Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ ἀδύνατον ἅμα τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, πῶς οἷόν τε ἅμα τὸν αὐτὸν ἥδεσθαι τε καὶ λυπεῖσθαι, ὃ συμβαίνει τοῖς διψῶσίν τε καὶ πίνουσιν, ὁμοίως δὲ καὶ τοῖς πεινῶσιν τε καὶ ἐσθίουσιν, ἔτι δὲ τοῖς ψωριῶσίν τε καὶ κνωμένοις; ἢ γὰρ οὐκ ἐναντίον ἡδονὴ λύπῃ, ἢ οὐκ ἀληθὲς τὸ μὴ οἷόν τε ἅμα τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν. ἢ οὔτε τὸ ἀδύνατον ἅμα τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν ἀπλῶς ἀληθές, ἀλλὰ κατὰ ταὐτό, οὔθ' [*](1 γοῦν] τοίνυν 21, 30 πρᾶγμά τι Sp. et 21, 30: πρᾶγμα GFBSLa: πράγματι Vict. 3 ὂν — ὡς desunt 22, 1 4 ὡς om. V1 (add. V²) 5 ἐπεὶ μὴ Vict. et 22, 3: ἢ εἰ μὴ V¹: εἰ μὴ V² GFBSLa ἔχει] σημαίνει 22, 3 6 ὂν add. Vict. et 224 8 ὅτι] τὸ a δῆλον del. SB²: om. a 9 ὡς in lit. V εἶναι add. Vict. Sp. 10 καὶ] καθ’ a 17 αὐτὸ GFLSa Sp. et 22,15: αὐτοῦ VΒ 18. 19 ἐστιν ἐν— εἶναι om. V¹ GFS¹L exh. V²S²a Sp. et 22,16 20, 21 διότι ἐστὶν ἐν πλείοσιν add. Vict. et 22,18 21 οὐδ’] εἴη δ’a 21. 22 τι οἷς V2Ba Sp.: τισ ο.ἶσ V¹: τιθ οἶς F: τιθεὶς S¹: τιθοῖς S² 25 οἴονται V1 26 prius τε om. a Sp. συβαίνει V 26. 27 πινῶσιν V1 (corr. V²) τε om. a Sp. 27 δὲ] τε a Sp. κνωμένοις] κνηθομένοις GLFS 28 ἡδονὴ λύπγ GFSa Sp.: ἡ κοινὴ λύπη V¹: ἡ ἡδονὴ τῆ λύπη V²B: λύπῃ L 21 ἢ οὔτε Β²)

25
ἀπλῶς ἡδονὴ λύπῃ ἐναντία, οὐ γὰρ πᾶσα ἡδονὴ πάσῃ λύπῃ ἐναντία. οὐ γὰρ τῇ ἀπὸ τοῦ θεωρεῖν ἡδονῇ ἡ ἀπὸ τοῦ διψῆν λύπη ἐναντία, ἀλλ’ ἡ ἀπὸ τοῦ αὐτοῦ ἡδονὴ τῇ ἀπὸ τοῦ αὐτοῦ λύπῃ ἐναντία, ἃς καὶ ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν. οὔτε γὰρ ἅμα ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐπὶ τῷ θεωρεῖν, ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, οἷόν τε διὰ τὸ αὐτό, οὔτε τὸν πεινῶντα ἐπὶ τῷ πεινῆν ἅμα σἷόν τε καὶ ἥδεσθαι καὶ λυπεῖσθαι, λυπούμενον μέντοι ἐπὶ τῷ πεινῆν ἅμα ἥδεσθαι ἐπὶ τῷ ἐσθίειν οὐκ ἀδύνατον. οὐ γὰρ ἐναντία τῇ τοιαύτῃ ἡδονῇ ἡ τοιαύτη λύπη. ἡ μὲν γὰρ λύπη ἐπὶ τῇ ἐνδείᾳ, ἡ δὲ ἡδονὴ ἐπὶ τῇ τῆς ἐνδείας θεραπείᾳ, διὸ καὶ ἔστ’ ἂν μὲν ᾖ δεόμενον θεραπείας, θεραπευόμενον ἥδεται, ἄμα δὲ δεῖται θεραπείας καὶ ἐστὶν ἐν λύπῃ. ὅτι γὰρ οὐκ ἀπὸ τοῦ αὐτοῦ ἢ τε λύπη καὶ ἡ ἡδονή, δῆλον ἐκ τοῦ τοὺς πεινῶντας μέν, μὴ τρεφομένους δέ, λυπεῖσθαι μόνον, καὶ ἐκ τοῦ τοὺς τρεφομένους μειοῦν τὴν λύπην. οὕτω τὸ μὲν εἶναι ἐνδεᾶ λύπης μόνης αἴτιον, τὸ δ’ ἀναπληροῦσθαι ἡδονῆς, καὶ οἱ ψωριῶντες καὶ κνώμενοι οὐ διὰ τὸ κνῆσθαι λυποῦνται, ἀλλὰ διὰ τὸ ἔτι δεῖσθαι τοῦ κνῆσθαι, ὥσπερ καὶ οἱ τρεφόμενοι ἐπὶ τῷ ἔτι εἶναι ἐνδεεῖς λυποῦνται, οὐκ ἐπὶ τῷ τρέφεσθαι.

