαρτήσεται τὰ δὲ κατορθώσει. ταῦτα γὰρ τούτοις κατὰ φύσιν μέν, ὄντων δὲ καὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ τῶν τοιούτων [*](1 ἡγεῖσθαι] ⟨οὐχ⟩ ἡγεῖσθαι Casp. Ο: πλᾶνασθαι B2: ληρεῖν sive νηπιάζεσθαι Gercke: ⟨ἄτοπα⟩ ἡγεῖσθαι Heine οὐχ sic V: del. Casp. 0 2 μὴ sic V: μὴ rel. (τὸ μὴ Casp. 0) 4 ἐνέργήμάτι V: ἐνἐρωτήματι ES τι τὸ] τι τῶν coni. 0 4. 5 εἰ μὴ — ἐρωτᾶν om. a¹² 6 τούτῳ] ῳ in lit. B μὴ scripsi: μήτε libri: del. Heine: μηδὲν B² 7 δὲ ⟨μηδὲ⟩ Heine τι] τὸ Gercke: τε a2: del. B² οὖ καὶ αὐτοῦ (καὶ in lit.) B: οὐκ αὐτοῦ (ὐ in lit. 3 litt.) V: οὐκ αὐτοῦ a¹2: καὶ αὐτοῦ Lond. 0 10 τούτου Lond. 0 12 ἔστι delevi: coll. post παντάπασιν B² οὐ corr. ex οὖν V ἀγνοοῦντες B² ταυτα V 17 ἡ addidi 18 γίνεται 0 19 οὐ] αἱ a2 του V 20 μή τι a¹² τῶν . . ἐνεργουμένων coni. 0 22 οὐκ] υ in lit. V γινόμενα] λεγόμενα Casp. 0 23 αὐτην (sic, supra ν: ι) προστὸ (i. e. αὐτῇ) V: αὐτῇ Lond. 0: αὐτὴν πρὸς τὸ KB (his verbis B² lineolam subducit, i. e. del.) a¹2 Cas.: αὐτῆ πρὸς τὸ HES 24 nonne χρῆσθαι αὐτὸν a¹2 26 ωσταυτοῦ sic V 28 μόνον] χρόνον a1 29. 30 fortasse κατὰ φύσιν. ⟨κ ατὰ φύ φύσιν⟩ μὲν ⟨οὖν ⟩ ὄντων [δὲ] καὶ 30 μενόντων τῶν δὲ a²)

    206
    φύσεων καὶ ποιοτήτων μὴ ἀγνοουμένων, καὶ ἔπαινοι καὶ ψόγοι καὶ κολάσεις καὶ τιμαί. ταῦτα γὰρ οὕτως ἔχει ἀκολουθίας τε καὶ τάξεως’. οὐ μὴν ἀκολουθεῖ ταῦτα ἔτι τοῦτον γίνεσθαι τὸν τρόπον τοῖς τὴν φύσιν τε καὶ τὰ γινόμενα κατὰ φύσιν εἰς τὴν εἱμαρμένην τε καὶ τὴν ἀνάγκην μεταφέρουσιν. κατὰ φύσιν μὲν γὰρ τοῖς πρακτικοῖς τε καὶ λογικοῖς ζῴοις τὸ καὶ ἁμαρτάνειν καὶ κατορθοῦν δύνασθαι τῷ μηδέτερον αὐτῶν ποιεῖν κατηναγκασμένως, καὶ τοῦτ’ ἀληθές ἐστι καὶ τοῦτον ἔχει τὸν τρόπον. οὐ μὴν τοῖς πάντα ἃ ποιοῦμεν ἐξ ἀνάγκης ἡμᾶς ποιεῖν λέγουσιν ἕπεται τοὺς μὲν κατορθοῦν τῶν λογικῶς ἐνεργούντων, τοὺς δ’ ἁμαρτάνειν. ἐξ ἀνάγκης δὲ πάντα ποιοῦμεν καθ’ σὓς ἀδύνατον μὲν τῶνδέ τινων περιεστώτων μὴ πράσσειν ἡμᾶς, τὰ δ’ ἐξ ἀνάγκης ἡμᾶς ἀεὶ περιστήσεται ταῦτα δι’ ἃ πράσσομεν. οὐ γὰρ τὸν ὁπωσοῦν χαρίεν ποιοῦντα καθορθοῦν τις λέγει, ἀλλ’ οὐδ’ ἁμαρτάνειν τὸν ὁπωσοῦν φαῦλόν τι πράττοντα, ἀλλ’ εἰ ὁπωσοῦν ἐν ἐξουσίᾳ τις ὢν τῶν χειρόνων αἱρεῖται καὶ πράσσει ἠ τὰ βελτίω τοῦτον λέγομεν κατορθοῦν. τὸν γοῦν τὰ αὐτὰ ταῦτα ἀπὸ τύχης ποιήσαντα οὐκέτι λέγομεν κατορθοῦν ὡς τοῦ κατορθοῦν τὴν κρίσιν οὐκ ἀπὸ τῶν πραττομένων ἔχοντος μόνον, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆς ἕξεώς τε καὶ δυνάμεως ἀφ’ ἧς πράσσεται. καὶ ὁ αὐτὸς λόγος ἐπὶ τῶν ἁμαρτημάτων. ὧν δὲ ἡ ἐξουσία τοῦ πράττειν ἄλλα τινὰ παρ’ ἃ πράττουσιν ὑπὸ τῶν περιεστώτων ἀφῄρηται, οὐδὲν αὐτοὶ συντελοῦσιν εἰς τὸ τὰ αὐτοῖς περιεστάναι δι’ ἃ πράττουσιν. πῶς ἂν ἔτι τούτους τις ἢ ἁμαρτάνειν ἢ κατορθοῦν λέγοι; οὔτε γὰρ τῆς τοιαύτης ἕξεως, ἀφ’ ἧς τῶνδέ τινων περιεστώτων περὶ τὸ τάδε τινὰ πράττειν ὁρμὴ γίνεται, αὐτός ἐστιν ἐν ἐξουσίᾳ οὔτε τοῦ τὰ περιεστῶτα τοιαῦτα εἶναι. διὰ τοῦτο γὰρ τῶν ἀλόγων ζῴων οὐδὲν τούτων κατηγορεῖται. ἀγόμενος δὴ ἐπὶ τὸ πράττειν ὑπό τε ἕξεως καὶ περιστάσεών τινων μηδενὸς κύριος αὐτὸς τοῦ μὴ τοῦτον ἔχειν τὸν τρόπον, οὐδ’ ἂν ἁμαρτάνειν ἔτι ἢ κατορθοῦν ἐπὶ τοῖς οὕτως πραττομένοις λέγοιτο. ἐπεὶ δὲ οἵ τε ἔπαινοι καὶ ψόγοι, κολάσεις τε καὶ τιμαὶ ἐπὶ τοῖς ἁμαρτήμασίν τε καὶ κατορθώμασιν, ὡς καὶ αὐτοὶ λέγουσιν, δῆλον ὡς ἀναιρουμένων τούτων ἀναιροῖτ’ ἂν κἀκείνων ἕκαστον. τὸ δὲ κατορθοῦν ἐπὶ τῶν θεῶν οὐ κυρίως ἂν λέγοιτο, ἀλλ’ ὡς ἴσον τῷ τὰ ἀγαθὰ [*](1 ποιητήτων a2 ἔπαινοι m1 corr. ex ἐπαινουμενου V 1. 2 τιμαὶ καὶ κολάσεις HO 2 τομαὶ a1 3 ἔτι ταῦτα a¹² 4 alt. τὴν om. a2 ἀνάγκην V 7 μὴν τοῖς Va¹: μέντοι γε τοῖς a2: μέντοι γε ES: μέντοι γε ὅτι Lond. 0 8 πάντα] pr. α in lit. V: πάντα ⟨ποιεῖν ἃ⟩ Schwartz ἕπεται scripsi: ἔπειτα libri 10.11 περιστώτων a 11 τὰ] fortasse ταῦτα 12 ταῦτα suspectum 13 ἁμαρτάνειν sic V 14 εἰ v. c. V: om. a¹2 15 τὰ βελτίω HESO: /////βελτίω B: ἡ τὰ βελτίων sic V: ἢ τὰ βελτίω a¹² 16 του V 18 τῶν V 19 ὧν H: ημὦν sic V: ἡμῶν a¹2: εἰ γὰρ (del. δὲ B²: οἷς Lond. 0 19. 20 ἃ πράττομεν B² 20 αὐτοὶ] αὐτοὶ sic V: αὐτοῖς a¹² τὰ om. ES: ταῦτα (conl. v.12 Diels 21 αυτοῖσ V ⟨περιιστά- μενα⟩ περιεστάναι B² τούτοις a2 23 ἢ ὁρμὴ K: ὁρμὴν a¹² 24 ἐν om. a2 25 δὲ a12 28 οἵ τε v. c. corr. ex οὔτε V 29 τιμαὶ] τι s. v. V 30 τὸ)
    207
    ποιεῖν, εἴ γε ἐν οἷς μὲν τὸ κατορθοῦν, ἐν τούτοις καὶ τὸ ἁμαρτάνειν, ἐν τούτοις ἀνεπίδεκτον δὲ ἁμαρτημάτων τὸ θεῖον. διὰ τοῦτο γὰρ οὐδὲ ἐπαινοῦμεν τοὺς θεούς, ὅτι κρείττους εἰσὶν ἢ κατ’ ἐπαίνους καὶ τὰ ἐφ’ οἷς οἱ ἔπαινοι κατορθώματα.

    μηδὲ ἐκεῖνον δὲ παραλείπωμεν τὸν λόγον, ᾧ θαρροῦσιν [*](ΧΧΧV) ὡς δεικνύναι δυναμένου τῶν προκειμένων τι. λέγουσιν γὰρ οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη, * * * οὐκ ἔστι δὲ αἶσα, οὐδὲ ἔστι μὲν αἶσα, οὐκ ἔστι δὲ νέμεσις, οὐδὲ ἔστι μὲν νέμεσις. οὐκ ἔστι δὲ νόμος, οὐδ’ ἔστι μὲν νόμος, οὐδ’ ἔστιν δὲ λόγος ὀρθὸς προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. ἀλλὰ ἀπαγορεύεται μὲν τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώματα. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα. ἀλλ’ εἰ ἔστιν ἁμαρτήματα καὶ κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία, εἰ δὲ ταῦτα, ἔστι καλὸν καὶ αἰσχρόν. ἀλλὰ τὸ μὲν καλὸν ἐπαινετόν, τὸ δὲ αἰσχρὸν ψεκτόν. οὐκ ἄρα ἐστὶ μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἐπαινετὸν καὶ ψεκτόν. ἀλλὰ τὰ μὲν ἐπαινετὰ τιμῆς ἄξια, τὰ δὲ ψεκτὰ κολάσεως. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ τιμὴ καὶ κόλασις, ἀλλ’ ἔστιν μὲν τιμὴ γέρως ἀξίωσις, ἡ δὲ κόλασις ἐπανόρθωσις. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι ⟨δὲ⟩ γέρως ἀξίωσις καὶ ἐπανόρθωσις. εἰ δὲ ταῦτα, ⟨οὐκ⟩ ἀπείρηται μὲν εἶναι πάντων γινομένων καθ’ εἱμαρμένην κατορθώματά τε καὶ ἁμαρτήματα καὶ τιμαὶ καὶ κολάσεις καὶ γέρως ἀξιώσεις καὶ ἔπαινοι καὶ ψόγοι’.

