Quaestiones
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Προθέμενος ἐν τῷ δευτέρῳ τῶν Μετεωρολο|γικῶν εἰπεῖν περὶ θαλάσσης, τίς τε ἡ φύσις αὐτῆς καὶ διὰ τίνα αἰτίαν τοσοῦτον ἁλμυρὸν ὕδαττός ἐστι πλῆ θος, πρῶτον τὰς περὶ αὐτῆς προκαταβεβλημένας δόξας παρέθετο, ὧν ἡ μὲν τῶν θεολόγων πηγὰς οἰκείας ἔλεγεν ἔχειν τὴν θάλασσαν, τῶν δὲ φυσικῶν οἱ μὲν αὐτὴν γεγονέναι ἔλεγον ἐκ τῆς πολλῆς ὑγρότητος τῆς περὶ τὴν γῆν ἀναχθείσης ὑπὸ τῆς ἀπὸ τοῦ ἡλίου κίνησεώς τε καὶ θερμότητος, ὑπολειφθείσης δὲ ταύτης, ἣν καλοῦμεν θάλασσαν, οἱ δὲ θερμαινομένης φασὶ τῆς γῆς ὑπὸ τῆς κινήσεως τοῦ ἡλίου ἱδρῶτα ἐκκριθῆναι τὸ ὕδωρ τοῦτο, ὃ καλεῖται θάλαττα. διὰ τοῦτο γὰρ καὶ ἁλμυρὸν τὸ ὕδωρ εἶναι, ὅτι καὶ ὁ ἱδρώς. οἱ δὲ τῆς ἁλμυρότητος τὴν γῆν καὶ τὴν ποιότητα τὴν ταύτης αἰτιῶνται. τὸ γὰρ ὕδωρ ῥέον δι᾿ αὐτῆς τοιούτους τοὺς χυμοὺς λαμβάνει, ὁποίους ἂν ἔχῃ καὶ ἡ γῆ, δ᾿ ἧς δίεισί τε καὶ διηθεῖται. μεθ᾿ ἃ δείξας, ὅτι μὴ ἔχει πηγὰς οἰκείας ἡ θάλασσα τῷ πᾶν μὲν τὸ πηγαῖον ὕδωρ, εἰ μὲν αὐτόματον ᾖ, ἀπορρεῖν τε ἀπὸ τῶν πηγῶν, ἀφ᾿ ὧν ἄρχεται, καὶ μεθίστασθαι, τὸ δ᾿ ὅσον οὐκ ἀπορρεῖ χειρόκμητον εἶναι καὶ οὐκ αὐτὸ φύσει (τοιαῦτα γὰρ τὰ φρέατα), τὴν δὲ θάλασσαν μήτε τῶν χειροκμήτων εἶναι μήτε τῶν φερομένων τε καὶ μεθισταμένων ---. διὰ γὰρ τῆς θαλάσσης κινήσεις τε καὶ ἀντιπεριστάσεις αἱ μὲν γίνονται τοῦ αὐτοῦ ὕδατος μεταρρέοντος (ὃ γινόμενον ἐν πάσῃ θαλάσσῃ φανερὸν ἡμῖν γίνεται ἐν τοῖς [*](1 ἐγγενέσθαι G²S²a Sp.: ἐν γενέσει VBFG¹S¹ ἐν ᾗ circumscripsi: fortasse αὐτὴ 2 εἶναι scripsi: τι libri 5 ἡ Vict. S: η V: ἢ a 7 αὐτῶν delevi 10 αἰσθητὴν] fortasse ⟨τὴν τῶν⟩ αἰσθητῶν 12 δ᾿ delevi fortasse αὐτῷ 13 διαίρεσιν Vict.: διαιρεῖν libri 15 ὧν Schwartz: ὧν ἡ libri: ὂν Vict. 17 ἐν τῷ δευτέρῳ] Arist. Met. II, 1—3 (353 a 359 b 26) 19 πρῶ τὸν V 22 ἀναχθείσης Schwartz: ἐνεχθείσης libri τοῦ Sp.: ἀπὸ τῆσ V: ἀπὸ τοῦ a 29 ἔχει Sp.: ἔχῃ libri 30 ἀπορρεῖν Sp.: ἀπορρεῖ libri 31 μεθίστασθαι Sp.: μεθίσταται libri χειρότμητον V (corr. Sp. ex Arist.) οὐκ αὐτὸ (αὐτο V)] fortasse οὐ στάσιμον 33 excidisse videtur τὴν αἰτίαν ἀπέδωκεν τῆς φαινομένης τῆς θαλάσσης ῥύσεως)
Εἰ θετικοὶ τῶν ὀνομάτων ἐσμὲν φύσει, καὶ τοῦτο παρὰ τῆς φύσεως ἔχομεν τὸ δύνασθαι ὀνομάζειν καὶ τίθεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν, δῆλον ὡς θέσει τὰ ὀνόματα· θέσει γὰρ ἡμεῖς τιθέμεθα. οὐ γὰρ οἷόν τε τοῦ ὀνόματος ἑκάστου τῶν πραγμάτων ὑπάρχοντος φύσει ἡμᾶς ἐπ᾿ αὐτοῖς τίθεσθαι αὐτά. ὡς γὰρ ἐπιστήμης | ὄντες δεκτικοὶ φύσει οὐκ ἔχομεν τὰς ἐπιστήμας φύσει, ἀλλὰ τὸ μὲν δύνασθαι δέχεσθαι ἐπιστήμην παρ᾿ ἐκείνης ἡμῖν ἐστιν, οὐκ ἔτι μέντοι καὶ ἐπιστῆμαι παρ᾿ ἐκείνης (οὐ γὰρ ἂν ἦμεν δεκτικοὶ τῶν ἐπιστημῶν ἀλλ᾿ ἔχοντες αὐτὰς καὶ ἐπιστήμονες), οὕτω καὶ τὸ μὲν δύνασθαι τίθεσθαι καὶ τὰ ὀνόματα παρ᾿ ἐκείνης, οὐ μέντοι καὶ τὰ ὀνοματα ἔτι· οὐ γὰρ ἂν ἔθ᾿ ἡμεῖς τοῦ τίθεσθαι αὐτὰ κύριοι. οἷς γὰρ τὸ κεῖσθαι φύσει, τούτοις οὐκέτι κατὰ φύσιν τὸ ὑφ᾿ ἡμῶν τίθεσθαι. εἰ δὲ μὴ [*](5 ἐγκαταμιγνυμένην καὶ] ἐγκαταμεμιγμένην καὶ a Sp.: fortasse del. 9 fortasse ⟨τῷ δὲ ἔλαττον εἶναι τοῦτο τοσούτῳ, ὅσῳ καὶ ἐν τῷ ὑομένῳ τὸ ἁλμυρὸν τοῦ γλυκέος ἔλαττον⟩ τού τῳ δὴ τὸ; cf. Al. in Met. 97 v 29 14 ὅτι Sp.: ὅταν libri 15 δὲ Sp.: τε libri 19 θερμοθέρα] θερμο s. v. V 23 ὕδατι τεθέντα Sp.: ὕδατιητιθέντα (ὕ in lit. VB: ὕδατι ἡτιθέντα Sa 27. 28 τοῖς — ὀνόματα V in mg. 29 fortasse ἑκάστῳ 35 ἔτ᾿ ἦμεν ἡμεῖς coni. Sp. recte 35. 36 κεῖσθαι Sp.: κινεῖσθαι libri)