Quaestiones
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Πρῴην ἡμῖν γινομένων πρὸς τοὺς ἑταίρους περὶ προνοίας λόγων, καὶ πειρωμένου μου δεικνύναι, ὅτι τέ ἐστι κατὰ Ἀριστοτέλη ἀπὸ τῶν θείων τῶν θνητῶν ἐπιμέλειά τις καὶ πρόνοια, καὶ τίς, καὶ τίνα γινομένη τὸν τρόπον ὄντος ἑτοίμου λέγειν, εἶπέ τις τῶν παρόντων πρῶτον ἄξιον εἶναι μαθεῖν, πῶς ἀποκρίνασθαι δεῖ πρὸς τοὺς ἐρωτῶντας, πότερα χρὴ προηγουμένως λέγειν τὰ θεῖα τῶνδε προνοεῖσθαι καθ᾿ ἡμᾶς, ἢ κατὰ συμβεβηκός. οἱ γὰρ οὐ φάσκοντες εἶναι κατὰ Ἀριστοτέλη πρόνοιαν τὴν ὑφ᾿ ἡμῶν λεγομένην γίνεσθαι, πρόνοιαν κατὰ συμβεβηκός φασι γίνεσθαι λέγεσθαι. εἰ δὲ ἐν πᾶσιν, οἷς προστίθεται, τὸ κατὰ συμβεβηκὸς τοῦ μὴ κυρίως εἶναι τούτοις ἃ λέγεται σημεῖόν ἐστι, τὸ δὲ μὴ κυρίως ὂν οὐδ᾿ ὄν πως, οὐδ᾿ ἂν ἡ κατὰ συμβεβηκὸς λεγομένη πρόνοια εἴη πρόνοια μετὰ τοιαύτης προσθήκης λεγομένη. κατὰ συμβεβηκός τε γὰρ κε κινῆσθαι λέγεται τὰ μὴ κινούμενα κυρίως τε καὶ καθ᾿ αὑτά, καὶ κατὰ συμβεβηκὸς αἴτια μὲν ταῦτα, ἀφ᾿ ὧν μηδεμία συντέλεια προηγουμένως πρὸς τὰ ὧν αἴτια εἶναι λέγεται. εἰ δὴ καὶ τὴν πρόνοιαν μετὰ ταύτης γίνεσθαι τῆς προσθήκης λέγομεν, ἴσως ἐξ ὧν λέγομεν αὐτοὶ περὶ προνοίας ἀναιροῖμεν ἂν τὸ εἶναι τὴν πρόνοιαν. ὡς γὰρ τὴν κίβδηλον δραχμὴν οὐχ οἷόν τε δραχμὴν εἶναι λέγειν τῷ ἀναιρετικὸν αὐτῆς εἶναι τὸ προσκείμενον, οὕτως οὐδὲ τὴν κατὰ συμβεβηκὸς [*](1 μεταβάλλον τὰ V ταῦτα] fortasse τοῦτο 3 ἔχοντα VFB¹S¹: ἔγει B2S2 Sp.: ἔχειν a 4 φυλάσσειν B2S2Fa Sp.: φυλάσσει VB¹S1 7 τῶν ἐκ VB¹S¹: τῶν εἰ B2S2a: ἐκ Vict.: εἰ ἐκ Sp. 8 γέγονεν] γίνεσθαι ἢ γεγονέναι Vict. 9 ὧν] ᾧ a Sp. οὐτῶν] αὐτοῦ Schwartz 10 ὡς] εἰς τὰ B² μεταβάλλειν] μεταβάλλει Sp.: fortasse μετέβαλλεν 11 ὃν] τὰ a: fortasse ὃ ὁ del. Diels 12 πρῶτα· ην sic V: πρῶτα ἣν B¹S¹: πρῶτα τῷ τὴν B²S2a Sp. 14 alt. ἢ SB²a Sp.: καὶ B1V 23 προνοεῖσθαι] προνοεῖν τῶν coni. Sp.: προνοεῖν Schwartz, melius 24 οἱ B2Sa Sp.: εἰ VB B¹S¹F 29 κεκ- νῆσθαι] pr. κ in lit. V 35 προκείμενον a Sp. τὴν Sp.: τὸ libri)
Καὶ ἐγὼ πρὸς αὐτόν· τί δέ; ἀναγκαῖον εἶναί σοι δοκεῖ τὴν πρόνοιαν θατέρῳ τούτων προσγενέσθαι, καὶ δεῖν τὸν ἀποκρινόμενον πρὸς τὸν οὕτως ἐρωτῶντα ἢ προηγουμένως καὶ καθ᾿ αὑτὸ γίνεσθαι λέγειν αὐτὴν ἢ κατὰ συμβεβηκός;
Καὶ ὅς· τί γὰρ ἄν τις λέγων ἄλλο παρὰ ταῦτα δόξειεν κατὰ λόγον ποιεῖσθαι τὴν ἀπόκρισιν;
Δῆλον, εἶπον, ὡς εἰ μὲν μηδὲν φαίνοιτο δυνάμενον εἶναι μεταξὺ τοῦ καθ᾿ αῦτὸ καὶ τοῦ κατὰ συμβεβηκός, ἀνάγκη τὸν ἀποκρινόμενον ὑγιῶς πρὸς τὴν ἐρώτησιν ἐν θατέρῳ τὴν πρόνοιαν τίθεσθαι, εἰ δ᾿ ἐστί τι δυνάμενον εἶναι τούτων μεταξύ, φανερὸν ὡς ὁ τοῦτο δείξας εἴη ἂν δεικνὺς τὴν ἐρώτησιν οὐκ ἀναγκαίαν τῷ μὴ πάντας τοὺς δυναμένους λέγεσθαι τρόπους τῆς προνοίας περιειληφέναι.