    ἀλλὰ ταῦτά γε εἰ μὲν ὑπό τινων [*](ΧΧΧVI) αἰτίων περιεστώτων αὐτοῖς οὕτως ἀναγκάζονται λέγειν, συγγινώσκειν αὐτοῖς ἄξιον, καὶ οὐδὲν δεῖ οὔθ’ ἡμᾶς περὶ τῶν ὑπ’ ἐκείνων κατ’ ἀνάγκην λεγομένων πολυπραγμονεῖν οὔτε ἐκείνους περὶ τῶν οὐχ ὁμοίως αὐτοῖς λεγόντων (ἑκάστοις γὰρ τῶν λεγομένων τε καὶ δοξαζομένων αἰτία ἡ τῶν περιεστώτων δύναμις), καὶ οὐδὲν δεῖ τοὺς λέγοντας αἰτιᾶσθαι οὐδὲν εἰς τὸ οὕτως λέγειν συντελοῦντας, εἴ γε μήτε τῶν περιεστώτων μήτε τῆς ἕξεως, καθ’ ἣν ὑπὸ τῶν περιεστώτων οὕτως αὐτοῖς κινεῖσθαι συμβέβηκεν, τὴν αἰτίαν ἔχουσιν ἐν αὐτοῖς. εἰ δὲ ἐξουσίαν ἔχομεν καὶ χεῖρόν τι καὶ βέλτιον εἰπεῖν, τίς οὐκ [*](1. 2 ἐν τούτοις del. V¹: om. a¹² 2 δὲ τῶν Lond. 0 γὰρ om. Lond. 0 3 τοῦ ὅτι 0 ἢ B²HES οὐ (η superscr. v. c.) V: οὗ a¹2: οὐ B1 Cas. 4 μηδὲ] μ add. v. c, V παραλείπωμεν KE Cas. 0: παραλίπωμεν V: παραλείπομεν a¹² 5 δυναμένου Va¹²: δυνάμενον ES: δυναμένῳ Lond. O: om. K 5. 6 οὐ γάρ ἐστι] οὐκ ἔστι Lond. 0 cf. 208,19 6 οὐκ ἔστι δὲ V¹a¹²0: οὐδέ ἐστι v. c. V: οὐκ ἔστι ES 6 7 οὐκ ἔστι δὲ αἷσα Va¹²: ⟨οὐδὲ ἔστι μὲν (μὲν om. Lond. coni. O) πεπρωμένη⟩, οὐκ ἔστι δὲ αἷσα B2 Lond. 0 recte 7 οὐδέ ἐστι μὲν νέμεσις v. c. V: οὐδέ ἐστι νέμεσις V¹a¹²: οὐκ ἔστι μὲν νέμεσις 0: οὐδὲ νέμεσις Lond. 8 δὲ νόμος v. c. Va¹²0: μὲν νόμος V1: νόμος HES μὲν νόμος v. c. Va1²0: δὲ νόμος V¹: νόμος ES οὐδ V: οὐκ a1²0 δὲ λόγος a12 μὲν λόγος HB¹: /// μὲν λόγος V: λόγος ES 9 προστατικός a1² 13 αισχρόν V 17 alt. δε V 18 ἔστι ⟨δὲ⟩ B2S 19 εἰ V¹a12: οὐ v. c. V ταῦτα ⟨οὐκ⟩ B² ἀπείρηται V: ἀπήρηται a¹2: ἀφῄρηται Lond. 0: ἅπερ εἴρηται ES μὲν] μὴ B² 21 ἀξίωσις 0 25 δοξαζομένων αἰτία Schwartz: δοξάντων αἰτία Lond. 0: δοξαζόντων αἰτία καὶ B²: δοξαζόντων τινὰ libri 28 αὐτοῖς] αὐτὴν a¹²: αὐτοὺς 0 ἐν add. v. c. V: exh. a¹2: om. HKES)

    208
    ἂν αὐτῶν θαυμάσαι τὴν σύνθεσιν τοῦ λόγου ὡς ἀπέριττον καὶ ἐξ ὁμολογουμένων καὶ ἐναργῶν συνάγουσαν τὸ μὴ δεῖν ὧν ἦν τὸ ἄρα τῆς περὶ τοὺς συλλογισμοὺς ἀσχολίας μακρᾶς. θέμενοι γὰρ τὸ τὴν εἱμαρμένην χρῆσθαι πᾶσιν τοῖς γεγονόσι τε καὶ γινομένοις καθ’ εἱμαρμένην πρὸς τὴν ἀκώλυτον τῶν ὑπ’ αὐτῆς γινομένων ἐνέργειαν οὕτως, ὡς γέγονεν ἕκαστον αὐτῶν καὶ φύσεως ἔχει, λίθῳ μὲν ὡς λίθῳ, φυτῷ δὲ ὡς φυτῷ, ζῴῳ δὲ ὡς ζύῳ, εἰ δὲ ὡς ζῴῳ, καὶ ὡς ὁρμητικῷ, ἐν τῷ τιθέναι τὸ χρῆσθαι αὐτὴν τῷ ζῴ ῳ ὡς ζῴῳ τε καὶ ὁρμητικῷ καὶ γίνεσθαι τὰ ὑφ’ αὐτῶν διὰ τῶν ζῴων γινόμενα κατὰ τὴν τῶν ζῴων ὁρμὴν ἑπομένων καὶ τούτων τῶν ἐξ ἀνάγκης περιεστώτων αὐτὰ τότε αἰτίοις