Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ αὔξεται τὸ ὑποκείμενον τῷ αὔξεσθαι λεγομένῳ (ὑπομένει δὲ καὶ ἡ ὕλη, οὐ μόνον τὸ εἶδος· οὐ γὰρ δὴ πᾶσα ἀλλάσσεται), διὰ τί κατὰ τὸ εἶδος μόνον, ἀλλ᾿ οὐχὶ καὶ κατὰ τὴν ὕλην ἡ αὔξησις; οὐ γὰρ πᾶσα ἡ ὕλη ἡ ἐν τοῖς αὐξομένοις ἀλλάσσεται, ἀλλὰ μένοντός τινος ἐξ αὐτῆς ἄλλη προσγίνεται· οὐδὲ γὰρ ἂν ἐσώζετο τὴν ἀρχήν, οὐδ᾿ ἂν τὸ εἶδος ἔμενεν τῆς προϋπαρχούσης ὕλης. οὐ γὰρ ἐν τῷ τοσῇ δέ τινι εἶναι τῇ ὕλῃ τὸ εἶναι ὕλῃ. ὥσπερ οὐδὲ τῇ σαρκί. ἢ δύο ὄντων περὶ τὸ αὐξόμενον ποιοῦ τε καὶ ποσοῦ (τόδε γὰρ τὸ αὐξόμενον, τὸ δὲ τόδε συναμφότερος οὐσία), καὶ τοῦ μὲν ποσοῦ ὡς ὕλης ὑποκειμένου, τοῦ δὲ εἴδους τὴν τοῦ ποιοῦ χώραν ἔχοντος, τὸ μὲν πο|σὸν οὐ μένει ταὐτόν, τὸ δὲ ποιὸν τὸ ὡς εἶδος τοῦ αὐξομένου μένει. ἐπεὶ τοίνυν τὸ ποιόν, ὃ καὶ εἶδός ἐστι, μένει, τὸ δὲ ποσὸν οὐ μένει, καὶ αἴτιον τοῦ μὴ μένειν αὐτὸ ταὐτὸν ἡ τῆς ὕλης ῥύσις, διὰ τοῦτο κατὰ μὲν τὴν ὕλην οὐκ αὔξεται τὰ αὐξόμενα, κατὰ δὲ τὸ εἶδος. τοῦτο γὰρ ταὐτὸν μένον. τοῦ γὰρ καθ᾿ αὑτὸ ὑφεστῶτος ἡ αὔξησις κατὰ τὸ μένον ἐν αὐτῷ γίνεται, καθ᾿ αὑτὸ δὲ ὑφεστῶτος τὸ συναμφότερον, ὃ κατὰ τὸ εἶδος μένει. ἡ γὰρ ὕλη τὸ ῥέον, ἐπεί, εἰ καὶ ὑπομένει τις ὕλη ἐν τῷ αὐξομένῳ, ἀλλ᾿ οὐκ ἔστι ταύτης κατηγορῆσαι τὸ ηὐξῆσθαι, τῷ κατ’ αὐτὴν ἑκάστοτε, εἰ καὶ ὑπέμεινεν, ἀλλὰ μετὰ ταῦτα ῥεῖν τε καὶ ἀλλάσσεσθαι. οὐ γὰρ ἔστιν ἐν τῷ ηὐξημένῳ λαβεῖν τινα ὕλην, ἥτις διὰ παντὸς ἡ αὐτὴ μένουσα ἐν αὐτῷ κατ’ ἀριθμὸν προσθήκην ἔσχεν τινὰ κατὰ ποσόν. ἣν γὰρ ἂν λάβης, καὶ αὕτη ῥεῖ καὶ μεταβάλλεται, καὶ οὐδὲν αὐτῆς ταὐτὸ κατ’ ἀριθμὸν μένει· τὸ δὲ εἶδος ταὐτὸ μένει, ἔστ’ ἂν σώζηται τὸ πρᾶγμα.