Καὶ τί ἄν, εἶπεν, εἴη τοιοῦτον, ὃ τῷ παραλελεῖφθαι παραλύει τὸ τῆς ἀποκρίσεως ἀναγκαῖον;
Κἀγώ· δοκῶ μοι τοῦτο γνώριμον ἔσεσθαι, εἴτε τοῦτον ἔχει τὸν τρόπον εἴτε καὶ μή, εἰ πρῶτον ὑπομνήσαιμεν ἑαυτούς, τίνος ποτὲ ἐκείνων ἑκάτερον εἶναι μηνυτικόν, λέγω δὲ τό τε καθ᾿ αὐτὸ καὶ κατὰ συμβεβηκός. τοῦ δ᾿ ὀρθῶς με φήσαντος λέγειν ἐπειρώμην τὸ σημαινόμενον ὑφ᾿ ἑκατέρου τῶν ἐν τῇ ἐρωτήσει κειμένων ἐκτίθεσθαι, λέγων καθ᾿ αὑτὸ μὲν προνοεῖν τινος λέγεσθαι τοῦτον, ὅς ποιησάμενος σκοπὸν τὴν ὠφελίαν τοῦ προκειμένου ἐνεργεῖ τε καὶ πράττει ταύτης χάριν τὰ δἰ ὧν οἴεται τοῦ προκειμένου τεύξεσθαι σκοποῦ, τέλος ποιούμενος τῶν ἐνεργειῶν τὴν ὠφελίαν τοῦ προνοουμένου· κατὰ συμβεβηκὸς δὲ προνοεῖν λέγεταί τί τινος, ὅταν, μηδὲν τοῦ προνοεῖν οὕτως λεγομένου πράττοντος ὑπὲρ ὠφελίας τοῦ προνοουμένου, ἔκ τινων ὑπ᾿ ἐκείνου γινομένων ὠφελεῖσθαί τι συμβαίνῃ, μηδὲ τὴν ἀρχὴν γνωρίζοντος τὸ συμβαῖνον τοῦ τοῦτον προνοοῦντος τὸν τρόπον. θησαυρόν τε γὰρ εὑρηκέναι δοκεῖ κατὰ συμβεβηκὸς ὁ πρώτως ἄλλου τινὸς ὀρύσσων χάριν, μηδὲ εὑρήσειν προσδοκῶν· καὶ ὑπὸ κεραυνοῦ τινος ἀπόλωλε κατὰ συμβεβηκὸς τῷ τὸν κεραυνὸν μήτε τούτου χάριν ἐνεχθῆναι, μήτε τοῦ τοῦτο ἔσεσθαι ἔννοιάν τινα γεγονέναι τῷ τοῦ κεραυνοῦ ποιητῇ εἴτε καὶ δη,οπθργῷ. ἡ γὰρ γνῶσίς τινος τῶν ἑπομένων τοῖς γινομένοις ἄλλου χάριν παραλύει τὸ γίνεσθαι κατὰ συμβεβηκὸς αὐτὰ τῷ κατὰ συμβεβηκὸς μὲν εἶναι τὸ παρὰ λόγον γίνεσθαι δοκοῦν, τὴν δὲ πρόγνωσιν τῶν κατὰ λόγον γινοτοῦ [*](2 B²S²a Sp.: τῷ VFS¹: τὸ B1 7 τί G Sp.: τίς Va post ἄλλο litura 1 litt. V 15 τί ἄν Sp.: πᾶν VGFS1 B¹: παντοῖον B2S²a Sp. 18 ἐκείνων] ει in ras. V 19 εἶναι] fortasse ἐστὶ 20 με Sp.: μὲν libri 22 ὠφέλειαν a Sp. semper προκειμένου] προνοουμένου Diels recte 23 χάριν] ρ in lit. V 25 λέγεσθαι coni. Sp. 27 συμβαίνῃ S2a Sp.: συμβαίνει B2: συμβῆναι VFB¹S1 29 ὀρύσσων Sp.: ὀρύσσειν libri 30 τινος] fortasse τις 31. 32 τοῦ τοῦτο scripsi: τούτου τὸ VBSa: τούτου τὶ τὸ Vict.: τοῦτο coni. Sp. 34 αὐτὰ τῷ scripsi: αὐτῷ VB¹S¹F: αὐτῷ τῷ B²S²Ga Sp. 35 παρὰ λόγον a Sp.: παράλογον codd. supra τὴν B²: εἰ τῶν s. v. V)
Κἀκεῖνος· οὐκ ἐπ᾿ ἄλλων μέν. τὴν γοῦν τύχην κατὰ συμβεβηκὸς αἰτίαν εἶναι λέγοντες οὐκ ἔλλαττον αὐτὴν ὁρίζομεν τοῦ σπανίως γίνεσθαι τῷ ἀπροοράτῳ.