ἅτινα ἂν --- ἡγούμενοι διὰ τοῦ τὸ καθ’ ὁρμὴν ἐνεργεῖν τὰ ζῷα τηρεῖν ἐν τῷ ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην καὶ τὸ ἐφ’ ἡμῖν εἶναί τι τηρεῖν, τούς τε ἄλλους οὓς ἐρωτῶσιν λόγους καὶ δὴ καὶ τὸν προειρημένον ἐμοὶ δοκεῖ ὡς οὐκ ἀληθεῖ πιστεύοντες τοσοῦτον αὐτῷ ὅσον διὰ μῆκός τε καὶ πλῆθος ὀνομάτων καὶ ἀσαφῆ σύνθεσιν παράξειν ἡγούμενοι τοὺς ἀκούοντας. ἴδωμεν δὲ τὸ λεγόμενον ἡμεῖς δι’ αὐτοῦ τὰ πολλὰ τῶν κειμένων ὀνομάτων παραιτησάμενοι τὸ νῦν, τὴν δὲ πεπρωμένην καὶ τὴν αἶσαν καὶ τὴν νέμεσιν ὑφελόντες, οἷς ὀνόμασιν ἐφ’ ὧν αὐτοῖς δοκεῖ σημαινομένων χρῶνται, ἐπὶ τῶν ἄλλων ἐξετάσωμεν. ἄξιον γὰρ μαθεῖν τὴν ἀνάγκην τῆς ἀκολουθίας τῆς οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ νόμος’. εἰ γὰρ τὰ μὲν γινόμενα καθ’ εἱμαρμένην ἕπεται τοῖς ἐξ ἀνάγκης αὐτὰ περιεστῶσιν αἰτίοις καὶ οὐχ οἷόν τε τὸν καθ’ ὁρμὴν ἐνεργοῦντα μὴ ἀκολουθεῖν τούτοις τοῖς αἰτίοις τὴν αἰτίαν τὴν ἐξ αὐτοῦ πάντως ἐκείνοις συνάπτοντα, ὡς οὐδὲ τὸν ἀπὸ ὕψους ἀφεθέντα λίθον μὴ κάτω φέρεσθαι ἢ τὴν σφαῖραν κατὰ τοῦ πρανοῦς μὴ κυλίεσθαι ἀφεθεῖσαν κατ’ αὐτοῦ, τίς ἔτι χρεία νόμων; ὡς γὰρ ὁ λίθος οὐκ ἂν ὑπὸ τοῦ λέγοντος μὴ δεῖν κάτω φέρεσθαι κωλυθείη ποτ’ ἂν τῷ αὐτός τε τὴν φύσιν εἶναι τοιοῦτος τά τε ἔξωθεν ἔχειν αἴτια συνεργὰ πρὸς τοῦτο, οὕτως οὐδὲ [*](1 περίττην O: ἀπέραντον Casp. O 2 pr. τὸ] τοι B²? δεῖν— ἄρα] δέον, οἶον ἦν τὸ ἀπόρημα Diels μακράς a 12 4 γινομένους O εμαρμένης a2 6 μὲν om. O 7 καὶ ⟨ὡς⟩ scripsi: del. Gercke ὁρμητικη (sic, supra η: ω) V: fortasse ὁρμητικῷ, 〈καὶ⟩ τῷ χρῆσθαι a2 8 ὑπ’ αὐτῆς Gercke διὰ τῶν ζῴων del. Heine 10 αἰτίοις a¹ 1²: αἰτίοισ (supra σις: ων m1) V: αἰτίυων HK: αἰτίαις Lond. O τοῦτο HKES: τοῦ Gercke lacunam indicavi τούτων τοῖς . . περιεστῶσιν . . αἰτίοις Gercke: ταῖς τῶν . . περιεστώτων . . αἰτίαις Hine ⟨πράττῃ⟩ ἡγούμενοι Heine 12 καὶ τὸ a¹2: τὸ καὶ V τε] δὲ a2 οὓς delevi: οὓσ· sic V: οὓς a¹2: οὖν Lond. O 13 τὸν] τὸ V1 (corr. v. c. V) 14. 15 παρέξειν E: ταράξειν Lond. 15 λεγόμενα a2 δι’ αὐτοῦ (αὐ m1 s. v.) V: διὰ τοῦ a¹2: καὶ διὰ τοῦ Lond. O: διὰ τούτων περὶ Cas.: διὰ τοῦτο coni. O aut del. 19 alt. τῆς] ταύτης Cas. O: om. ES 20 δὲ B2S Lond. O: γὰρ Va 12 22 ⟨καὶ⟩ τὴν αἰτίαν Cas. O 23 συνάπτοντα B² Lond.: συνάπτον VB1 (sed ο in lit. B) a¹2: συνάπτειν Cas. O: συνάπτων S ὡς H: ὡστε sic V: ὥστε a¹2: ὥσπερ B² οὐδὲν a2 ἀφεθέντα Gercke: ἀφέντα libri 24 σφαίραν a1 κυλύεσθαι a1: κωλύεσθαι a2 27 αἴτια ἔχειν a¹² ουτοσ ηδὲ V¹ (corr. v. c.))