[*](3 τὸ ἕτερον GFS¹L: τό ἐφ᾿ ὃν VRB¹: τὸ μὲν ἓν B2B²a Sp. 4 τε om. FSa Sp.: del. B: τὸ R. 6 λέγουσι γίνεσθαι a Sp. 7 pr τήν] τή in lit. V alt. τὴν om. a 13 γὰρ] ρ in lit. V 16 τοσήδε V 17 σαρκί VFB: σαρκὶ ἐν (ἐν om. FL) τῷ τοσῇδε εἶναι τὸ σαρκὶ εἶναι GS1 (in mg.) La Sp. 18 τοδε V τὸ δὲ τόδε a Sp.: τὸ τοδε V: τὸ τόδε B1GFL: τὸ τό δὲ S¹: τὸ δὲ δὲ S² συναμφότερος VS2a Sp.: συναμφότερον S¹GFL 23 γὰρ τὸ ταὐτὸν a Sp. 24 κατὰ τὸ VB coni. Sp.: κατὰ ταὐτὸ GSLa: καταυτό F 25 ὑφεστῶτος VB¹S¹a: ὑφεστός Vict. Sp.: ὑφεστώς GFLB2S2 26 εἰ καὶ Vict. Sp.: καὶ VGFSLa 27 τὸ] τῶ B1 τῷ κατ’ αὐτὴν (καθ’αὑ τὴν G, κατὰ τὴν Sa) ἑκάστοτε εἰ καὶ VGFBSLa: τῷ ἑκάστοτε καὶ ταύτην εἰ καὶ Vict. Sp. 29 ταὐτῷ coni. Sp. 30 ἣν VB: τινα ἣν GFSa Sp.: τινα ἢν L 31 αὐτὴ F)
14

Εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ ἐστὶν κατὰ τὸ ψυχρὸν ἢ τὸ ὑγρόν, ὡς πῦρ μὲν κατὰ τὸ θερμὸν | μᾶλλον ἢ ξηρόν, ἀὴρ δὲ κατὰ τὸ ὑγρὸν μᾶλλον ἢ θερμόν, γῆ δὲ κατὰ τὸ ξηρὸν μᾶλλον ἢ ψυχρόν, τί δήποτε κατὰ μὲν τὸ ὑγρὸν μεταβάλλον οὐκ ἔστιν ὕδωρ (οὐ γὰρ ὕδωρ ὁ κρύσταλλος), κατὰ δὲ τὸ ψυχρὸν μεταβάλλον ὕδωρ ἔτι μένει; ὕδωρ γάρ ἐστι καὶ θερμὸν γενόμενον. καίτοι οὐ τὸ πῦρ μεταβάλλον κατὰ τὸ θερμὸν πῦρ ἔτι, οὔθ’ ὁ ἀὴρ εἰ κατὰ τὸ ὑγρὸν μεταβάλλοι, ἀλλ᾿ οὐδὲ γῆ μένει ἡ κατὰ τὸ ξηρὸν μεταβάλλουσα. ἐπιζητήσαι δ᾿ ἄν τις καὶ τοῦτο ἐπ’ αὐτοῦ, τί δήποτε, εἰ κατὰ τὸ ψυχρὸν αὐτῷ τὸ εἶναι, ἡ κατὰ τὸ ψυχρὸν ἐπίτασις φθείρει αὐτό, εἴ γε πήγνυται μὲν διὰ τὴν ὑπερβάλλουσαν ψυχρότητα, παγὲν δὲ οὐκέτι ἐστὶν ὕδωρ ἐνεργείᾳ. οὐδὲ γὰρ ἡ κατὰ τὸ θερμὸν ἐπίτασις πυρὸς φθαρτική, οὔτε ἡ κατὰ τὸ ὑγρὸν ἀέρος, οὔτε γῆς ἡ κατὰ τὸ ξηρόν, οὔθ᾿ ὅλως ἄλλου τινὸς ἡ κατὰ τὸ οἰκεῖον εἶδος ἐπίτασις φθορᾶς αἰτία. ἢ ἐπεὶ ἡ κατὰ τὸ ψυχρὸν εἰς τὸ θερμὸν μεταβολὴ τοῦ ὕδατος ἀέρος ἐστὶ γεννητική (οὐδὲν γὰρ σἷόν τε ἄλλο σῶμα ἐξ ὕδατος κατὰ μόνην τὴν ἐκ τοῦ ψυχροῦ γενέσθαι μεταβολήν), οὐκ ἔστι δὲ ἀὴρ θερμὸς μόνον, ἀλλὰ καὶ ὑγρός, καὶ τό γε εἶναι αὐτῷ ἀέρι κατὰ τὴν ὑγρότητα μᾶλλον, ἔστι δ᾿ οὐχ ὅμοιον τὸ ὑγρὸν ἔν τε ὕδατι καὶ ἀέρι (τὸ μὲν γὰρ ὕδωρ παχύτερον. διὸ καὶ ἀναπληστικόν, ἡ δὲ τοῦ ἀέρος ὑγρότης λεπτή), οὐ μόνον δεῖ τῆς | κατὰ τὸ ψυχρὸν τῷ ὕδατι μεταβολῆς, ἀλλὰ καὶ τῆς κατὰ τὸ ὑγρόν. καὶ μάλιστα ἐπεὶ ἡ τοιάδε ὑγρότης εἰδοποιὸς τοῦ ἀέρος, εἰς ὃν ἡ κατὰ τὸ ψυχρὸν τοῦ ὕδατος μεταβολή, ἡ δὲ κατὰ τὸ ὑγρὸν τῷ ὕδατι μεταβολὴ ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ἐν τούτῳ ξηροῦ γίνεται λεπτύνοντος αὐτὸ καὶ τὴν ἐν