Ἁλλὰ μήν, ἔφην ἐγώ, τοιαύτης οὔσης τῆς τε καθ᾿ αὐτὸ καὶ τῆς κατὰ συμβεβηκὸς προνοίας οὐκέτ᾿ οἶμαί σε δεήσεσθαι πολλῶν λόγων πρὸς τὸ μὴ ἡγεῖσθαι ἱκανῶς ἔχειν τὴν ἐρώτησιν τὴν ἀξιοῦσαν τὴν πρόνοιαν εἴς τε τὴν καθ᾿ αὐτὸ καὶ τὴν κατὰ συμβεβηκὸς διαίρεσιν μόνας.
Ὀρθῶς λέγεις, εἶπεν· εἰ γάρ τις γνωρίζει τὴν γινομένην ὠφελίαν εἴς τινα ἐκ τῶν ὑφ᾿ αὐτοῦ γινομένων ἄλλου χάριν, δῆλον ἐκ τῶν προειρημένων ὅτι μήτε καθ᾿ αὐτὸ μήτε κατὰ συμβεβηκὸς οὗτος προνοεῖ τοῦ τοῦτον τὸν τρόπον ὑπό τινος τῶν ὑφ᾿ αὑτοῦ γινομένων ὠφελουμένου.
Τί δέ, εἶπον ἐγώ, εἰ πρὸς τῷ γνωρίζειν τὴν ὠφελίαν τὴν γινομένην εἴς τινα καὶ κατὰ τὴν ἑαυτοῦ βούλησιν γίνοιτο, οὐ πολὺ πλεῖον ἔτι τὴν οὕτως γινομένην πρόνοιαν ἐρεῖς ἀφεστάναι τῆς κατὰ συμβεβηκός;
Καὶ ὅς· πάνυ μὲν οὖν. σχεδὸν γὰρ ἡ τοῦτον γινομένη τὸν τρόπον ὄντα καθ᾿ αὑτὸ προνοεῖν τινος τὸ ἕνεκα τοῦ προνοουμένου πάντα ποιεῖν, κατὰ συμβεβηκὸς δὲ τὸ ἕνεκα μὲν ἄλλου τινὰ ποιεῖν, οὐ γνωρίζον δὲ τὴν εἰς τοῦτο δἰ ἐκείνου γινομένην ὠφελίαν, οὐδὲ βουλόμενον. τὸ δὲ μὴ ἕνεκα μὲν τούτου ποιοῦν, γνωρίζον δὲ καὶ βουλόμενον ὠφελεῖσθαι τοῦτο, προνοοῖ μὲν ἂν τούτου, οὔτε δὲ καθ᾿ αὑτὸ οὔτε κατὰ συμβεβηκός. καὶ εἰ ὠφελοῖ μὲν τοῦτο, ἐφ᾿ ἑαυτὸ δὲ τὴν ἀναφορὰν ποιοῖτο τῆς ὠφελίας, οὐδὲ τοῦτο καθ᾿ αὑτὸ οὐδὲ κατὰ συμβεβηκὸς προνοεῖ· καὶ εἴ τι τῶν μὲν καθόλου καθ᾿ αὑτό, τῶν δ᾿ ἐν μέρει κατὰ συμβεβηκός, οὐδὲ τοῦτο ἁπλῶς οὔτε καθ᾿ αὑτὸ οὔτε κατὰ συμβεβηκὸς τῶν καθ᾿ ἕκαστα προνοεῖ, οὐ καθ᾿ αὑτὸ μέν, ὅτι οὐ τούτων ἕνεκα, οὐ κατὰ συμβεβηκὸς δέ, ὅτι οὐχ ἕτερον τὸ καθόλου τῶν κατὰ μέρος (ἐν γὰρ τούτοις αὐτῷ τὸ εἶναι) ἀποδεῖν τοῦ γίγνεσθαι καθ᾿ αὑτὴν προηγουμένως.
Τί δ᾿ ἄν, εἶπον, λέγοις περὶ τοῦ προνοοῦντος μέν τινων, ἐφ᾿ ἑαυτὸν μέντοι τὴν ἀπὸ τῶν προ|νοομένων ὠφελίαν ἀναφέροντος; ὃν τρόπον ὁρῶμεν τούς τε ποιμένας τῶν προβάτων προνοουμένους, καὶ τοὺς βουκόλους τῶν βοῶν, καὶ τῶν αἰγῶν τοὺς αἰπόλους, ὁμοίως δὲ καὶ τοὺς ἱππονόμους καὶ τοὺς συβώτας τῶν νεμομένων τε καὶ βοσκομένων ὑπ᾿ αὐτῶν.