    209
    ἡμῶν τις πεισθείη ποτ’ ἄν λόγῳ ἢ νόμῳ ἄλλως ἀξιοῦντι πράττειν παρὰ τὴν τῶν περιεστώτων ἀνάγκην. οὐ γὰρ πλέον τι ἡμῖν ἐκ τοῦ συνιέναι τῶν προστασσομένων ὑπὸ τῶν νόμων ἔχουσιν προκαταβεβλημένας αἰτίας, αἷς περιεστώσαις ἀκολουθεῖν τὴν ὁρμὴν ἀνάγκη. οὕτως δὲ ἀναιροῖτ’ ἂν τὸ ἐκ τῶν νόμων χρήσιμον, εἴ γε οἱ μὲν νόμοι προστακτικοὶ μέν εἰσι τῶν ποιητέων, ἀπαγορευτικοὶ δὲ τῶν οὐ ποιητέων, οὐχ ἕπεται δὲ τῇ τῶν νόμων προστάξει τὸ καθ’ ὁρμὴν ἡμᾶς ἐνεργεῖν, ὅταν τὰ περιεστῶτα αἴτια ἐξ ἀνάγκης ἡμᾶς ἐπ’ ἄλλα τινὰ κινῇ τε καὶ φέρῃ. ἀναιρουμένου δὲ διὰ τὴν τοιαύτην εἱμαρμένην τοῦ ἀπὸ τῶν νόμων χρησίμου, ἀναιροῖντ’ ἂν καὶ οἱ νόμοι. τί γὰρ ὄφελος νόμων, οἷς πείθεσθαι τὴν ἐξουσίαν ὑπὸ τῆς εἱμαρμένης ἀφῃρήμεθα; οὐκ ἄρα τῷ τοιαύτην εἶναι τὴν εἱμαρμένην ἕπεται τὸ νόμον εἶναι. ἐναντία γὰρ εἱμαρμένη τε καὶ νόμος, εἴ γε ὁ μὲν νόμος προστακτικός ἐστι τῶν πρακτέων τε καὶ μή, ὡς τῶν πραττομένων δυναμένων αὐτῷ πείθεσθαι κελεύοντι (διὸ καὶ τοὺς μὴ πειθομένους ὡς ἁμαρτάνοντας ἕημιοῖ, τιμῶν τοὺς πειθομένους ὡς κατορθοῦντας), ἡ δὲ εἱμαρμένη πάντα τὰ γινόμενα ἀναγκαίως τε καὶ δι’ ὁμοίας αἰτίας φησὶ γίνεσθαι, τῶν δὲ δι’ ὁμοίας γινομένων αἰτίας οὐχ οἷόν τε τὰ μὲν ἁμαρτήματα λέγειν, τὰ δὲ κατορθώματα. εἰ γὰρ λέγοι τις καὶ τὸν νόμον ἐν τοῖς ἀναγκαίοις τε καὶ προκαταβεβλημένοις ὑπὸ τῆς εἱμαρμένης αἰτίοις εἶναι, δῆλον ὡς καὶ τοῖς πράσσουσιν καθ’ ὁρμὴν τὰ κατ’ αὐτὸν ἐν τοῖς περιεστῶσιν αἰτίοις καὶ αὐτὸς ἔσται κατηναγκασμένως, οὐ περιστήσεται δὲ τοῖς πράττουσιν τὰ μὴ κατ’ αὐτόν. οἱ δὲ ταύτην τοῦ μὴ πράσσειν τὰ κατὰ τοὺς νόμους ἔχοντες τὴν αἰτίαν πρόδηλον ὡς οὐκ ἂν ψέγοιντο. πῶς γὰρ ἄξιοι; τὸ γοῦν ἐν τοῖς περιεστῶσιν κατ’ ἀνάγκην αἰτίοις, οἷς μὴ ἕπεσθαι τὴν ὁρμὴν οὐχ οἶόν τε, οὐκ ἦν ἐκ τῶν νόμων αἰτία, κατ’ ἀνάγκην τινὰ καὶ εἱμαρμένην παρεῖναι κεκωλυμένη. ἀλλὰ οὕτως γε οὐδ’ ἂν νόμος ἔτι εἴη ἔχων καὶ πειθομένους αὑτῷ, εἴγε χρὴ τούτῳ πείθεσθαι λέγειν ἐξ ἀνάγκης ἑπομένους, καὶ τοὺς μὴ πειθομένους ὑπὸ ἀνάγκης τινὸς πείθεσθαι κεκωλυμένους. ὥστε πολὺ ἂν ἀληθέστερον εἴη συνειλημμένον τὸ εἰ ἔστι τοιαύτη εἱμαρμένη, οὐκ ἔστι νόμος’. ἀναιρουμένου δὲ νόμου καὶ σὺν αὐτῷ μαρτήματός τε καὶ κατορθώματος, ἀναιροῖτ’ ἄν, ὡς καὶ αὐτοὶ διὰ τῆς ἀκολουθίας ἐλάμβανον [*](3 ἀντίας a2 7 τὸ HB1 (ex corr.) O: τὰ rel. τὰ s. v. V 9 ἀναιροῖντ’ (alt. ν s. v.) Va¹²: ἀναιροῖτ’ KS 10 οἱ add. a¹² τὸ γὰρ a¹² 12 τὸ] τὸν a¹2 13 πραττόντων ES Cas. Lond. 0 13. 14 δυνάμεων K 14 αὐτῷ corr. ex αὐτῶν V 15 τῇ δὲ εμαρμένῃ coni. 0 16 φασι coni. 0 16. 17 τῶν . . γινομένων Lond. O: τῷ . . γινομένῳ libri 18 λέγει a¹² 20 πράσσουσιν] προσουσιν V1 (corr. v. c. V) κατ’ αὐτὸν Lond. O: καθ᾿ αὐτοῖς Va¹²: καθ’ αὑτοὺς HES Cas.: κατ’ αὐτοὺς B² 21 κατηναγκασμένως KES: κατηναγμένωσ (sic, supra ω: ο m1) V: κατηναγκασμένος a¹2 22 αὐτόν Lond. 0: αὐτούς libri νόγους a1 23 τὸ] ὅτι Lond.: fortasse τότε 24 καθ’ ὁρμὴν Ο 25 fortasse ἦν ⟨ἡ⟩ ἐκ 26 κεκωλυμένη Lond. O: κεκωλυμένην V: κεκωλυμένης (supra η: οι) ES νόμοις a2 ἔχων] ἐξὸν Casp. O 26. 27 καὶ πειθομένους θἱ γρ. S2 Cas. Casp. O: καίπερ θεμένους Va¹: καὶ περιθεμένους a2 27 αὑτῷ scripsi: αὐτῷ γρ. Cas.: αὐτῶν Va¹2: αὐτὸν B² Lond. O τούτω] τοῦτο (supra o: ω m1) V 29 συ| νει| λημμένον sic V: συνειλημένον a1 30 νόμον a2 Suppl. Arist. Π 2 Alex. s cripta minora.)