αὐτῷ παχύτητα μεταβάλλοντος, ἥτις μεταβολὴ δεῖται χρόνου, διὰ τοῦτο, μέχρις ἂν ἡ ἐν τῷ ὕδατι γενομένη θερμότης τὴν ὑγρότητα εἰς τοσοῦτον μεταβάλλῃ, ὡς εἶδος ἀέρος γενέσθαι, ὕδωρ ἔτι μένει ὄν, οὐ τοιοῦτο μὲν ὁποῖον τὸ εἱλικρινὲς ὕδωρ, ἀλλὰ λεπτότερον. λεπτότερον γὰρ τὸ αὐτὸ ὕδωρ θερμανθὲν ἢ πρὸ τοῦ, καὶ τὰ ἀποψυχθέντα δὲ πάλιν ὕδατα λεπτότερα τῶν τὴν ἀρχὴν μὴ τεθερμασμένων. ὁδὸς γὰρ τῷ ὕδατι τῆς εἰς ἀέρα μεταβολῆς ἡ θερμότης, καὶ οὐχ ὅμοιον τὸ ὕδωρ θερμανθέν τε καὶ πρὸ τοῦ. ὡς δ᾿ ἡ θερμότης τὴν ὑγρότητα λεπτύνει, οὕτως πάλιν ἡ ψυχρότης παχύνει τε καὶ συνίστησιν. καὶ ἐπεὶ ἡ τοιαύτη τοῦ ὑγροῦ σύστασις ὑπὸ τοῦ ψυχροῦ ἐν χρόνῳ καὶ αὐτὴ γίνεται, διὰ τοῦτο οὐδὲ ὁ ἀὴρ ψυχθεὶς ὕδωρ εὐθύς, [*](1 ὕδωρ semel a Sp. ἢ κατὰ Vict.: οὐ κατὰ VFSLa: οὐ Ga 7 οὐκ ἔστιν ὕδωρ om. a 10 μεταβάλλοι corr. ex μεταβάλλει F: μεταβάλλει L et coni. Sp. 11 ἐπιζητῆσαι V 16 ἢ add B2S²a 17 γενητιχή a Sp. 19. 20 τό γε V2 Vict. Sp.: τό τε V1FSLa 21. 22 ἂν ἁπληστικόν a 22 δεῖ] δ᾿ εἰ V¹ (corr. V2) 33 ἢ a 36 καὶ αὐτὴ Vict. Sp.: καὶ αυτη V: καὶ αὕτη B: ἡ τοιαύτη GFSLa)

15
ἀλλ᾿ ἀὴρ μένει, ἔστ’ ἂν τὸ ὑγρὸν ἔτι λεπτὸν ᾖ. ἡ δὲ κατὰ τὸ ὑγρὸν μεταβολή, οὐκ ὃν ὄντως εἰδοποιὸν τοῦ ὕδατος ὡς τὸ ψυχρόν, τὸ ὕδωρ φθείρειν δοκεῖ, ὅτι μὴ μόνον εἰς γῆν μεταβολὴ τῷ ὕδατι γίνεται κατὰ τὴν ὑγροῦ μεταβολήν, ἀλλὰ καὶ εἰς κρύσταλλον. οὐ μὴν ἀλλὰ καὶ οὗτος ὕδωρ πως | ἔτι. ἀνάλογον γὰρ τῷ ὕδατι τῷ θερμῷ ὁ κρύσταλλος. ἄμφω γὰρ πεπονθός τι ὕδωρ καὶ ἐν μεθορίῳ τὸ μὲν ὕδατός τε καὶ ἀέρος, τὸ δ᾿ ὕδατός τε καὶ γῆς.· ἔστι δὲ καὶ ἐπὶ τῶν ἄλλων σωμάτων τῶν ἁπλῶν τὴν εἰς τὰ παρακείμενα αὐτοῖς μεταβολὴν κατὰ τὴν θατέρου τῶν εἰδοποιούντων αὐτὰ μεταβολὴν ἰδεῖν δεομένην χρόνου. οὐ γὰρ ὡς δοκεῖ κατὰ θάτερον αὐτοῖς ἡ μεταβολὴ μόνον, ἀλλὰ καὶ κατ’ ἄμφω. τῷ δὲ τὴν κατὰ θάτερον μεταβολὴν μὴ εἰς τὸ ἐναντίον γίνεσθαι, ἀλλ᾿ ἢ εἰς ἄνεσιν ἢ ἐπίτασιν τῆς αὐτῆς ποιότητος, κατὰ τὴν εἰς τὸ ἐναντίον τῶν ἐν αὐτῷ μεταβολὴν μόνον μεταβάλλειν δοκεῖ. οὔτε γὰρ εὐθὺς γῆ τὸ πῦρ, ἐὰν ψυχθῇ (δεῖ γὰρ ποιὰν γενέσθαι τὴν ξηρότητα· διὸ οὔτε καπνὸς οὔτε αἴθαλος ἤδη γῆ), ἀλλ᾿ οὐδ’ ἂν εἰς ὑγρὸν μεταβάλῃ τὸ πῦρ μόνον, ἀὴρ ἤδη· δεῖ γὰρ οὕτω καὶ ποιᾶς θερμότητος. διὸ ἐν μεθορίῳ τινὶ πρῶτον γίνεται. ὁ δ᾿ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. τοῦ δὲ ὕδατος εἶδος οὐχ ἁπλῶς τὸ ψυχρόν, εἰ καὶ κατὰ τοῦτο μᾶλλον, ἀλλὰ τὸ ψυχρὸν μετὰ τοῦ ὑγροῦ. ἔστ’ ἂν οὖν σώζεσθαι δύνηται τὸ ὑγρόν, ὄντος ἐν αὐτῷ τοῦ ψυχροῦ, εἶδος τὸ ψυχρὸν τοῦ ὕδατος· τὸ δὲ φθαρτικὸν τοῦ ὑγροῦ ψυχρὸν οὐκ ἔτι οἷόν τε ὕδατος εἶδος εἶναι. τὸ τοιοῦτο δὴ ψυχρὸν εἶδος αὐτοῦ, οὗ ἡ ἐπίδοσις οὐκ ἔστιν ὕδατος τουτέστιν ὑγρότητος φθαρτική. |