[*](1 δοκεῖ Sp. quia falso interpunxit ante σημεῖον 4 λέγοντες εἶναι Sp. οὐκ] ἐπ᾿ B2S2a Sp.; fortasse recte cf. Simpl. ad Phys. II, 5. 334, 6 sqq. τοῦ] οὐ τῷ B²S2a Sp.: τῷ Diels 5 ἀπροοράτῳ] ἀπροαιρέτῳ Vict. 9 fortasse διαιρεῖσθαι 18 ὄντα καθ᾿ αὑτὸ] καθ᾿ αὑτὸ ὄντα καθ᾿ αὑτὸ Vict.: καθ᾿ αὑτὸ ὂν τὸ καθ᾿ αὑτὸ Sp.: sensus postulat tale quid: (17) οὖν, εἶπεν, ἡ τοῦτον et (17. 18) τρόπον ὅτι καθ᾿ 18 τινος ἢ τὸ a 19 τινὰ] τινὸς B2S2a ποιεῖν B²S2a Sp.: ποιεῖ VFB1S1 22—29 καὶ εἰ— προηγουμένως emblema ex, 30 sqq. 24 ⟨οὔτε⟩ καθ᾿ αὑτὸ οὔτε coni. Sp. 25, 26 οὔτε—οὔτε Sp.: οὐδὲ—οὐδὲ libri 26 οὐ B²S²a Sp.: ἢ VB¹S1 post ὅτι add. οὐ B2S2 a Sp. 28 fortasse ⟨ὀλίγον⟩ ἀποδεῖ 28, 29 αὑτὴν] αὑτὸ καὶ coni. Sp. recte 31 προουμένων V 32 ποιμένας] inter ι et μ 2 litt. erasae V προνοοῦντας coni. Sp. recte)Ἀλλ᾿ οὗτοί γε, ἔφη, καὶ πᾶσά γε ἡ τοῦτον τὸν τρόπον γινομένη πρόνοια ὀλίγον τι διαφέρει τῆς γινομένης προηγουμένως τε καὶ καθ᾿ αὑτήν· τῶν γὰρ ἄλλων γινομένων ὁμοίως ὁ σκοπὸς μετατιθέμενος μόνος τῆς τοιαύτης προνοίας ὁ πρὸς τὴν καθ᾿ αὑτὸ ποιεῖ τὴν διαφοράν.
Τί δ᾿, οὐχὶ καὶ ὁ λέγων, ἔφην, τῷ μὲν καθ᾿ αὑτὸ γίνεσθαι τὴν πρόνοιαν, τῷ δὲ κατὰ συμβεβηκός, καθ᾿ αὑτὸ μὲν τῶν καθόλου, κατὰ συμβεβηκὸς δὲ τῶν ὑπ᾿ αὐτά, ἄλλον τινὰ τρόπον προνοίας λέγει παρὰ τοὺς ῥηθέντας ἐξ ἀρχῆς,
Πῶς γάρ, εἶπεν, οὐκ ἄλλον, εἴ γε τὸ κοινὸν ἄλλο μὲν ἑκάστου τῶν ὑφ᾿ ἑαυτό, ἐν τούτοις μὲν τὸ ἕν τι εἶναι ἔχον, καὶ διὰ τοῦτο κοινωνοῦν πως αὐτοῖς τῶν εἰς αὐτὸ γινομένων προηγουμένως;
Κἀγὼ πρὸς αὐτόν· δῆλον τοίνυν, εἶπον, ἐκ τῶν ὡμολογημένων, ὅτι καθ᾿ ὃν ἄν τις τῶν ὕστερον ῥηθέντων τρόπον τὴν πρόνοιαν γίνεσθαι | λέγῃ, οὔτε προηγουμένως οὔτε κατὰ συμβεβηκὸς ἂν αὐτὴν γίνεσθαι λέγοι.
Δῆλον γὰρ οὖν εἶπεν.
