Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Οὐκ ἐπεὶ μᾶλλον θερμὸν τοῦ ὡς στοιχείου πυρός, ὃ καὶ ὑπέκκαυμα λέγεται, ἡ ζέσις τοῦ πυρός, ὁποῖόν ἐστι καὶ τὸ παῤ ἡμῖν πῦρ, ἤδη ἐν [*](7 καὶ del. Vict. 10 εἰ καὶ τὰ τοῦ Vict.: οὐ καὶ τὰ τοῦ VHBSFa: οὐκ ἀπὸ τοῦ G: εἰ καὶ τοῦ Sp. ἂν add. Sp. 11 ἐκεῖναι] ἐκείναις Vict. (?) τῷ τοῖς Vict. Sp.: τούτοις libri 15 αὐτὰς Sp.: αὐτῶν libri 17 αὐτὰς Sp.: ἑαυτοῖς libri 1> μονὴ a 21 ἀλλὰ πάντα scripsi: διὰ πάντα libri (διαπαντα esic V) ἤ γέ scripsi: ἡδὲ libri (ἡδε V): ἢ διά Vict. 24 αὐτὰς Vict.: αὐτοῦ (οῦ in lit. V) libri 25 αὐτὰς Sp.: αὐτοὺς libri 29 οὐκ add. a Sp. et tab.)

62
ἐκείνῳ τὸ ἔλαττον θερμὸν μίξει τοῦ ἐναντίου. ἡ γοῦν φλὸξ ἔλαττον μὲν θερμὸν τοῦ πεπυρωμένου σιδήρου, ἀλλ᾿ οὐ ψυχρότητος μίξει, ἀλλ᾿ ἔστιν ἡ | ἐπίτασις ἐν τῷ σιδήρῳ παρὰ τὴν τῆς ὕλης στερεότητά τε καὶ ἀντιτυπίαν. τῷ γὰρ ἀντιβατικὴ εἶναι καὶ μὴ εἰκτὴ καὶ τὸ ἐν αὐτῇ θερμὸν τοιοῦτον παρέχεται. καὶ τὸ ὡς στοιχεῖον δὴ πῦρ, τὴν φύσιν ὂν μανόν τε καὶ ξηρὸν καὶ ἄμικτον ὕλης χορηγίαν παρέχειν δυναμένης τοιούτῳ πυρί, οὕτω θερμόν ἐστιν. ἀμέλει ταῦτα αὐτοῦ ἐξάπτεται, ὅσα ἐν αὐτῷ πίλησίν τινα ἔχει καὶ πυκνότητα καὶ τῷ τοιούτῳ πυρὶ τροφήν. διὸ καὶ εὐλογώτερον ἄν τις λέγοι τὸ τοιοῦτο πῦρ μεμῖχθαι τῷ ἐναντίῳ. τροφῆς γὰρ τοῦτο δεῖται καὶ σώζεται, ἕως ταύτην ἔχῃ. τροφὴ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἔτι οὖν ἐπεὶ ὕλη τὸ τοιοῦτο πῦρ, ἔχοι ἄν τι καὶ τοῦ ἐναντίου αὐτῷ ὃ φέρον εἰς αὐτὸ μεταβάλλει. τὸ δὲ οὐκ ἐπὶ τροφῇ πῦρ, ἀλλ᾿ εἱλικρινές τε καὶ καθαρὸν ἄμικτον τοῦ ἐναντίου, τὸ καθ᾿ αὐτὸ ὑφεστός, ὡς καὶ τῶν ἄλλων στοιχείων ἕκαστον.

