Quaestiones
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Εἰ ἐνδέχεται τήνδε τὴν βῶλον φθαρῆναι κατὰ τόνδε τὸν κολωνόν, καὶ οὕτω διεξιοῦσιν ἐπὶ παν|τὸς μέρους τῆς γῆς ἀληθὲς τὸ ἐνδέχεσθαι αὐτὸ φθαρῆναι, ἐνδέχοιτο ἂν καὶ πᾶσαν τὴν γῆν φθαρῆναι. εἰ δὲ τοῦτο, ἐνδέχοιτο ἂν μὴ εἶναι γῆν, ὅπερ ἀδύνατον. οὐδὲ γὰρ ὁ κόσμος εἴη ἂν ἀναιρουμένου τοῦ περὶ ὃ ἡ φορὰ αὐτῷ. ἢ οὐχ ἕπεται τῷ πᾶσαν ἐνδέχεσθαι φθαρῆναι τὴν γῆν τὸ καὶ ἅμα. τοῦτο γὰρ ἀδύνατον, εἰ ἀπὸ τῆς τῶν οὐρανίων κινήσεως, ὡς ἐκ γῆς εἰς ἄλλο τι γίνεται μεταβολή, οὕτως καὶ ἐξ ἄλλου τινὸς εἰς γῆν. καὶ ἐπ᾿ ἀνθρώπων δὲ ὁ αὐτὸς λόγος. οὐ γάρ, εἰ πάντες [*](1 ἢ V2BSa Sp.: ἠ V¹: ἡ ἦν V2B: ᾖ V1GFSa Sp.: ἢ ἔστ᾿ ἂν ᾖ sive ἔτ᾿ ἂν εἴη 2 εἰ ἦν V²B: εἴη ἂν V¹FGSLa: εἰ εἴη coni. Sp. 3 μέγεθος τούτῳ ἕν· εἰ γὰρ ἦν διῃρημένον Schwartz: μέγεθος τούτῳ· ἑνὶ γὰρ ἦν διηρημένον V¹S¹GFL: μέγεθος ἐπινοίᾳ γὰρ ἦν διηρημένον B¹: μέγεθος ἐπινοίᾳ γὰρ ἦν διηρημένον τούτῳ ἔστι συνεχές. εἰ (ἐν a, corr. Vict.) γὰρ ἦν ἐνεργείᾳ διῃρημένον B²S²a Sp. 7. 8 πρότερον πρότερον (alterum in lit.) VB: alterum om. FSGLa Sp. 8 καὶ—μεγέθει om. δέ ἐστιν V²B Vict. Sp.: τέ ἐστιν V1GS (sed τε in lit. S1) L: τέ ἐστιν ἔστιν a 8 post ἐστιν add. ἐν τῷ μεγέθει S2B2 ὂν V¹FSLa: οὖν V2 Vict. Sp. 11 ἐπὶ VS2a Sp.: ὑπὸ FSL. 12 αὐτὸ s. v. V αὐτά B2S2a Sp.: αὐτό VB1: om. S¹LF 13 ἐκεῖνα coni. Sp. πρότερα ἐπ᾿ ἄπειρον a Sp. 14 ἐκεῖ τὸ V1 (corr. V²) L 17, 18 πῶς —φθαρῆναι repetitum ante εἰ (19) B 19 τὴν om. GFSLa Sp. 20 οὕτω διεξιοῦσιν B: οὕτω δι᾿ ἐξιοῦσιν V², οὕτωσ εἰ ἕξουσιν V¹: οὑτωσὶ ἕξουσιν GFSLa Sp. 22 ἂν add. Sp. 23 φορὰ BS² Sp.: φθορὰ (θ erasum) VGFS¹La 24 τὸ καὶ V: τε καὶ GFS¹La: τὸ S2B Sp.: τε τὸ a Sp. ἀδύνατον, εἰ ἀπὸ scripsi: ἀδύνατον διὰ τὸ V¹GFS¹L: ἀδύνατον εἰ γὰρ πάντα διὰ τὸ (τὸ del. V² Sp. om. B) V2BS²a Sp. 25 ὡς addidi γῆς εἰς GF: τῆσ εἰσ VS¹B¹L: τῆς τινος εἰς S2B2a Sp. μεταβολή S1EL: μεταβολῆς VBS2a Sp.)