Ἀλλὰ μήν, ἔφην, τούτου δήλου γεγονότος δῆλον, ὡς οὔτε ἡ πρώτη εἰς ἣν ἔφης ἐρωτᾶν τινας, ἀποκρίσεως ἀξία, οὔθ᾿ ὁ κατά τινα τούτων τῶν τρόπων τὴν πρόνοιαν γίνεσθαι λέγων ἀναιρεῖ τὴν πρόνοιαν, ὡς δοκεῖ ποιεῖν ὁ κατὰ συμβεβηκὸς αὐτὴν γίνεσθαι λέγων. τὸ γὰρ ἀφεμένους τούτων τινὶ τῶν τρόπων ἀνατιθέναι τὴν ἐκ τῶν θείων τῶν ἐν γενέσει τε καὶ θνητῶν πρόνοιαν τοὺς θεοὺς λέγειν διὰ τὴν τῶν θνητῶν σωτηρίαν τὰς οἰκείας ἐνεργείας ἐνεργεῖν παντελῶς ἀλλότριον θεῶν. παραπλήσιον γὰρ τοῦτο τῷ λέγοντι τοὺς ἐλευθέρους καὶ τοὺς δεσπότας τῶν οἰκετῶν εἶναι χάριν καὶ τὰς οἰκείας ἐνεργείας ἕνεκα τῆς ἐκείνων σωτηρίας τε καὶ τάξεως ἐνεργεῖν, εἴπερ δεσπόται τῶν ἄλλων πάντων οἱ θεοί. εἰ γὰρ ἐν πᾶσι τιμιώτερον τοῦ ἄλλου χάριν ὄντος τὸ οὗ χάριν ἐστίν τι, εἴ γε τιμιώτερον τὸ τέλος τῶν πρὸ αὐτοῦ, ἔσται κατὰ τοὺς οὕτω λέγοντας ὁ μὲν οἰκέτης τε καὶ δοῦλος τιμιώτερος τοῦ δεσπότου, τῶν δὲ θείων τὰ θνητά. καίτοι γε ἐπὶ μὲν τῶν δούλων καὶ τῶν δεσποτῶν ἔστιν εἰπεῖν ἀντίδοσιν αὐτοῖς τινα γίγνεσθαι παῤ ἀλλήλων διὰ τῶν ἐνεργειῶν ἃς ἐνεργοῦσισιν· τὰς μὲν γὰρ τῶν δεσποτῶν ἐνεργείας τῆς σωτηρίας τῶν δούλων γίνεσθαι χάριν, συντελεῖν πάλιν εἰς τὴν τῶν δεσποτῶν σωτηρίαν. ἐν γὰρ τῇ τῶν δούλων ἐνεργείᾳ τὴν τῶν δεσποτῶν σωτηρίαν κεῖσθαι, ὡς εἶναι ἑκάτερόν πως ἑκατέρου τέλος, τὸ δὲ τὴν τῶν θεῶν σωτηρίαν δεῖσθαι λέγειν τῆς τῶν θνητῶν ἐνεργείας ἄτοπον ἂν εἶναι δόξειε παντάπασιν.
Πῶς γὰρ οὔκ;
[*](1 οὖτοί γε] οὗτος οὔτι γε Vict.: οὗτός γε a: οὗτος ἔφη vel οὗτοι οὔτι coni. Sp. 4 ὁ del. Schwartz 5 ἔφην Vict. Sp.: ἔφη VFB¹S¹: ἔφη ἔφην B²S²a τῷ] τῶν Sp. 6 τῷ] τῶν Sp. 10 μὲν] μέντοι Vict. Sp. recte 13 τρόπων a Sp. γίνεσθαι del. S²: om. 17 εἰς] ἐρώτησις coni. Sp. rece ἔφης scripsi: ἔφην libri 18 λέγω a 22 θεῶν Sp.: θεῷ libri 31 γίνεσθαι] fortasse γινομένας συντελεῖν δὲ πάλιν Vict. 36 οὐκ ἄτοπον; coni. Sp.)Ἄτοπον δὲ τούτῳ παραπλησίως καὶ τὸ τέλος καὶ τἀγαθὸν τῶν θεῶν εἶναι λέγειν ἐν τῇ τῶν θνητῶν τάξει τε καὶ προνοίᾳ, καὶ ταῦθ᾿ ὁρῶντα πολλὰ τῶν ἐν τοῖσδε γενομένων οὐκ ἄξια τῆς θείας τάξεως. ἀλλ᾿ εἰ τὰς οἰκείας τὸ θεῖον ἐνεργήσει ἐνεργείας τῆς τῶν θνητῶν σωτηρίας, οὐχ αὑτοῦ χάριν, παντάπασιν ἂν δόξειε τῶν θνητῶν εἶναι χάριν. ποιήσει δὲ τοῦτο κατὰ τοὺς ἐν τῷ προνοεῖν τὴν οὐσίαν αὐτοῦ τιθεμένους. τί γὰρ ἄλλο τὸ θεῖον ἔσται κατὰ τὸν γράφοντα ἐπεὶ τί τὸ καταλειπόμενον ἢ τῆς χιόνος, ἂν ἀφέλῃ τὸ λευκὸν καὶ τὸ ψυχρόν; τί δὲ πυρός, ἂν τὸ θερμὸν σβέσῃς, μέλιτος δὲ τὸ γλυκὺ καὶ τῆς ψυχῆς τὸ κινεῖσθαι καὶ τοῦ θεοῦ τὸ προνοεῖν;᾿ εἰ γὰρ ἐν τῷ προνοεῖν τὸ εἶναι θεῷ κατὰ τὸν οὕτω λέγοντά τε καὶ γράφοντα, πᾶν δὲ τὸ προνοοῦν προνοεῖ τινος, καὶ ἔστι προνοεῖν τὸ τὰς οἰκείας ἐνεργείας ἐνεργεῖν χάριν τοῦ προνοουμένου, πᾶσα ἂν ἀνάγκῃ γένοιτο ἡ ὡς θεοῦ ἐνέργεια τῷ θεῷ χάριν τῶν προνοουμένων, ἢ πῶς σοι δοκεῖ;
Καὶ ὅς· τί γὰρ ἄλλο λέγει ὁ τὴν οὐσίαν τῶν θεῶν ἐν τῷ προνοεῖν τιθέμενος οὕτως, ὡς ἐν τῷ θερμῷ τὴν τοῦ πυρός;
Τί οὖν, ἔφην, οὐκ ἐν πᾶσιν ἀτελέστερα τὰ πρὸς τὸ τέλος συντελοῦντα τοῦ τέλους αὐτοῦ;
Πῶς γάρ, εἶπεν, ἄλλως;
Τί δ᾿, οὐχὶ καὶ πᾶν τὸ τὰς οἰκείας αὐτῷ καὶ κατὰ φύσιν ἐνεργείας ἄλλου χάριν ἐνεργοῦν ἐκείνου χάριν ἀναγκαῖον εἶναι λέγειν, ἄλλως τε καὶ ἂν ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ τοιοῦτον ᾖ;
Πάνυ μὲν οὖν.