Εἰ τοῖς κινουμένοις πᾶσιν ἐξ ἐναντίου εἰς ἐναντίον ἡ μεταβολή, τὰ δ᾿ αὐξόμενα καὶ μειούμενα κινεῖται, εἴη ἂν καὶ τούτοις ἐξ ἐναντίων εἰς ἐναντία ἡ μεταβολή. γίγνεται δ’ αὐτοῖς ἡ μεταβολὴ εἰς μέγεθος καὶ μικρότητα· τῷ μὲν γὰρ αὐξομένῳ εἰς μέγεθος ἡ ἐπίδοσις, τῷ δὲ μειουμένῳ εἰς μικρότητα ἡ συστολή. ἐναντίον ἄρα τὸ μέγα καὶ τὸ μικρόν. ἀλλ᾿ οὐ δοκεῖ, ὡς διὰ πλειόνων Ἀριστοτέλης ἐν Κατηγορίαις ἔδειξεν. ἢ οὐχ ἁπλῶς εἰς μέγεθος καὶ μικρότητα ἡ μεταβολὴ τοῖς αὐξομένοις τε καὶ μειουμένοις, [*](1 fortasse ἡ δὲ ⟨τοῦ ὕδατος⟩ 2 ὄντως] fortasse οὕτως 4 ⟨τοῦ⟩ ὑγροῦ Diels 5 πῶσ V κρύσταλλος] κ in lit. V 6 πεπονθός τι] ός τι in lit. V 14 οὔτε αἴθαλος ἤδη Vict. Sp.: οὔτε θάλοσ ἤδη V¹: οὔτε αἰθάλη ἤδη V2B: οὔτε δαλὸς ἤδη G: οὐ θαλὸς ἤδη F: οὔθαλος ἤδη SLa γῆ om. FSLa 15 μόνον V¹GFSB²a: μένον B¹? V2 17 τοῦ δὲ V²B Vict. Sp.: τοῦ V¹GVSLa 19 εἶδος V²BG Vict. Sp.: εἴδους V1FSLa 20 ψυχρὸν om. a Sp. alt. τὸ] τὸ ψυχρόν Sp. 22 ὑγρότητος V²B Vict. Sp.: ὑγρότης V¹FSLa 28 με ταβολή] μετα|λή V¹ (corr. V2) 29 alt. τῷ] τοῦ a μειουμένῳ] μειουμένου a 30 ἄρα add. B¹S2a 31 Ἀριστοτέλης ἐν Κατηγορίαις] Cat. 6. 4b20 ἢ] ἡ V1 (corr. V²) 32 ἡ V²B: om. V¹GFSLa)

16
ἀλλὰ τοῖς μὲν αὐξομένοις κατὰ φύσιν (ταῦτα δ᾿ ἐστὶ τὰ τῆς θρεπτικῆς ψυχῆς κεκοινωνηκότα) εἰς τελειότητα καὶ τέλειον μέγεθος ἡ ἐπίδοσις, τὰ δὲ μειούμενα ἐξίσταται τῆς τελειότητος καὶ εἰς τὸ ἀτελὲς συστέλλεται. εἰς τὸ τέλειον οὖν μέγεθος καὶ τὸ ἀτελὲς αὐτοῖς ἡ μεταβολὴ γίνεται, ταῦτα δὲ ἐναντία, εἰ καὶ μὴ τὸ μέγα τῷ μικρῷ ἁπλῶς ἐναντίον ἔλεγεν. καὶ ἔτι τὴν κίνησιν εἰς τὰ ἐναντία μεταβολὴν λέγει τὰ ἐναντία κοινότερον λαμβάνων. ἐναντία γὰρ ἔθος αὐτῷ λέγειν καὶ τὴν στέρησιν καὶ ἕξιν καὶ τὰ πρός τι ἀντικείμενα. | τὴν γοῦν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν ἐν τοῖς Ἠθικοῖς ἐναντία λέγει κατὰ τὸ πρός τι ἀλλήλοις ἀντικείμενα. καὶ τὸ μέγα οὖν καὶ τὸ μικρὸν ὄντα πρός τι λέγοιτ᾿ ἂν ἐναντία, οὐ τὰ κυρίως ἐναντία, ἀλλ᾿ ὡς τὰ πρός τι. ἢ οὐδὲ γίνεται κατ’ αὐτὸν κίνησις κατὰ τὸ πρός τι. οὐ γὰρ δεξιόν τι γίνεταί τινος πάντως κινηθὲν αὐτό, θερμὸν δέ τι γίνεσθαι ἢ ἄνω οὐχ οἷόν τε μὴ κινηθέν. ἢ εἰ καὶ μὴ αὐτὸς ὁ δεξιὸς γενόμενος διὰ μεταβολῆς τῆς κατὰ τὴν σχέσιν τοιοῦτος ἐγένετο (διὰ τοῦτο γὰρ οὐκ ἔστι κατὰ τὸ πρός τι κίνησις, ὅτι μὴ γίνεται κατὰ ταύτην τὴν σχέσιν μεταβολὴ κινήσεως τῷ μεταβάλλοντι κατὰ τὴν σχέσιν· οὐ γὰρ ὡς κατὰ τόπον γίνεται μεταβολὴ αὐτοῦ τοῦτον τὸν τρόπον ἀλλάσσοντος καὶ μεταβάλλοντος κατὰ τόπον, ὁμοίως καὶ ἡ κατὰ ποιότητα καὶ ἡ κατὰ ποσόν, οὕτως δὲ καὶ ἡ κατὰ τὸ πρός τι, ἡ κατὰ τὴν σχέσιν ὑπαλλαγὴ γίνεται καὶ κινουμένων τῶν ὑπαλλασσόντων τὴν σχέσιν κατὰ τὴν σχέσιν· καὶ γὰρ μὴ κινουμένων ἡ σχέσις ἀλλάσσεται) οὐκ ἐπεὶ μὴ οὕτως οὖν ἡ κατὰ σχέσιν ὑπαλλαγὴ γίνεται, διὰ τοῦθ’ σἷόν τε ἀλλαγὴν σχέσεως γενέσθαι χωρὶς κινήσεως. δεξιὸς γὰρ οὐκ ἄν τις ἄλλου γένοιτο μὴ γενομένης κατὰ τόπον ἀμφοῖν κινήσεως ἢ θατέρου· ἀλλ᾿ οὐδὲ διπλάσιον ἂν γένοιτο ἄλλο ἄλλου μὴ κατὰ τὸ ποσὸν γενομένης κινήσεως. ὥστ᾿ εἰ καὶ μὴ ἔστι κίνησις κατὰ τὸ πρός τι, ἀλλὰ διὰ κινήσεώς γέ τινος ἡ εἰς τὰς διαφόρους σχέσεις μεταβολή. ὥστε κατά γε τοῦτο οὐθὲν ἂν κωλύοι καὶ τὴν εἰς μέγα καὶ μικρὸν μεταβολὴν κατὰ σχέσιν ἀλλήλοις ἀντικείμενα διὰ κινήσεως γίνεσθαι, συγχωρουμένου τοῦ καὶ τὰ ὡς πρός τι ἀντικείμενα ἐναντία λέγεσθαι καὶ εἶναι καὶ τὰς εἰς ταῦτα μεταβολὰς ἐναντία. ἢ οὐ λέγεται ὑπ’ αὐτοῦ τὰ πρός τι ἐναντία. οὐδὲ γὰρ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ἐναντία ὑπ’ Ἀριστοτέλους λέγεται καθὸ πρός τι ἐστὶν, ὡς δῆλον ἐκ τοῦ λέγεσθαι μὲν αὐτὰ πρὸς ἄλληλα (ἡ γὰρ ὑπερβολὴ ἐνδείας ὑπερβολή, καὶ ἡ ἔνδεια ὑπερβολῆς ἔνδεια), ἐναντία δ᾿ εἶναι μὴ κατὰ τὴν σχέσιν ταύτην, ἀλλὰ καθόσον τὸ μὲν τοῦ συμμέτρου πλέον ἐστίν· τὸ μὲν γὰρ μᾶλλον τοιοῦτο, τὸ δὲ ἔλαττον τοῦ συμμέτρου· τοιοῦτον γὰρ τὸ ἐλλεῖπον. οὐ γὰρ τὰ ὁπωσοῦν ὑπερβάλλοντα καὶ ἐλλείποντα ἐν- αντία λέγει, ἀλλὰ τὰ πρὸς τὸ σύμμετρον οὕτως ἔχοντα, πρὸς ὃ οὐκέτι [*](5 εἰ] ἡ FG¹ Vict. μὴ τὸ VB Sp.: τὸ GF: τὸ μὴ SLa ἐναντίον VS² a Sp.: ἐναντία GFS¹L. μὲν ἔλεγεν L ἔτι B2S2a Sp.: ὅτι VGFB1S1L 8 ἐν τοῖς Ἠθικοῖς] Eth. Nic. II, 8. 1108b13 9 λέγειν V 13 fortasse ἀλλ᾿ εἰ καὶ 17 τούτου τὸν τόπον coni. Sp. καὶ add. V2BS2a Sp. 18 τόπον Vict. Sp.: τὸ ποίον V¹: τὸ ποῖον F: τὸ ποιὸν V²SGBLa 21 οὖν ante ἐπεὶ colloc. Sp.: om. a 24 ἄλλου δὲ a 27 οὐδὲν a Sp. 31 alt. ἡ om. a 35 τὸ μὲν GFSLa Sp.: τὸ VB)
17
σώζει τὴν κατὰ τὸ πρός τι σχέσιν οὐδέτερον αὐτῶν. καὶ τὸ λευκὸν δὲ καὶ τὸ μέλαν, καθὸ μὲν ἐναντία ἀλλήλοις, λέγεται πρός τι καὶ οὐκ ἐναντία, καθὸ δὲ τὸ μὲν λευκὸν τοιόνδε χρῶμα, τὸ δὲ μέλαν τοιόνδε, ἐναντία, ἀλλ᾿ οὐ πρός τι. τὰ γὰρ ἐναντία καθόσον μὲν δηλοῖ φύσεις τινὰς | πλεῖστον ἀλλήλων διαφερούσας, οὐ πρός τι· καθόσον δὲ οὕτως ὀνομάζεται, πρός τι ἐστίν.

