Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

ἰπῶν δὲ καθόλου περὶ τῆς κοινῆς γενέσεως καὶ φθορᾶς ὁμοίως ἢλθεν ἐπὶ τὸν περὶ ὧν προέθετο λόγον, ταῦτα δ’ ἦν τὸ εἰπεῖν, διὰ τίνων αἱ προειρημέναι δυνάμεις, ἤ τε θερμότης καὶ ἡ ψυχρότης, ἐργάζονται τήν τε γένεσιν τῶν γινομένων καὶ τὴν φθορὰν ἐκ τῶν ὑποκειμένων αὐταῖς, ταῦτα δ’ ἦν ἐν τοῖς φυσικοῖς σώμασι τὰ ξηρά τε καὶ τὰ ὑγρά· ταῦτα γὰρ ἐκείνοις ὕλη. ἐπεὶ γὰρ πᾶσα γένεσις καὶ μεταβολὴ ὑπὸ τῶν ποιητικῶν δυνάμεων, ὧν τὸ μὲν θερμότης, --- κυρίως γενέσεως αἴτιον, κρατοῦντος γὰρ τοῦ θερμοῦ καὶ συγκρίνοντος τὸ ξηρόν τε καὶ τὸ ὑγρὸν πέσσοντος καὶ ὁρίζοντος ἡ γένεσις. εἰ δὲ μὴ κρατοίη τοῦτο τῷ ψυχρὸν πλεῖον εἶναι, κατισχῦον τὸ ψυχρὸν τῶν ἐναντίων αἴτιον φθορᾶς τε καὶ σήψεως. ἐπεὶ δὲ [*](4 ὅτι Sp.: τοῦ libri 6 ⟨ὃ⟩ αἴτιον Vict. Sp. 13.14 intellegerem v. 13 κινεῖσθαι ὑπὸ et ἐπειδὴ (ἐπεί γε Sp.) ἃ ἔ. et v.14 αὐτοῦ κρατεῖν et κινεῖν κρατεῖ (κρ. κινεῖ Sp.) 15 διότι scripsi: διὸ libri 16 ὑπὸ τοῦ Sp.: ὑπ’ αὐτοῦ libri 17 θερμοῦ S² Viel.: θερμῷ libri 18 ἀσθενεστέρα scripsi: εὐσθενεστέρα libri: εὐσθενέστερα Sp. ἢ ἡ Vict. Sp. τῆς addidi 20 εῖπεν om. Sp. τοῦ τὸ Sp.: τοῦτο libri 22 αὕτη Fa Sp.: αυτη V: αὐτὴ : αὕτὴ S 23 Viel. Sp.: ἣ V: om. FSa ἡ θάλαττα Sp.: τὴν θάλατταν libri 27 κενῆς V 33 fortasse θερμότης, ⟨τὸ δὲ ψυχρότης, θερμότης> 35 τῷ] τῷ τὸ coni. Sp.)

111
καὶ ἡ πέψις πλεοναχῶς καὶ ἡ ἀπεψία, περὶ τούτων εἰπεῖν εὐλόγως καὶ πρῶτον μὲν λέγει, διὰ τίνων τὸ θερμὸν τὰς κατ’ αὐτὸ γινομένας ἐν τῷ ὑποκειμένῳ ποιεῖται μεταβολάς, καί φησιν οἰκεῖον μὲν ἔργον εἶναι τῷ θερμῷ τὴν πέψιν, εἶναι δὲ τῆς πέψεως εἴδη τε καὶ διαφορὰς πέπανσιν ὄπτησιν ἕψησιν, τῆς δὲ ψυχρότητος οἰκεῖον ἔργον μὲν ἀπεψίαν εἶναι, ταύτης δὲ εἴδη πάλιν καὶ διαφορὰς ὠμότητα μώλυνσιν στάτευσιν. ἐφ’ οἷς εἰπὸν ὅτι μὴ οἰκεῖα μὲν ταῦτα τὰ ὀνόματα τοῖς καθ’ ὧν εἴρηται, τῷ δὲ μὴ κεῖσθαι ἑκάστῳ αὐτῶν ὄνομα οἰκεῖον ἀπὸ τῶν ὠνομασμένων ἀνάγκη μεταφέρειν τὰ ὀνόματα καὶ ἐπὶ τὰ ὅμοια τοῖς ὠνομασμένοις, διὸ οὐ ταῦτα ἀλλὰ ῖὰ τοιαῦτα χρὴ νομίζειν εἶναι τὰ εἰρη μένα, λέγει τε καὶ ὁρίζεται, τί τῶν εἰρημένων ἕκαστόν ἐστιν, καί πρῶτον τί ἐστι πέψις λέγει, καὶ ἐπὶ τούτοις τί ἐστιν ἀπεψία, ἥτις ἐστὶν ἀντικειμένη