    210
    τῆς κατὰ τὸν λόγον, ἀρετή τε καὶ κακία καὶ τὸ εἶναί τι ἐν ἀνθρώποις αἰσχρόν τε καὶ καλὸν καὶ ἐπαινετόν τε καὶ ψεκτὸν καὶ τιμῆς τε καὶ κολάσεως ἄξιον. οὐδὲν ἄρα μένει τοῦ ὑπὸ τοῦ μετὰ τοσαύτης τέχνης ἠρωτημένου λόγου κατεσκευασμένου, ἀκολουθήσει τε αὐτοῖς ἀρξαμένων κάτωθεν ἀκολουθία, ἣν ἕπεσθαι λέγουσιν τοῖς ἀναιρεῖν πειρωμένοις τὸ ἐφ’ ἡμῖν εἶναι ὡς αὐτοὶ τηροῦντες ὁμολογουμένως αὐτὸ διὰ τοῦ προλαβόντας ἄλλοις ἐπιφέρειν αὐτὰ τὸ μὴ δοκεῖν ἔχεσθαι τὸ καὶ τοῖς διαφεύγειν ἡγουμένοις. εἰ γὰρ μή εἰσι τιμαὶ μηδὲ κολάσεις, οὐδὲ ἔπαινοι οὐδὲ ψόγοι, εἰ δὲ μὴ ταῦτα, οὐδὲ κατορθώματά τε καὶ ἁμαρτήματα, εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀρετὴ καὶ κακία, εἰ δὲ μὴ ταῦτα, φασίν, ὅτι μηδὲ θεοί. ἀλλὰ μὴν τὸ πρῶτον τὸ μὴ εἶναι μήτε τιμὰς μήτε κολάσεις ἕπεται τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ὡς δέδεικται. καὶ τὸ τελευταῖον ἄρα, ὃ ἄτοπον καὶ ἀδύνατον. ἀναιρετέον ἄρα τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ᾧ τοῦτ’ εἴπετο.

    ἴδωμεν δὲ καὶ τὸν ἐπὶ τούτῳ λόγον ἠρωτημένον, εἰ μὴ τὰς ὁμοίας [*](XXXV) ἀνάγκας ἔχει. λέγει δὲ οὕτως· οὐ πάντα μὲν ἔστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἀκώλυτος καὶ ἀπαρεμπόδιστος ἡ τοῦ κόσμου διοίκησις. οὐδὲ ἔστι μὲν τοῦτο, οὐκ ἔστι δὲ κόσμος, οὐδὲ ἔστι μὲν κόσμος, οὐκ εἰσὶν δὲ θεοί. εἰ δέ εἰσι θεοί, εἰσὶν ἀγαθοὶ οἱ θεοί, ἀλλὰ εἰ τοῦτο, ἔστιν ἀρετή, ἀλλ’ εἰ ἔστιν ἀρετή, ἔστι φρόνησις, ἀλλ’ εἰ τοῦτο, ἔστιν ἡ ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων. ἀλλὰ ποιητέα μέν ἐστι τὰ κατορθώματα, οὐ ποιητέα δὲ τὰ ἁμαρτήματα. οὐκ ἄρα πᾶν μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἁμάρτημα καὶ κατόρθωμα. ἀλλὰ τὰ μὲν κατορθώματα καλά, τὰ δὲ ἁμαρτήματα αἰσχρά, καὶ τὰ μὲν καλὰ ἐπαινετά, τὰ δὲ κακὰ ψεκτά. οὐκ ἄρα πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἐπαινετὰ καὶ ψεκτά. ἀλλ’ εἰ τοῦτο, εἰσὶν ἔπαινοι καὶ ψόγοι· ἀλλ’ ἃ μὲν ἐπαινοῦμεν τιμῶμεν, ἃ δὲ ψέγομεν κολάζομεν, καὶ ὁ μὲν τιμῶν γεραίρει, ὁ δὲ κολάζων ἐπανορθοῖ. οὐκ ἄρα πάντα μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ γεραίρειν καὶ ἐπανορθοῦν’. καὶ οὗτος δὴ ὁ λόγος ἀπὸ τῆς αὐτῆς παλαίστρας ὧν δῆλον ὡς διὰ τῶν αὐτῶν ἂν ψευδὴς ὧν ἐλέγχοιτο. πρῶτον μὲν γὰρ ἄν τις συγχωρήσειε προχείρως τῷ οὐ πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ [*](2 alt. καὶ s. v. V 4 κατασκευασμένου V: καὶ κατεσκευασμένου B2S mg.: κατεσκευασμένον Cas. Casp. O τε] τὸ a2 ἀρξαμένοις B2 5 fortasse ⟨τῆς⟩ ἀκολουθίας 6 ὡσ corr ex πωσ V¹: πῶς a 12: ὡς Lond. O τοῦ προλαβόντος KES: τὸ προβάλλειν Lond. O 7 ἄλλους Lond. ἐφέρειν a¹ : ἀφαιρεῖν Lond. O αὐτὸ Lond. O τὸ μὴ Va¹2: τῷ μὴ H mg. E Lond. O: το (supra : ω) μὴ S ἔχεσθαι τὸ καὶ τοῖς Va¹²: ἕπεσθαι τὸ καὶ τοῖς KES: ἕπεσθαι καὶ τοῖς H mg.: ἔχεσθαι ὃ καὶ Lond. O 7. 8 ἡγοῦνται Lond. O 11 τὸ μὴ HB2E Cas. O: μὴ τὸ Va1²: τὸ μηδὲ S pr.  μήτε om. a¹² τιμαὶ Lond. 12 καὶ add. B² 13 ἀναιρεῖται HES ἄρα add. B² 14 τὸν addidi ἠρωτημένων a12 15 οὖτοσ corr. in οὕτωσ V¹: οὗτος ES, fortasse recte : οὕτως rel. 16 pr. ἔστη s. v. V 17 μεν ·τοῦτο· sic V 18 ἀλλὰ εἰ τοῦτο, ἔστιν ἀρετή, ἀλλ’ v. c. Va 12: ἀλλὰ εἰ το ἔστι ἀρα ἀλλ’ sic V¹: ἀλλ ἀεὶ τὸ εἴ ἐστιν ἄρα ἀλλ’ sic S: ἀλλὰ εἰ το ει (supra το ει: θεοίδε) ἐστὶν ἀρετη ἀλλ’ sic Ε: ἀλλὰ τοῦτο ἔστι ἀρετή, ἀλλ᾿ K tert. εἰ om. a12 19 τουτο V ἡ del. Gercke 24 pr. ἐστι] εἰσι a¹² 25 εἰσιν] οὔκ εἰσιν O: οὐκ ἂν Lond. 28 οὖτοι a1: ουτοι a2 29. 30 συγχωρήσειε] B2: συγχωρήσει Va¹²: συγχωρήη ES 30 τὸ Cas. Lond. O)