Ἀλλὰ μὴν τὸ τέλος ἄλλο τι πρόκειται, οὗ ποιεῖ χάριν ὃ ποιεῖ, καὶ ὅ ἐν τῇ οἰκείᾳ οὐσίᾳ ἔχει τὸ εἶναι ἄλλου χάριν, τοῦτ᾿ ἀναγκαῖον ἀτελές τε εἶναι καὶ δεύτερον τιμῇ τούτου, οὗ χάριν ἐστίν.
Οὕτως, ἔφη.
Ἀναγκαῖον οὖν ἄρα τοῖς τοιαύτην εἶναι τὴν ἐκ τῶν θείων πρόνοιαν τῶν θνητῶν λέγουσιν ἀτελές τε τὸ θεῖον τῶν θνητῶν λέγουσι καὶ ὂν τούτων χάριν, οὗ τί γένοιτ᾿ ἂν ἀσεβέστερον ἢ ἀλλοτριώτερον τῆς τῶν θεῶν οὐσίας τε καὶ προλήψεως;
Καὶ ὅς· ἀληθῆ μὲν λέγεις, εἶπεν, καὶ ἀνάγκη ταῦτά τε ἕπεσθαι τοῖς τοιαύτην καὶ οὕτως γίνεσθαι τὴν πρόνοιαν λέγουσι καὶ ἄλλα τούτοις παραπλήσια. [*](2 ὁρῶντα scripsi: ὁρῶν τὰ VFB1S1: ὁρῶντας B²S²a Sp. 3 γενομένων Sp.: γενομένοις libri θείας scripsi: οἰκείας libri 4 οὐχ αὑτοῦ B2: οὐκ αὐτοῦ libri 5 δόξειε Sp.: δόξει libri τοῦτο scripsi: τούτου libri: τούτων coni. Sp. 6 κατὰ τοὺς scripsi: κατὰ τούτους VFB¹S¹: ⟨χάριν⟩ κατὰ τοὺς B2S²a Sp. 7 τὸν οὕτω γράφοντα Vict. Sp. ἢ τῆς Sp. („sed melius absunt“): ἠτισ sic V: εἴ τις GFV Vict.: ἤτις SB: ἥτις a 8 ἂν ἀφέλῃ Sp.: ἂν ἀφέληται V: ἀναφέληται FSa pr. et alt. τὸ om. a Sp. 9 τῆς om. a Sp. 10 alt. τὸ SFBa Sp.: τῷ V 13 ἀνάγκῃ scripsi: ἀνάγκη libri: del. Sp. (vel τὴν—ἐνέργειαν coni.) 14 εἶναι ἢ a Sp. 15 λέγει B Sp.: λέγοι Va 16 οὕτως Sp.: ὅπως libri 20 αὑτῷ Sp.: αὐτῷ V: αὐτῶν a 24 τὸ] fortasse 25 ὃ add. B²S²a Sp. 26 τὶ μὴ a 29 ἀτελέστε τὸ VB1S1: ἀτελέστερον B2S²a Sp. alt. τῶν θνητῶν λέγουσι] expectas λέγειν)
Κἀγὼ πρὸς αὐτόν· τί δέ, οὐ τὸ προκείμενον ἦν ἡμῖν δεῖξαι τὴν ἠρωτημένην ἐρώτησιν ὑπὸ τῶν προηγουμένως λεγόντων τὰ θεῖα προνοεῖν τῶν ἐν γενέσει καὶ φθορᾷ ἢ κενήν γε οὖσαν καὶ μηδὲ τὴν ἀρχὴν ἀποκρίσεως ἀξίαν, εἴ γε πλειόνων ὄντων τρόπων, καθ᾿ οὓς οἷόν τε τὴν πρόνοιαν εἶναι λέγειν γίνεσθαι, ἥδε περὶ δύο μόνων ἐγίνετο, ὧν ἐδείχθη κατ᾿ οὐδέτερον οἷόν τε γίνεσθαι τὴν ἐκ θεῶν ἐπιζητουμένην πρόνοιαν;
Ἦν μέν, ἔφη, τοῦτο, ἀλλ᾿ ἐπεὶ ἱκανῶς παρέστησας, ὃν προεθέμην, πρὸς ἐκείνους λόγος ἐστί σοι πεπληρωμένος, ἡμῶν δὲ χάριν ἄξιόν σε τὰ τοῖς δεδειγμένοις ἀκόλουθα προσθεῖναι. εἰ γὰρ φαίνοιτο κατὰ τὴν ὑπ᾿ Ἀριστοτέλους λεγομένην πρόνοιαν ἀναιρούμενα ταῦτα, ἃ ταῖς προειρημέναις δόξαις ἕπεσθαι δέδεικται, εἴη ἂν οὐ μικρὸν καὶ τοῦτο μαρτύριον γινόμενον εἰς τὴν τῆς δόξης ὡς ἀληθοῦς σύστασιν.
