De fato
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ἦν μὲν δι’ εὐχῆς μοι, μέγιστοι αὐτοκράτορες ΔΣεβῆρε καὶ Ἀντωνῖνε, [*](I) αὐτῷ γενομένῳ παρ’ ὑμῖν ἰδεῖν τε ὑμᾶς καὶ προσειπεῖν καὶ καθομολογῆσαι χάριν ἀνθ’ ὧν ἔπαθον εὖ παρ’ ὑμῶν πολλάκις, αἰεὶ τυχών πάντων ὧν ἠξίωσα μετὰ μαρτυρίας ἧς δίκαιος εἶναι τυγχάνειν τοιαῦτα αἰτούμενος. ἐπεὶ δὲ ἐφεῖται, καὶ εἰ μὴ παρών τις τοῖς ἱεροῖς θύειν δύναται, τὸ θύειν αὐτοῖς πανταχόθεν τε καὶ πανταχοῦ καὶ πέμπειν ἀναθήματα, ἃ μὴ κομίζειν αὐτὸς οἷόν τε, ἐθάρσησα πρὸς ὑμᾶς τῇ πρὸς τὸ θεῖον ἐξουσίᾳ, καί τινα ἀπαρχὴν ὑμῖν τῶν ἡμετέρων καρπῶν ἀνάθημα πέμψαι οἰκειότατον ὑμῖν ἀναθημάτων ἁπάντων. τί γὰρ ἂν οἰκειότερον τοῖς γνησίως φιλοσοφίαν τιμῶσίν τε καὶ προάγουσιν ἀνάθημα γένοιτο βιβλίου ὑπισχνουμένου θεωρίαν φιλόσοφον; περιέχει τε τὸ βιβλίον τὴν δόξαν τὴν Ἀριστοτέλους, ἣν ἔχει περί τε εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν, οὖ τῆς φιλοσοφίας προίσταμαι ὑπὸ τῆς ὑμετέρας μαρτυρίας διδάσκαλος αὐτῆς κεκηρυγμένος. ἔστι δὲ οὐδενὸς δεύτερον τῶν κατὰ φιλοσοφίαν δογμάτων τουτὶ τὸ δόγμα· ἥ τε γὰρ ἀπ’ αὐτοῦ χρεία πανταχοῦ τε καὶ ἐπὶ πάντα διατείνει (οὐ γὰρ ὁμοίως περὶ τὰς πράξεις ἔχουσιν οἵ τε πάντα ἐξ ἀνάγκης καὶ καθ’ εἱμαρμένην γίγνεσθαι πεπιστευκότες καὶ οἷς δοκεῖ γίνεσθαί τινα καὶ μὴ τοῦ πάντως ἔσεσθαι προκαταβεβλημένας αἰτίας ἔχοντα), ἥ τε εὕρεσις τῆς ἀληθείας τῆς ἐν αὐτῇ χαλεπωτάτη τῷ δοκεῖν τῶν δοξῶν ἑκατέρᾳ πολλὰ ἀντιμαρτυρεῖν τῶν ἐναργῶν. [*](4 αὑτῷ V ὑμῖν ἰδεῖν τε om. 0 4. 5 χάριν καθομολογῆσαι a2 5 πολλακισ V 6 ἧς Va¹: ὧν a2: ὢν mg.: ὡς Lond. Diels: τῆς B²: ὡς ὧν coni. 0: fortasse del. εἶναι] εἴην coni. 0 7 ἐφεῖται in mg. ἐντέλλεται V τοῖς θεοῖς δύναται Cas.0 8 ἀναθύματα a1 9 τε ἦν ἐθάρσησα Cas. 0 ἡμᾶς a1 ἐξουσίᾳ] μιμήσει B² τινας Lond. 9.10 ἀπαρχὴν HESO Cas. B2: ἀπαρχῆς Va12 : ἀπ’ ἀρχῆς K: ἀπαρχὰς Lond. 10 καὶ ἀνάθημα B² ἡμῖν a2 13 περιέχει B2: περισχεῖν a2: περιέχειν Va1 τε] δὲ coni. O: γὰρ Diels τε τὸ βιβλίον] καὶ Lond. 0 13.14 τε περί τε a2 14 προίσταται a2 16.17 ἀπ’αὐτοῦ] ἀπανταχοῦ a1 18 τε καὶ καθ’ a² 19 alt. καὶ] ἃ καὶ a2O 20 ἔχοντα a1: ἔχοντες V²: ἔχουσιν V¹a²0 εὕρεσιν a2 ἐν αὐτῷ coni. Casp. 0 21 τῷ δοκεῖν Va¹: ἐστιν (ἐστιν del.) δοκεῖ τῷ δοκεῖν E: δοκεῖ τῷ δοκεῖν a² ἑκατέρα a1²)