Ὅτι μὲν ἡ φύσις ἀρχὴ κινήσεως, δῆλον ἐκ τοῦ τῆς κινήσεως ἀρχῇ διαφέρειν τὰ φυσικὰ τῶν μὴ φυσικῶν σωμάτων, ᾧ δὲ διαφέροντα τὰ φυσικὰ τῶν μὴ φυσικῶν φυσικά ἐστι, τοῦτο εἶναι τὴν φύσιν. ὅσα μὲν οὖν σώματα γενητά ἐστιν ὄντα φυσικά, τούτοις ἡ γένεσις ἐν ἀλλοτρίοις γίνεται τόποις, καὶ ἔστιν ἡ κίνησις αὐτοῖς συνεργοῦσα πρὸς τὸ ἐν τῷ οἰκείῳ γενέσθαι τόπῳ, ἐν ᾧ γενόμενα ἠρεμεῖ τε κατὰ τόπον καὶ ἔστι καθό ἐστι γινόμενα τελειότητι (εἶχε γὰρ ἐν αὐτοῖς καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τοῦτο κινήσεως), τοῖς δ᾿ ἀγενήτοις τε καὶ τῇ ἑαυτῶν φύσει τελείοις σώμασιν καὶ οὖσιν ἐν τῷ κατὰ φύσιν αὐτοῖς τόπῳ ἡ φύσις, τοῦτ᾿ ἔστιν ἡ ἐν αὐτοῖς ἀρχὴ τῆς κινήσεως, οὐκ εἰς τὴν ἐξ ἀτελείας εἰς τελειότητα μεταβολὴν συντελεῖ, οὐδὲ εἰς τὸ ἐπὶ τὸν κατὰ φύσιν αὐτοῖς τόπον ἐνεχθῆναι (τέλειά τε γάρ ἐστι καὶ οὐδέποτε ἐξίσταται τοῦ κατὰ φύσιν ἑαυτοῖς τόπου), ἀλλ᾿ εἰς τὸ διὰ τῆς κατ᾿ αὐτὸν ἐνεργείας ὁμοιοῦσθαι τῷ τῶν ὄντων ἀρίστῳ, τῇ ἀιδίῳ τε καὶ συνεχεῖ καὶ ὁμαλῇ κινήσει, μιμούμενα τό τε ἐνεργείᾳ δεῖν εἶναι αὐτοῦ καὶ τὸ ἀκίνητον καὶ τὴν στάσιν. διὰ μὲν τοῦ κινεῖσθαι τὸ ἐνεργείᾳ εἶναι αὐτοῦ (ἐνέργειά τις ἡ κίνησις· ἔδει γὰρ τὰ μιμούμενα τὸ ἀπλῶς ἐνεργείᾳ ὂν καὶ μηδαμῶς κοινωνοῦν δυνάμεως δι᾿ ἐνεργείας τῆς κατὰ φύσιν αὐτοῖς τοῦτο ποιεῖν), διὰ δὲ τοῦ συνεχῶς ἢ καὶ τεταγμένως καὶ ὁμοίως ἀεὶ κινεῖσθαι τὴν ἀίδιον αὐτοῦ μεμίμηται φύσιν. οὔτε γὰρ μὴ κινούμενον ἦν ἂν σῶμα φυσικόν, ὃ κυριώτατον τῶν σωμάτων, οὔτε κινούμενον τοῦ στῆναί ποτε καὶ μὴ συνεχῶς κινεῖσθαι εὔλογον αἰτίαν ἔχει· οὔτε γὰρ παρὰ τοῦ τόπου, οὔτε παρὰ τοῦ κινεῖσθαι παρὰ φύσιν, οὔτε [*](6 fortasse ⟨οὐχ⟩ οὕτω 10 ἔχει a Sp. 11 αὐτὸ V 12 ἐπὶ τροφῇ scripsi: ἐπὶ τροφὴ V: ἐπιτροφὴ a: ἔστι τροφῇ Sp. 13 τὸ] expectas καὶ 22 γενόμενα coni. Sp. ἐν τελειότητι Vict. αὐτοῖσ V 26 τελεία a Sp. 27 ἑαυτοῖς] αὐτοῖς coni. Sp. 30 δεῖν del. vel ἀεὶ Sp. bene 31 γάρ τις B2 Vict. Sp. fortasse αὐτοῖς 33 ἢ del. Sp. 34 οὔτε scripsi: οὐδὲ libri)

63
παρὰ τῆς διὰ τὸ θνητὸν ἀσθενείας. διὸ κινούμενα συνεχῶς κατὰ τὴν ἐν αὐτοῖς φύσιν διὰ τῆς ἐν τῇ κινήσει μονῆς τὴν ἐκείνου μιμεῖται στάσιν. ὅτι δ᾿ οὐ τὸ κινεῖσθαι μόνον, ἀλλὰ καὶ τὸ συνεχῆ τε καὶ ἀίδιον κινεῖσθαι κίνησιν κατὰ φύσιν αὐτοῖς, δείκνυσι καὶ τὸ σχῆμα ἔχειν αὐτὰ σφαιρικόν, ἐπεὶ τὸ μὲν ἄριστόν τε καὶ τελειότατον τῶν σχημάτων τῷ ἀρίστῳ τῶν σωμάτων κατὰ φύσιν, τῷ δὲ τοιούτῳ σχήματι παρὰ φύσιν ἡ στάσις· διὸ οὐδὲ βάσιν ἔχει τινὰ καθ᾿ ἣν στήσεται.