Ἔστι μέν, εἶπον, οὐ ῥᾴδιος ὁ περὶ τῶν τοιούτων λόγος, καὶ μάλιστ᾿ ἐπεὶ μὴ ἐπὶ τῶν πρὸ ἡμῶν ἔργον τις ἐποιήσατο τοῦτο δεῖξαι· οὐδεὶς γοῦν δόξει, ὅσα κἀμὲ εἰδέναι μὴ προηγουμένως, τῶν προαγόντων τὸν Ἀριστοτέλους λόγον περὶ τούτου τοῦ προβλήματος διειληφέναι, ὡς δεῖξαι τοῖς ὑφ᾿ αὑτοῦ λεγομένοις συνᾴδοντα τὰ ὑπ᾿ Ἀριστοτέλους εἰρημένα. ἀλλ᾿ ἐπεὶ σύ τε ἀξιοῖς ἡμᾶς τε καλῶς ἔχειν ὑπολαμβάνω, ἐφ᾿ ὅσον οἷοί τέ ἐσμεν περὶ αὐτοῦ διαλαβεῖν, ἐπὶ τοσοῦτον προα|γαγεῖν τὸν λόγον, ἄμεινον ἡγουμένῳ τὸ κἂν ἐπ᾿ ὀλίγον εὐπορῆσαι τῶν περὶ αὐτοῦ λέγεσθαι δυναμένων, ἢ φόβῳ τοῦ ἂν μὴ δυνηθῆναι τέλος ἐπιθεῖναι τῷ προβλήματι. καὶ τῶν ὀλίγων ἀποστῆναι, οὐκ ὀκνητέον πρὸς αὐτό. πειράσομαι δ᾿ ὁμοῦ τῷ περὶ τούτων λόγῳ καὶ τοὺς τὰ Πλάτωνος μὲν ὑπισχνουμένους, σφόδρα δὲ πεπεικότας [*](2 μήτε] nisi plura exciderunt. legas μηδὲ (vel μήτι γε Schwartz) 5 οὐχ οἷον B²S2 a Sp. τι VB¹S¹: ται B²: τῷ S2a: τε Vict. Sp. 10 λέγειν ⟨δεῖν⟩ Schwartz 11 τί] τίνα a Sp. 12 δέξαι a 14 καὶ κενήν γε B2: κενήν τε coni. Sp. 16 εἶναι suspectum Sp. ἥδε Sp.: ἡ δὲ B²: εἰ δὲ VB¹Sa 17 ἐπιζητουμένην] ου in lit. V 18 παρέστησας punctis notat B²: παρέστησα Vict. ὃ προεθέμην ⟨ὁ μὲν⟩ Schwartz προεθούμην a: προεθείμην Vict. 24 μὲν ὡς εἶπον a Sp. 25 ἐπὶ del. S²: om. a Sp. 26 προηγουμένως ⟨σκεψάμενον⟩ Schwartz recte 28 τὰ ὑπὸ B²S2a Sp.: ὑπὲρ VGB1S1 28 29 σύ τε] οὔτε a 30 ἡγουμένῳ] ἡγοῦμαι B2S²a Sp. ab isdem perperam οὐκ ὀκνητέον πρὸς αὐτό interlocutori tribuitur additurque ἄρα post ὀκνητέον 32 τοῦ Diels: τῷ libri 33 ὁμου V)
Εἰ ἐν οἷς τὸ ὕστερον ἐξ ἀνάγκης, ⟨ἐν⟩ ἐκείνοις μόνοις ἀληθὲς δειχθείη τὸ εἰ τὸ πρῶτον, ἐξ ἀνάγ|κης τὸ ὕστερον, ἐπὶ δὲ τῆς εἰς ἄπειρον γενέσεως οὐκ ἔστι τὸ ὕστερον ἐξ ἀνάγκης τῷ μηδὲ γίνεσθαι τὸ αὐτό, οὐδ᾿ ἂν πρὸ τοῦ ἐσχάτου γινομένου ἁπλῶς ἄν τι ἐξ ἀνάγκης γίνοιτο τῷ μόνως τὰ μεταξὺ τοῦ τελευταίου τὸ ἀναγκαῖον ἁπλῶς ἔχειν παρὰ τοῦ τέλους, εἰ τοῦτο ἁπλῶς τὸ γινόμενον ἐξ ἀνάγκης. εἰ γὰρ ἐκεῖνο ἐξ ἀνάγκης ἁπλῶς, τότε καὶ τὰ πρὸ αὐτοῦ ἐξ ἀνάγκης ἔσται, τῶν