Πρὸς τὸ μὴ εἶναι τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ, μηδὲ τὴν ψυχὴν ἐν τῷ σώματι ἦν λεγόμενον, ὅτι πρὸς τὸ εἶναι τῇ ὕλῃ ἐνεργείᾳ τὸ εἶδος αἴτιον (οὐ γὰρ οἷόν τε εἶναι αὐτὴν ἐν ὑποστάσει χωρὶς τοῦ εἴδους), τὸ δ᾿ ἐν ὑποκειμένῳ ὃν ἔν τινί ἐστιν ἐνεργείᾳ ὄντι ὃ δύναται εἶναι καὶ χωρὶς τοῦ ἐν ὑποκειμένῳ αὐτῷ ὄντος. πρὸς ὃ ἀντέπιπτεν τὸ καὶ τὰ σώματα βοηθεῖσθαι μὲν πρὸς τὸ εἶναι ἐν ὑποστάσει ὑπὸ τῶν συμβεβηκότων, εἴ γε πᾶν σῶμα ἀνάγκη μετὰ σχήματος εἶναί τινος καὶ χρώματος, δὲ ταῦτα ἐν ὑποκειμένῳ εἶναι τῷ σώματι. οὐκ αὔταρκες οὖν πρὸς τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ τινὶ τὸ συντελεῖν τῷ ὑποκειμένῳ αὐτῷ εἰς τὸ εἶναι ἐν ὑποστάσει. ἢ εἰ μέν τι ἁπλῶς συντελεῖ τινι εἰς τὸ εἶναι ἐν ὑποστάσει, οὐ κεκώλυται τοῦτο ἐν ὑποκειμένῳ εἶναι αὐτῷ, ὡς ἐδείχθη ἐπὶ τοῦ σώματος καὶ τῆς ποιότητος, ἧς χωρὶς ἀδύνατον εἶναί τι ἐν ὑποστάσει σῶμα· εἰ δέ τι εἴη ὡς μέρος συντελοῦν τούτῳ ἐν ἐστι, τοῦτο οὐχ σἷόν τε ἐν ὑποκειμένῳ εἶναι τούτῳ οὗ ἐστι μέρος. τὸ δὲ εἶδος τούτῳ ἐν ᾧ ἐστιν, ὡς μέρος συντελοῦν φαίνεται. δεῖ μὲν γὰρ τὴν ζήτησιν τοῦ πότερον ὡς ἐν ὑποκειμένῳ τινί ἐστι τὸ προκείμενον ἢ μὴ ποιεῖσθαι λαβόντας τι πρᾶγμα, ἐν ᾧ ἐστι μὲν τοῦτο περὶ οὗ ἡ ζήτησις, ζητεῖται δὲ τὸ πῶς ἐστιν ἐν αὐτῷ. ὁ γὰρ δεικνὺς ὅτι τὸ λευκὸν ἐν σώματι ὡς ἐν ὑποκειμένῳ, λαβών τι σῶμα, ἐν ᾧ τὸ λευκόν ἐστι, καὶ δείξας ὃν ἐν τῷ σώματι αὐτὸ μήτε ὡς μέρος μήθ᾿ ὡς δυνάμενον χωρὶς αὐτοῦ εἶναι ἔδειξεν, ὅτι ἐστὶν ἐν ὑποκειμένῳ αὐτῷ. οὕτω δὲ δεῖ καὶ τὸν ζητοῦντα περὶ τοῦ εἴδους, πότερον ἐν ὑποκειμένῳ ἐστὶν ἢ μή, λαβεῖν τι τοιοῦτο, ἐν ᾧ ἐστι μὲν ἤδη τὸ εἶδος, ζητεῖται δὲ τὸ πῶς. ἐν μὲν οὖν τῇ ὕλῃ, εἰ καθ᾿ αὑτὴν λαμβάνοιτο, οὔπω ἐστὶ τὸ εἶδος (διὸ οὐδ᾿ ἂν ζητοῖτο, πῶς ἐστιν ἐν αὐτῇ τὸ μηδὲ τὴν ἀρχὴν ὃν ἐν αὐτῇ), ἐπεὶ δέ ἐστιν ἐν τῇ συναμφοτέρῳ οὐσίᾳ τὸ τοιοῦτον εἶδος, χρὴ τοιοῦτό τι προχειρισαμένους ἐπ’ αὐτοῦ τὴν ζήτησιν ποιεῖσθαι. ἀλλὰ μὴν ἣν ἂν λάβωμεν συναμφότερον οὐσίαν, ἐν [*](3.4 ἄλλου a 9 ἐνεργεία V 10 οἷόν τε corr. ex οιονται V1 14 υποκειμενω V 12 ὑποκειμένου V¹ (corr. V²) 16 μὴ del. Sp. 18 οὐ γὰρ B2 20 τούτῳ] τοῦτο a 22.23 πότερον] ο in lit. V: corr. ex πρότερον B: πρότερον FLa 24 τι VS2a Sp.: τὸ FS¹L 27 ἔδειξεν in lit. V 28 δὲ δεῖ καὶ V Vict. Sp.: δέδεικται FS (in mg. δεῖ La 29 τι τοιοῦτο GFSa Sp.: τι τοῦτο VB 30 ζητεῖται VS2a Sp.: ζητεῖ FS¹L 31 ζητοῖτο VB coni. Sp.: ζητοίη τὸ GFSa 32 τῷ G ὃν ἐν B²S²a Sp.: ἐν VB¹S¹GL τὸ—ἐστὶν om. F)