Διαφέροιεν ἂν αἱ δείξεις αἱ δύο εἰρημέναι ἐν τῷ πρώτῳ Φυσικῆς ἀκροάσεως ἐπὶ τέλει τοῦ βιβλίου, δι᾿ ὧν εἰπὸν περί τε τῆς ὕλης καὶ τῆς στερήσεώς φησιν εὑρεθεῖσαν ταύτην τὴν φύσιν λύειν καὶ τὴν τῶν ἀρχαίων ἀπορίαν, δι᾿ ἣν ἀνῄρουν γένεσιν καὶ φθορὰν τῷ δεῖν μὲν τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίγνεσθαι, μήτε δὲ ἐξ ὄντος δύνασθαι (προϋπάρχοι γὰρ ἂν ὃ γίνεται, εἰ γίνεται μὲν τὸ μηδέπω ὄν, τὸ δὲ ἐξ ὄντος γινόμενον ἐκ φθάνοντος εἶναι λέγοιτ᾿ ἄν), μήτε ἐκ μὴ ὄντος τῷ μηδὲν ἐκ μὴ ὄντος γίνεσθαι. ἃς δὴ τῆς ἀπορίας ταύτης λύσεις εἴρηκεν, εἰσὶν ἡ μὲν διὰ τοῦ καθ᾿ αὑτό τε καὶ κατὰ συμβεβηκὸς ἢ ὄντος ἢ μὴ ὄντος, ἡ δὲ διὰ τοῦ δυνάμει τε καὶ ἐνεργείᾳ. εἰσὶ δὲ αὗται, εἴ τις τὴν ὕλην λαβὸν λέγοι ἐκ ταύτης καθ᾿ αὑτὸ μὲν οὔσης κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης τὰ γινόμενα γίνεσθαι, καὶ ὁμοίως ἐκ ταύτης πάλιν γίνεσθαι τὰ γινόμενα δυνάμει μὲν οὔσης ἐντελε|χείᾳ δὲ μὴ οὔσης. καθ᾿ αὑτὸ μὲν οὔσης, ἐπεὶ τῇ ἑαυτῆς φύσει ὄν τι ἡ ὕλη, κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης, διότι ἡ στέρησις καθ᾿ αὑτὸ μὴ ὃν οὖσα συμβέβηκεν αὐτῇ· οὐ γὰρ ἄλλως ἐκ τῆς ὕλης οἷόν τε γενέσθαι τι, εἰ μὴ εἴη αὐτῇ συμβεβηκυῖα ἡ στέρησις τοῦ γίνεσθαι μέλλοντος. [*](1 ἕνα V2BS2a Sp.: ἕν V¹GFS¹L 2 αὔριον ἐνδέχεσθαι a 3 ⟨οὐχ⟩ ὑγιῶς B²GF Vict. Sp.: ὑγιῶσ V2S1B2L: ὑγειώσ V¹B¹: οὐχ ὅτι ὡς S2a 4 φθαρήσεσθαι] αι in lit. V 5 ἐξεπεληλυθέναι V1 (corr. V2) 7 καὶ om. Sp. 9. 10 ἀναγ|//αῖον sic V 11 λέγοσα V1 (corr. V2) 13 ᾖ VB Sp.: εἴη SFGLa 14. 15 ἐκ τοῦ—Ἀριστοτέλους] Phys. ausc. I, 8. 191a23 17 ἂν add. B2S2a Sp. αἱ δύο αἱ a Sp. πρώτῳ τῆς φ. a Sp. 18 ἐπὶ τῷ τ. a Sp. 19 φύσιν V¹GFS¹L: ὕλην BS²a Sp. 21 δὲ V2BS2a Sp.: om. VGFS¹L 23 εἶναι τῷ μ. a Sp. 24 εἴρηκεν λύσεις Sp. 29 ἐπεὶ scripsi: ἐπὶ libri 30 ὄν τι ἡ ὕλη Diels: ὃν τῇ ὕλῃ V¹FS¹L: ὃν γάρ τι ἡ ὕλη V²BS2a Sp. διότϊ δὲ ἡ GFS¹L 31 οὔση V2B 32 αὐτῇ V2B: αυτη sic V¹: αὕτη GSLa Sp. γίνεσθαι om. FS¹L)