μεταξὺ τοῦ τε ἐπ᾿ ἄπειρον γινομένου ἕκαστον ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον ἔχον. εἰ γὰρ τὸ μὲν ταὐτὸ ἔσται, δεῖ καὶ τοῦτο ὂν πρὸ αὐτοῦ, καὶ ὁμοίως πάλιν ἐκεῖ τὸ ἀναγκαῖον ἕξει γὰρ ἐκεῖνο ἔσται ἐξ ἀνάγκης, εἰ τὸ μετὰ τοῦτο, καὶ οὕτως προιϊόντων, ἐπεὶ μηδὲν ἔσχατόν ἐστι τοῦ ἀπείρου ἐξ ἀνάγκης μέλλοντος γίνεσθαι. ἁπλῶς ἐξ ἀνάγκης ἐγίνετο καὶ τὰ πρὸ αὐτοῦ, οἷς πάλιν ἐξ ἀνάγκης γινομένοις εἵπετο καὶ τὸ τελευταῖον ἐξ ἀνάγκης γίνεσθαι, εἰ τὰ πρῶτα. οὐκέτ᾿ ἐπὶ τῶν οὕτω γινομένων ἔσται λαβεῖν τὴν τοιαύτην ἀκολουθίαν τὴν εἰ τὸ πρῶτον, ἐξ ἀνάγκης τὸ ὕστερον. τὸ δὲ ὥστε εἰ μὴ ἔστιν ἀρχὴ τοῦ ἀπείρου, οὐδὲ τὸ πρῶτον ἔσται, δἰ ὃ ἀναγκαῖον ἔσται γενέσθαἰ, ἴσον ἐστὶ τῷ ὥστε εἰ μὴ ἔστι τέλος τοῦ ἀπείρου᾿ ἀρχὴν γὰρ νῦν τὸ τέλος εἶπεν, ἐπεὶ ἀπὸ τοιούτου ἀρχή, εἰ ἀναγκαίως γίνοιτο τὸ καὶ τὰ πρὸ αὐτοῦ πάντα ἐξ ἀνάγκης ὀφείλειν γίνεσθαι. εἰ δὲ μὴ ἔστι τοῦτο, οὐδὲ ἡ ἀκολουθία αὕτη ἐπ᾿ αὐτοῦ ἀληθής ἐστιν ἡ λέγουσα, εἰ τὸ πρῶτον τὸ ὕστερον, τῷ τὴν τοιαύτην ἀκολουθίαν ἀληθῆ γίνεσθαι ἐν οἷς ἐστί τι ἔσχατον ἐξ ἀνάγκης γινόμενον τῷ ἕπεσθαι τοῦτο τῷ ἐξ ἀνάγκης γινομένῳ τὰ καὶ πρὸ αὐτοῦ ἐξ ἀνάγκης τε γίγνεσθαι καὶ ἀληθὲς εἶναι ἐφ᾿ ἑκάστου αὐτῶν τὸ εἰ τὸ πρῶτον, καὶ τὸ ὕστερον. ἀνάγκη γάρ, εἰ μέλλοι ἡ τοιαύτη ἀκολουθία ἀληθὴς ἔσεσθαι, εἶναί τι πέρας ἐν τοῖς λαμβανομένοις. ὅτι δ᾿ ἀρχὴν καὶ τὸ πέρας λέγει, ἔδειξεν δἰ ὧν μετ᾿ ὀλίγον εἶπεν οὕτως· [*](3 Περὶ γενέσεως καὶ φθορᾶς] II 11. 337 b 25 6 pr. τὸ] o in lit. V εἰσιν V τὸ Arist.: τῶν libri 8 διὸ καὶ ἐκεῖνο Vict. 9 ἐν add. a Sp. δειχθείη τὸ coni. Sp.: δειχθῇ τὸ (ι subscr. v. c.) V: δειχθῆτο a 10 εἰ τὸ s. v. V 13 ἁπλῶς suspectum εἰ Sp.: εἰη sic V: εἴη a 14 τὸ suspectum 15 τε del. Sp. 17 ἐκεῖ τὸ V: ἔκειτο Sa: ἐκεῖνο τὸ Vict. Sp. 18 ἕξει] ει s. v. V ⟨καὶ〉 γὰρ Sp. 21 τὰ V 23 pr. εἰ Sp.: εἰς libri 24 τὸ πρῶτον ἔσται] πρῶτον ἔσται οὐδὲν Arist. 26 εἰ Sp.: εἰη sic V: εἴη a τὸ καὶ τὰ Sp.: τοῦ καὶ τὸ libri 28 ἀληθής] ἀληθές Sp. 30 τῷ ἐξ] τὸ ἐξ a οὕτως] l. c. 338 a 6)