18
αὐτῇ τὸ εἶδος τὸ ὃν ἐν αὐτῇ ὡς μέρος ἐστὶ τοῦ συναμφοτέρου. καὶ γὰρ ἡ ψυχὴ ἐν τῷ ὀργανικῷ σώματι, ἐν ᾧ ἐστιν, οὕτως ἐστὶν ὡς μέρος. εἰ δ᾿ ὡς μέρος, οὐκ ἂν εἴη ὡς ἐν ὑποκειμένῳ ὃν τούτῳ, ἐν ἐστιν οὕτως ἔστιν, οὔθ᾿ ἡ ψυχὴ οὔτε τι εἶδος ὅλως. ἢ ἐρεῖ τις καὶ τὸ λευκὸν τοῦ μὲν λευκοῦ σώματος εἶναι μέρος, ἐν ὑπο|κειμένῳ δ᾿ εἶναι τῷ σώματι ᾧ συντελεῖ πρὸς τὸ εἶναι ἐν ὑποστάσει, διὸ καὶ τὸ εἶδος τῆς μὲν συναμφοτέρου οὐσίας μέρος ἔσεσθαι, ἐν δὲ τῇ ὕλῃ ᾗ συντελεῖ πρὸς ὕπαρξιν, εἶναι ἐν ὑποκειμένῳ. ἆῤ οὖν χρὴ λέγειν δεῖν μὲν τὸ ἐν ζητεῖται, εἴ ἐστί τι ὡς ἐν ὑποκειμένῳ, πάντως εἶναι τόδε τι καὶ ἐνεργείᾳ ὑπάρχον (οὐ γὰρ δὴ ἐν τῷ μὴ ὄντι οἷόν τέ τι εἶναι ἐν ὑποκειμένῳ), τῶν δὲ τούτῳ συντελούντων πρὸς τὸ εἶναι ἐν ὑποστάσει τε καὶ κατ᾿ ἐνέργειαν τῷ εἶναι ἐν αὐτῷ, ὅσα μὲν ἐν αὐτῷ μόνον εἰς τὸ ἐν ὑποστάσει εἶναι συντελεῖ, μηκέτι δὲ καὶ τὸ τῷ δέ τινι εἶναι, ταῦτα ἐν ὑποκειμένῳ αὐτῷ εἶναι (καθ᾿ ἃ γάρ τι σῶζον τὴν οἰκείαν φύσιν οἷόν τε μεταβάλλειν, ταῦτα ἐν ὑποκειμένῳ ἐστὶν αὐτῷ), ὅσα δὲ μὴ μόνον εἰς τὸ ὑφεστάναι, ἀλλὰ πολὺ πρότερον εἰς τὸ τῷ δέ τινι εἶναι συντελεῖ τινι, καθ᾿ ἃ μεταβάλλοντα οὐκέθ᾿ οἷόν τε μένειν τοῦτο ὃ ἦν, ταῦτα δὲ μηκέτι ἐν αὐτῷ εἶναι ὡς ἐν ὑποκειμένῳ. πῶς γὰρ ἂν εἴη ἐν ὑποκειμένῳ ἀνθρώπῳ τοῦτο οὗ ἡ ἀπουσία φθείρει τὸν ἄνθρωπον; διὸ ἡ μὲν γραμματικὴ ἐν ὑποκειμένῳ τῷ ἀνθρώπῳ τῷ ἔχοντι αὐτήν, καίτοι συντελοῦσαν αὐτῷ πρὸς τὸ γραμματικῷ εἶναι (οὐ γὰρ ἐν τῇ τῆς γραμματικῆς ἀπουσίᾳ καὶ ἄνθρωπος εἶναι παύεται), ἡ δὲ ψυχὴ οὐκέτ’ ἐν ὑποκειμένῳ αὐτῷ, ὅτι πρὸς τὸ εἶναι ἀνθρώπῳ ἡ συντέλεια αὐτῆς, ἀλλ᾿ οὐ πρὸς τὸ ποιῷ ἢ ποσῷ εἶναι ἢ ποῦ ἤ τινι τῶν τοιούτων ὄντων τὸ εἶδος τὸ φυσικόν, εἴ γε κατὰ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ὅ ἐστιν. ἐν μὲν οὖν τῷ συναμφοτέρῳ τε καὶ τῷδέ τινι ὄντι διὰ τοῦτο τὸ εἶδος οὐκ ἐν ὑποκειμένῳ. μέρος γὰρ τῆς οὐσίας τῆς ἑκάστου οὕτως ἐν αὐτοῖς ὄν, οὐδὲ ἐν τῇ ὕλῃ δὲ μόνον, ὅτι μηδὲ τὴν ἀρχὴν αὕτη οὕτως ὑποκείμενον ὡς τόδε τι, μὴ ἔχουσά πω ἐν αὑτῇ τὸ εἶδος, ἐν δὲ τοῖς οὕτως οὖσι τὸ ἐν ὑποκειμένῳ. τὶ γὰρ δεῖ εἶναι καὶ τόδε τι ἐν τὸ ἐν ὑποκειμένῳ· τοιοῦτον γὰρ τὸ μέρη ἔχον. ἔτι εἰ τὸ μὲν ὑποκείμενον τοῦ ἐν ὑποκειμένῳ ὄντος αὐτῷ διαφέρει τῷ τὸ μὲν ὑποκείμενον δύνασθαι καὶ ἄνευ τῶν ἐν ὑποκειμένῳ ὄντων αὐτῷ εἶναι (καὶ γὰρ εἰ μὴ οἷόν τε κηρὸν εἶναι χωρὶς σχήματος, ἀλλὰ χωρίς γε τούτου τοῦ σχήματος, ὃ νῦν ἔχει, οἷόν τε αὐτὸν εἶναι), τὸ δὲ ἐν ὑποκειμένῳ ὃν μὴ δύνασθαι χωρισθέντος τοῦ ὑποκειμένου αὐτῷ εἶναι (τὴν δὲ ὕλην καὶ τὸ εἶδος ἀδύνατον χωρὶς ἀλλήλων εἶναι τῷ [*](1 ταύτῃ coni. Sp. ὡς VB: τὸ ὃν ὡς GFSa Sp.: τὸ ὃν ἐν L 4 ἔστιν del. Sp. οὔτε τι B² Vict. Sp.: οὐκέτι VFa: οὐκέστι 7 ᾗ VF: ἡ S: ἣ La Sp. 10 οἷονται V¹ ⟨corr. V2) 12 ἐν add. Vict. Sp. 13 τῷδέ. τινι V²B: τῷ δέ τιν V¹: τόδε τι GSa Sp.: τὸ δ᾿ ἔτι ταῦτα ἐν ὑποκειμένῳ αὐτῷ εἶναι add. B²S²a Sp. καθ᾿ ἃ V2B1S2 Vict. Sp.: κατὰ V¹GFS¹La 15. 16 τῷδέ τινι V²B: τῷ δέ τι V¹: τόδε τι GFSa Sp. 16 μεταβάλλον B²S²a Sp.: μεταβάλλοντα VFB¹S1 20 συντελοῦσα FSB²a Sp. τὸ scripsi: τῷ libri 23 ὄντων VB¹: om. GFS¹L: ὄντων τοιοῦτον γὰρ B²S²a: ὄν, τῶν τοιούτων γὰρ Sp. 28 πω VB: πως SGFLa Sp. αὐτῇ V alt. τὸ om. a 29 δεῖ] δ᾿ a ᾧ V²B Vict. Sp.: τῶι V¹GFSLa 35 αὐτῷ] αὐτὸ a Sp.)
19
πρὸς ἄλληλα αὐτὰ λέγεσθαι, τὰ δὲ πρὸς ἄλληλα λεγόμενα ἅμα εἶναι τῇ φύσει, εἴ γε πρός τί ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν), οὐδ᾿ οὕτως ἂν τὸ εἶδος εἴη ἐν ὑποκειμένῳ τῇ ὕλῃ. ἢ δύναται καὶ ἐπὶ τῆς ὕλης λέγεσθαι, ὅτι χωρὶς μὲν εἴδους οὐχ οἴα τε εἶναι, ὥσπερ οὐδὲ ὁ κηρὸς χωρὶς σχήματος, χωρὶς δὲ τοῦ εἴδους τοῦδε σἷόν τε αὐτὴν εἶναι, ὡς καὶ τὸν κηρὸν χωρὶς τοῦδε τοῦ σχήματος. ἢ εἰ ἡ ψυχὴ οὐκ ἐν ἄλλῳ τινὶ σώματι οἴα τε εἶναι ἢ γενέσθαι, ἢ ἐν τῷ ὀργανικῷ, τούτου δ᾿ ἔστι μέρος, οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ, τῶν δὲ σχημάτων ἕκαστον οὐκ ἐν ἀφωρισμένῳ γίνεται σώματι. ἔτι ὁ ἄνθρωπός ἐστι μὲν καὶ μετὰ ψυχῆς, ἔστι δὲ καὶ μετὰ χρώματός τε καὶ σχήματος, ἀλλ᾿ οὐχ ὁμοίως, ἀλλὰ μετὰ μὲν ψυχῆς ὡς μέρους καὶ μάλιστα εἰς τὸ ἀνθρώπῳ εἶναι συντελούσης. ἐν ᾧ γὰρ ἂν ᾖ ἡ τοιαύτη ψυχή, τοῦτ’ ἄνθρωπος. οὐκέθ᾿ οὕτω τὸ χρῶμα καὶ τὸ σχῆμα ἐν τῷ ἀνθρώπῳ· οὐ γὰρ πᾶν τὸ ἔχον τοιοῦτον σχῆμα ἢ χρῶμα ἄνθρωπος. διὸ τὰ μὲν ἐν ὑποκειμένῳ αὐτῷ, οὐκέτι δὲ καὶ ἡ ψυχή. ὁ δ᾿ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τῶν φυσικῶν εἰδῶν.