    211
    ἀκώλυτος καὶ ἀπαρεμπόδιστος ἡ τοῦ κόσμου διοίκησις’ ἐν τῷ γίνεσθαι τὰ μὲν ἐξ ἀνάγκης, τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ προαίρεσίν τε καὶ λόγον, τὰ δὲ καθ’ ὁρμήν, τὰ δ’ ἀπὸ τύχης τε καὶ αὐτομάτως. ἀναιρεῖται δὲ πάντα τὰ ἄλλα ὑπὸ τῆς εἱμαρμένης. οὐκ ἄρα οὐκ ἂν ἀπαρεμπόδιστος οὐδὲ ἀκώλυτος ἡ τοῦ κόσμου διοίκησις μένοι. ἀλλ’ εἰ καὶ συγχωρηθείη τοῦτό τε καὶ τὸ κόσμος εἶναι καὶ κόσμου ὄντος θεούς, καίτοι κατ’ Ἐπίκουρον ἐκτὸς ὄντας αὐτούς, καὶ τοὺς θεοὺς ἀγαθοὺς εἶναι, εἴη δὲ καὶ τὸ ἀρετὴν εἶναι τοῖς θεοῖς ἑπόμενον, πῶς τῷ τὴν τῶν θεῶν ἀρετὴν εἶναι ἕποιτ’ ἂν τὸ εἶναι φρόνησιν; τίς γὰρ ἡ τῆς ἀκολουθίας ταύτης ἀνάγκη, εἰ μὲν γὰρ ἦν εἰλημμένον τὸ τὴν ἀνθρώπων ἀρετὴν εἶναι, ἕποιτ’ ἂν τούτῳ καὶ ἡ φρόνησις, ἐπεὶ δ’ ἐκ τῶν κειμένων εἴληπται τὸ τὴν τῶν θεῶν ἀρετὴν εἶναι, πῶς ἂν ἔτι ἕποιτο τῇ τῶν θεῶν ἀρετῇ φρόνησις, ἀνθρώπων οὖσα ἀρετή; οὐ γὰρ τὰς αὐτὰς ἀρετὰς οἷόν τε λέγειν εἶναι τῶν τε ἀνθρώπων καὶ τῶν θεῶν. οὔτε γὰρ ἄλλως ἀληθὲς τὸ τὰς τῶν τοσοῦτον ἀλλήλων κατὰ τὴν φύσιν διεστώτων τὰς αὐτὰς τελειότητάς τε καὶ ἀρετὰς λέγειν, οὔθ’ οἱ πρὸς αὐτῶν περὶ αὐτῶν λεγόμενοι λόγοι εὔλογόν τι ἐν αὐτοῖς ἔχουσιν. ἀνθρώπου δὲ ἡ φρόνησις ἀρετή, ἢ ἐστιν, ὥς φασιν, ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων. ἐν οἷς γὰρ οἷόν τε μὴ πραχθῆναί τι καὶ τῶν ποιητέων, ἐν τούτοις ἡ τῶν ποιητέων τε καὶ οὐ ποιητέων ἐπιστήμη χώραν ἔχει. ἀλλὰ μὴν πάντων γινομένων καθ’ εἱμαρμένην ἄχρηστος ἡ γνῶσις τῶν ποιητέων τε καὶ μή. τί γὰρ ὄφελος τῆς τοιαύτης γνώσεως τοῖς μηδὲν ὧν πράττουσι φυλάξασθαι δυναμένοις; εἰ δὲ μηδὲν ἡ τούτων ἐπιστήμη χρήσιμον, ἀναιροῖτ’ ἂν ἡ φρόνησις, ὡς εἶναι τὴν ἀκολουθίαν ἀληθεστέραν τὴν εἰ ἔστιν εἱμαρμένη, μὴ εἶναι φρόνησιν. καθ’ ὃν γὰρ λόγον ὁ νόμος ἀνῃρεῖτο κειμένης τῆς εἱμαρμένης, κατὰ τοῦτον ἀναιρεθήσεται καὶ ἡ φρόνησις, ἧς ἀναιρουμένης δῆλον ὡς καὶ τῶν ἄλλων ἓν ἕκαστον ἀναιροῖτ’ ἂν τῶν κατὰ τὴν ἀκολουθίαν τὴν πρὸς τὴν φρόνησιν τιθεμένων.

    ὅτι δὲ μηδὲ οἱ ἐκ τοῦ δεικνύναι τὴν καθ’ ὁρμὴν κίνησιν τοῖς [*](XXXVIII) ζῴοις μένουσαν πάντων γινομένων καθ’ εἱμαρμένην σώζουσιν τὸ ἐφ’ ἡμῖν, εἰ μὴ βούλοιτό τις ἀπλῶς τὸ ὑπό τινος κατὰ τὴν οἰκείαν γινόμενον φύσιν ἐπ’ ἐκείνῳ λέγειν ἄλλο τι σημαινόμενον τοῦ ἐφ’ ἡμῖν εἰσάγων παρὰ τὸ πεπιστευμένον τε καὶ προειλημμένον, ὅ φαμεν εἶναι διὰ τὸ ἔχειν ἡμᾶς ἐξουσίαν τῶν ἐν τοῖς πραττομένοις ἀντικειμένων, φθάνει διὰ τῶν πρώτων [*](1 ἐν circumscripsi 4 δὲ] γὰρ B² ἄλλα] αὐτὰ H Lond. 0 (πάντα ταῦτα O) 5 οὐκ ἂν add. Diels: οὐκ add. a¹² ἀνεμπόδιστος a¹2 Lond. 0 μένει Cas. 6 pr. καὶ om. a¹² τὸ κόσμον Cas.: τὸν κόσμον Lond. 0 τοῦ κόσμου ὄντος] ἐντὸς Diels 7 αὐτοῦ 0 8 εἰ δὲ Lond. 0 10 εἰ s. v. v. c. V 12 τῶν θεῶν] ἀνθρώπων Lond. 13 ἀνθρώπων — ἀρετή om. 15 τοσούτων a¹: τοιούτων a2 17 οὐθ’ εὔλογον] Lond. 0 αὐτοῖς V ἀρετησ ἥσ sic (i. e. ἀρετη ἥ) V 18 μὴ add. Lond. 0 19 καὶ 〈μὴ⟩ τῶν Schwartz τε om. 0 20 μὴν] μὴ V1 (corr. v. c.) 25 τοῦτον B² H: Cas.: τοῦτο Va12: τούτῳ K 25, 26 ἀναιρηθήσεται a2 26 ἡ add. K ἓν om. a¹2 27 καὶ τῶν a2 πρὸς φρόνησιν 0 28 οἱ del. B² 31 παρεισάγων H 32 διὰ suspectum ημᾶσ V)

    212
    πλεονάκις εἰρῆσθαί τε καὶ δεδεῖχθαι. παραπλήσιοι δὲ τούτοις καὶ ὅσους ἄλλους εἰς σύστασιν τοῦδε τοῦ δόγματος λόγους παρατίθενται ἐπὶ πλέον καὶ μέχρι ῥημάτων τὴν κομψείαν ἔχοντες, ἀλλ’ οὐκ ἐκ τῆς πρὸς τὰ πράγματα περὶ ὧν λέγονται συμφωνίας τὴν πίστιν λαμβάνοντες.