τῇ κοινῇ πέψει. μεθ’ ἃ περὶ πεπάνσεως ποιεῖται τὸν λόγον ὑπὸ τὴν πέψιν οὔσης, καὶ μετὰ τὸν περὶ ταύτης λόγον περὶ ὠμότητος λέγει, ἢ οὖσα ὑπὸ τὴν ἀπεψίαν ἀντίκειται τῇ ἑψήσει. ἐφ’ οἷς τί ἐστιν ὄπτησις εἰπών, ἢ καὶ αὐτὴ πέέις τίς ἐστι, λέγει περὶ στατεύσεως, ἣ τῶν ὑπὸ τὴν ἀπεψίαν οὖσα τῇ ὀπτήσει ἀντίκειται. ὧν τὴν μὲν πέψιν εἶπεν εἶναι τελείω σιν ὑ πὸ τοὕ φυσικοῦ καὶ οἰκείου θερμοῦ τῶν ἀντικειμένων πα θητικ ὧν (ἀντικείμενα δὲ ἦν ἀλλήλοις παθητικὰ ἡ ἐν ἑκάστῃ ὕλῃ ξηρότης τε καὶ ὑγρότης· ταῦτα γὰρ τὰ πεσσόμενα καὶ ὁριζόμενα ὑπὸ τοῦ θερμοῦ), ἀπεψία δὲ ἀτέλεια δι’ ἔνδειαν τῆς οἰκείας θερμότητος, ὃ ψυχρότης ἐστίν. ὧν γὰρ τέλος ἡ πέψις, τούτοις ἡ ἀπεψία ἀτέλεια. άλιν πέπανσιν μὲν εἶπεν πέψιν καὶ τελείωσιν τῆς ἐν τοῖς περικαρπίοις τροφῆς, τελείωσις δὲ τούτοις τὸ δύνασθαι ἐξ αὐτῶν γίνεσθαι ἄλλο τοιοῦτον (λέγεσθαι εἶπεν καὶ ἄλλα π έτ πονα κατὰ τὴν πρὸς αὐτὰ ἀναφοράν), ὠμότητα δὲ ἀπεψίαν καὶ ἀτελεια αν τῆς ἐν τῷ περικαρπίῳ τροφῆς. ἐφ’ οἷς ἔδειξεν, ὅτι πᾶν τὸ πεπαινόμενον ἀναγκαῦον ἔχειν μὴ μόνον υγρότητα, ἀλλὰ καὶ ξηρότητα. ἐφ’ οἷς ὡρίσατο τὴν ἕψησιν πέψιν ὑ πὸ τῆς ἐν τῷ περιέχοντι ὕδατι θερμότητος τοῦ ἐν αὐτῷ ὑπάρχοντος ἀορίστου ὑγρο ῦ, ὅ ἐστιν ἢ πνεῦμά τι ἢ ὕδωρ. προσέθηκεν δὲ καὶ ἐφ ὧν ἡ ἕψησις κατηγορεῖται κοινότερον ἕψεσθαι λεγομένων. ὡρίσατο δὲ καὶ τὴν μώλυνσιν τὴν ἐναντίαν ἑψ ή σει ἀπεψίαν εἶναι, ἐπεὶ δὲ πλεοναχῶς ἡ ἕψησις, καὶ τὴν μώλυνσιν τοσαυταχῶς, ἑκάστῃ διαφορᾷ ἑψήσεως οἰκείας τινὸς ἀντικειμένης μωλύνσεως. μεθ’ ἃ τί ἐστιν ὄπτησις εἶπὲν, ὅτι γὰρ πέψις ὑ πὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας. ὑ πὸ ξηρᾶς δὲ εἶπεν γίνεσθαι θερμότητος τότε, ὅταν ξηρότερον γίνηται τὸ πεσσόμενον οὕτως. τὴν δὲ τῇ ὡς ὀπτήσει λεγομένῃ 15 [*](2 110,27—111, 22=Arist. Μeteor. ΙV 2 37910—380a10 5 ἕψησιν semper V δὲ coni. Sp.: τε libri 6 διαφορὰς Sa Sp.: διαφορᾶς B2: διαφοραὶ VFB1 10 τὰ del. Sp. cf. l. c. 379b16; ib. εἰρ. εἴδη 15 ἤ a: ἡ Vict. 18 ἐκ τῶν Arist. 23 πάλιν] 111,23—112,4=Arist. Μeteor. IV, 3. 380a11—381b22 25 λέγεσθαι coni. Sp. πέπονα Sp.: πέπανα libri πρὸς] εἰς B 32 μώλυσιν V 35 ξηρᾶς καὶ ἀλλοτρίας corr. S1 Sp.: ξηρὰ κα ἀλλότρια libri 36 ξηρότερον S¹GF (Arist. 381a28: ξηρὸν VBS2a Sp.)
112
πέψει ἀντικειμένην ἀπεψίαν οὐκ εἶπεν μὲν ώνομάσθαι πάνυ τι, εἶναι δὲ παραπλησίαν στατεύσει, ὅταν τὸ ὀπτώμενον μεταβάλλῃ μέν, μὴ μέντοι καὶ ὀπτηθῇ, ὃ γίνεται ἢ δι’ ἔνδειαν θερμότητος τῆς μεταβαλλούσης τὸ ὀπτώμενον, ἢ διὰ πλῆθος τῆς ἐν τῷ ὀπτωμένῳ ὑγρότητος.

Εἰεῶν δὲ περὶ τούτων μετῆλθεν ἐπὶ τὸν περὶ τῶν παθητικῶν δυνάμεων λόγον, αἰ ἦσαν ξηρότης καὶ ὑγρότης, καὶ δεικνύς, τίνες τούτων πάλιν εἰσὶν διαφοραί, καὶ τίνα καὶ πόσα εἴδη τὰ γινόμενα ἐξ αὐτῶν, πρῶτον μὲν ὑπέμνησε τοῦ ἀρχὰς εἶναι τῶν σωμάτων, καθὸ παθητικά ἐστι, τὸ ὑγρόν τε καὶ ξη ηρόν, τὰ δ’ ἄλλα, ὅσα μὴ ἀρχαί, ἀλλ’ ἐκ τῶν ἀρχῶν ὄντα τε καὶ γεγονότα, μικτὰ μὲν ἐκ τούτων εἶναι (ὁτ ποτέρου γὰρ πλέον ἔχει τὸ μεμιγμένον, τούτῳ συντάσσεσθαι αὐτό, τὰ μὲν κατὰ τὸ ξηρὸν πλεονεκτοῦντα τῷ ἔηρῷ, τὰ δὲ κατὰ τὸ ὑγρὸν τῷ ὑγρῷ), πάντα δὲ τῶν τε ὑγρῶν καὶ τῶν ξηρῶν τὰ μὲν ἐντελεχείᾳ ταῦτα λέγεται εἶναι, τὰ δὲ δυνάμει. ἐφ’ οἷς λαβών, ὅτι ἡ μῖξις τοῦ ὑγροῦ τε καὶ τοῦ ξηροῦ αἰτία τοῦ ὡρίσθαι τὰ ἐξ αὐτῶν μεμιγμένα (ἀόριστον γὰρ ἐκείνων ἑκάτερον καθ’ αὐτὸ ὄν), λαβών δὲ καὶ τὸ ὑγρὸν μὲν παθητικὸν τῶν στοιχείων τὸ ὕδωρ εἶναι, ξηρὸν δὲ τὴν γῆν, ἐν οἰς καὶ τὸ ψυχρὸν ὃν δοκεῖ μᾶλλον εἶναι καθ’ αὐτὸ παθητικὸν ἢ ποιητικόν, προσλαβών τὸ πᾶν ὡρισμένον παθητὸν σῶμα ἢ μαλακὸν ἢ σκληρὸν εἶναι, καὶ εἰπών, τί μέν ἐστι τὸ μαλακόν, τί δὲ τὸ σκληρόν (σκληρὸν μὲν γὰρ τὸ ἀντιβαῖνον καὶ μὴ ὑ πεῖκον κατὰ τὴν ἐπιφάνειαν, μαλακὸν δὲ τὸ ὑ πε ῖκ ον κατὰ τὴν ἐπιφάνειαν τῷ ὑπείκειν, οὐ τῷ διαιρούμενον ἀντιπεριίστασθ αι), ἑξῆς, ἐπεὶ πᾶν τὸ ὡρισμένον σῶμα σκληρὸν ἢ μαλακόν, πεπηγὸς δὲ ἤδη τὸ ὡρισμένον, ἐπὶ τὸ περὶ πήξεως λέγειν ἦλθεν, καὶ ὑπομνήσας τῶν παρὰ τὴν ὕλην αἰτίων, ὅτι ἐστὶ τό τε ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως καὶ τὸ εἶδὸς, καὶ λαβῶν ταῦτα αἴτια εἶναι τῶν γινομένων ἀπάντων φύσει (καὶ γὰρ πήξεως καὶ δια χύσε ως, καὶ τοῦ ξηραίνεσ θαι καὶ τοῦ ὑγραίνε σθαι), τίνα ἐστὶ τὰ ποιητικὰ καὶ τίνα πάθη τε καὶ εἴδη τῶν γινομένων ἔλαβεν, ποιητικὰ μὲν εἰπών εἶναι θερμότητά τε καὶ ψυχρότητα, πάθη δὲ τὰ ὑπὸ τούτων ἐπιγινόμενα τοῖς σώμασιν, τό τε θερμὸν καὶ τὸ ψυχρόν. ἐφ ος ἐπανελθών ἐπὶ τὸν περὶ πήξεως λόγον, καὶ λαβῶν τὸ πήγνυσθαι ηραίνεσθαί πως εἶναι, ἔφη δεῖν περὶ τούτου πρῶτον εἰπεῖν, καὶ πρῶτον μὲν ἔλαβεν, τίνα τὰ ξηραινόμενα, ὅτι γὰρ ὕδωρ, καὶ ὅσα ὕδατος εἴδη, καὶ ὅσα ἔχει ὕδωρ ἤ σύμφυτον ἢ ἔπακτον. ἐφ’ οἷς ἐζήτησεν ὑπὸ τίνων ξηραίνεται, καὶ λαβών, ὅτι πάντα τὰ ξηραινόμενα ἢ θερμαινόμενα ἢ ψυχόμενα ηραίνεται, προσέθηκεν τὸ καὶ θερμαινόμενα καὶ τὰ ψυχόμενα θερμῷ ξηραίνεσθ αι ἢ τῷ ἐντὸς ἢ τῷ ἐκτός, [*](1 μὲν s. v. V ωνομάσθαι V 3 γίνεται Vict.: γίνεσθαι libri 5 μετῆλθεν] 1125 113,22 =Arist. Μeteor. IV, 4. 381 23—5,82b28 6 πάλιν GFSa Sp.: π// V: lacuna 5 litterarum B 13 fortasse λέγεσθαι 14 ὑγροῦ Vict.: ψυχροῦ litbri 18 παθητὸν] παθητικὸν Sp. 21 τῷ ὑπείκειν Vict. Sp. cf. Arist. 382a13: τῶν ὑπ’ ἐκείνου libri 24 ἡ om. a Sp. 26 διαχύσεως V (litteris madore evanidis) Vict. Sp.: om. relicto spatio 9 litterarum B: διαλύσεως GFSa 30. 31 πήγνεσθαι V 35 τὰ add. Sp. 36 τῶ ἐντοσ V ἢ τῷ ἐκτός, ⟨τῷ μὲν ἐκτός⟩, ἃ Sp.: τῶν ἐνεκτοσ ἃ V: τῶν ἐν ἐκτὸς ἃ FS1Ga: τῶν ἐνεκτὸς ἃ B: ⟨ἢ⟩ τῷδ ἐκτὸς ἃ Vict.)

113
τοῦ περικειμένου ξηραίνεται θερμοῦ, τῷ δ’ ἐντός, ὅσα ὑπὸ ψυχροῦ. ὑπὸ γὰρ τοῦ ψυχροῦ ἀναλισκόμενον τὸ ἐνυπάρχον ἐν τοῖς ξηραινομένοις θερμὸν καὶ διαφορούμενον συνεξατμίζει καὶ τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς, οὗ γινομένου ξηραίνεται.