    Ταῦτα ὑμῖν, ὦ θειότατοι αὐτοκράτορες. τῆς Ἀριστοτέλους δόξης περί τε [*](ΧΧΧΙΧ) εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν κατ’ ἐμὴν δόξαν τὰ κεφάλαια, καθ’ ἣν δοξάζοντες εἴς τε θεοὺς εὐσεβήσομεν, τὰ μὲν εἰδότες αὐτοῖς χάριν ἀνθ’ ὧν φθάνομεν ὑπ’ αὐτῶν εὖ πεπονθότες, τὰ δὲ αἰτούμενοι παρ’ αὐτῶν ὡς ὄντων καὶ τοῦ δοῦναι καὶ τοῦ μὴ κυρίων· ἐσόμεθα δὲ καὶ περὶ τοὺς ἡμῖν ὁμοίους ἄρχοντας εὐχάριστοι ταῦτα πράττεται εἰς ἡμᾶς τε καὶ ἡ περὶ --- ὑμῶν οἰκεία προαίρεσις πράττειν ὑμᾶς αἱρέσει τοῦ βελτίονος καὶ τοῦ περὶ τὴν κρίσιν αὐτοῦ φροντίζειν ποιοῦντας ἃ ποιεῖτε, ἀλλ’ οὐ προκαταβεβλημένοις τισὶν αἰτίοις ἑπομένους, οἷς ἀναγκαῖον ἕπεσθαι ᾗ ἂν ἐκεῖνα ἄγῃ. ποιησόμεθα δὲ καὶ ἀρετῆς ἐπιμέλειαν ὡς ὄντες αὐτοὶ κύριοι τοῦ βελτίους ἢ χείρους γενέσθαι. τούτων γὰρ μόνων κύριός τις, ὧν καὶ τοῦ μὴ πράττειν αὐτὸς ἔχει τὴν ἐξουσίαν --- καὶ τὰ ἄλλα δὲ ὅσα πράττομεν κατὰ τὸν βίον ὅτι μόνως εὐλόγως πράττειν ἂν δοκοῖμεν, εἰ κατὰ τὴν Ἀριστοτέλους δόξαν περὶ αὐτῶν ἀποδιδοίημεν τὰς αἰτίας, ἃς διὰ παντὸς ἐπειράθην ὑμῖν παραστῆσαι τοῦ λόγου.

    [*](1 τε] σε a2 1. 2 ὅσοις ἄλλοις 0 2 λόγοις 0 ἐπὶ πλέον] ἐπιπόλαιον Schwartz bene 3 ἀλλ’ om. 0 5 ὑμῖν HB (sed ῖν in lit. B): ὑμεῖς Va¹2: μὲν ὑμεῖς K: ἡμῖν ES 6 δόξαντες 0 8 pr. οὐτων V 9 καὶ του V κυρίων B² Cas. Lond.: κυρίους Va 12: δοῦναι κυρίοις ES (sed κυρίων s. v. S) δὲ—ὁμοίους] δὲ περί τε ὑμᾶς καὶ περὶ τοὺς ὑμῖν ὁμοίους Cas. 0 ὑμῖν Lond. ὁμοίως 10 οὐκ ἀχάριστοι τοιαῦτα πράττεται ὑμῶν εἰς ἡμᾶς καὶ ἡ περὶ ἡμῶν οἰκεία Cas. ταῦτα ⟨γὰρ⟩ Ο πράττοντας Lond. 0 ante ταῦτα B² in mg.: νομίζοντες ἃ περὶ ἡμῶν τε καὶ τὴν ἡμετέραν πρό ποιεῖτε εἰς— ὑμῶν] εἰς ἡμᾶς ἃ ποιεῖ ὑμῶν Lond. 0 τε om. ES lacunam indicavi 11 ὑμᾶς] ἡμεῖς K: ἡμᾶς a2 αἵρεσις ES: αἱραίσει a1 alt. τοῦ] τῷ 0 αὐτῶν B² 12 φροντίζειν sic V ποιοῦντες ES ποιεῖτε] ποιεῖται V1 (corr. v. c.) καταπροκαταβεβλημένοις VH 13 ἕπεσθαι γρ. ἄγεσθαι H: ἄγεσθαι ES 15 μόνον Cas. Csasp. 0 ὧν 0: ὢν libri τοῦ om. Casp. 0 αὐτὸς] αὐτὰ Lond. 16 lacunam indicavi ὅτι] οὕτω B2 17 πράττειμεν ἂν a¹² 17. 18 αὐτῆς a¹2 18 ἃς add. HB2ES δια V ὑμῖν (ὑ in lit.) V: ἡμῖν a12)