0τι μὴ ὁμοίως κατ’ Ἐπίκουρον εἰσάγεται τὰ χρώματα, ὡς ἔλεγέν τις παριστάμενος αὐτοῦ τῇ δόξῃ, καὶ κατὰ τὰς ἄλλας αἱρέσεις. ὁ μὲν γὰρ ἐν τοῖς στοιχείοις, ἃ ἀρχὰς ὑποτίθεται τῶν πάντων, οὐδὲν τούτων φησὶν εἶναι, καθ’ οὃς δὲ στοιχεῖα τὰ τέσσαρα, κατὰ τούτους ἐν τοῖς στοιχείοις ἐστὶν καὶ ταῦτα. διὸ κατὰ μὲν τούτους ἐκ προὐπαρχόντων χρωμάτων γίνεταί τινα χρώματα, καθ’ ὃν δὲ μὴ ἔστιν ἐν τοῖς στοιχείοις ταῦτα, ἐκ μὴ προώπαρχόντων ἡ γένεσις αὐτῶν. ὡς οὖν, εἰ ὑπέθετό τις ἄτομα εἶναι σώματα ἀρχὰς τῶν ὄντων, μὴ μόνον ἔχοντα σχήματα καὶ μέγεθος καὶ ἀντιτυπίαν, ἀλλὰ καὶ χρῶμα, οὐχ ὁμοίως κατά τε τοῦτον ἡ τῶν χρωμάτων γένεσις (ἐκ προυπάρχοντος γὰρ χρώματος καὶ ὄντος ἐν τοῖς στοιχείοις), καὶ καθ’ ὃν τὰ ἄτομα ταῦτα στοιχεῖα οὐκ ἔχει χρῶμα, οὕτως οὐδ’ εἰ μὴ ἄτομά τις τὰ στοιχεῖα λέγοι, λέγοι δὲ τὰ τέσσαρα τῷ ἐν τούτοις εἶναι μετὰ [*](1 ἐναντία] ἐναντίον Sp. 6 πεινῶντα corr. e, πινῶντα V 8 τοιαύτῃ Β2 coni. Sp.: αὐτῇ libri 12 πεινῶντας B V²: πινῶντας V ¹: πεινόντας : πείνοντας Sa: πίνοντας L 13 οὕτω] οὐ τῶν V1 (corr. V2) εἶναι ἐνδεᾶ Sp.: εἶναι ἔνθε///α V: εἷ ἐνδεία G: εἶναι ἔνδεια FSLa: ἐνδεία B: ἐν ἐνδεία B² 15 κνῆσθαι V¹: κνᾶσθαι V2B: κνήθεσθαι FSa (item v. 7) λυποῦνται] λυ in lit. V 16 ὥσπερ] οὕτω Sp. 18 ἀρέσεις om. V, sed ex,hibet tabula 29 χρώματα] τα in lit. V 22 ἐν VBF: οὖν ἐν S²a Sp.: οὐκ ἐν GL στοιχείοις ⟨ἃ〉 ἀρχὰς scripsi: στοιχείοις ἀρχὰς V¹ S¹ GFL: ⟨ἀτόμοις⟩ στοιχείοις ⟨ἅπερ⟩ ἀρχὰς V2 S2 Ba Sp. 25 ὃν V² BS²a Sp.: ὃ V¹ GFS¹ L ταῦτα in lit. V ἐκ μὴ VΒ: ἐκ FL: οὐκ ἐκ Sa Sp. 26 ὡς in lit. B Vict. Sp.: πῶς VFLa 27 σχήματα V¹: σχῆμα V² GSLa Sp. 30 οὐδ’ εἰ V² GFBSa Sp.: οὐ δεῖ L: οὐδὲ V1 31 λέγοι semel a τῷ] fortasse καὶ)

26
τῶν ἄλλων καὶ τὰ χρώματα, οὐδ’ οὗτος ἂν ὁμοίως Ἐπικούρῳ τὴν τῶν χρωμάτων εἰσάγοι φύσιν. ὡς γὰρ τὰ γινόμενα ἐκ τῶν στοιχείων οὐκ ἂν εἶχεν ἀντιτυπίαν μηδ’ ὅλως ἐν τοῖς στοιχείοις οὔσης ἀντιτυπίας, οὕτως οὐδ’ ἂν χρῶμά τι τῶν γινομένων ἔχοι μηδενὸς ὄντος στοιχείοις χρώματος. τὸ δὲ ζητεῖν πόθεν ἐν τοῖς στοιχείοις πυρί τε καὶ τοῖς ἄλλοις τὰ χρώματα, ἴσον ἂν εἴη τῷ ζητεῖν, πόθεν ἐν τοῖς ἀτόμοις τὰ σχήματα. τὸ δὲ ταῦτα μὲν ὑπό τινων εἶναι λέγεσθαι γενητὰ καὶ φθαρτά, ἀγενήτους δὲ τὰς ἀτόμους ὑπὸ τῶν ἐν ἐκείνοις στοιχείοις χρωμένων, οὐδὲν πλέον· καὶ γὰρ καθ’ οὓς τὰ στοιχεῖα ταῦτα γενητὰ καὶ φθαρτά, κατὰ τούτους τῷ ἀριθμῷ τὸ γενητὸν ἔχει ταῦτα καὶ τὸ φθαρτὸν, ἄφθαρτα δὲ καὶ ἀγένητα κατ’ εἶδός ἐστιν. εἰς ἄλληλα γὰρ μεταβάλλει καὶ ἐξ ἀλλήλων γίνεται, ὥστε καὶ ἐν τῇ τούτων γενέσει ἐκ προυπαρχόντων ἡ γένεσις. ὥσπερ οὖν τῶν ἄλλων, οὑτωσὶ δὲ καὶ τῶν χρωμάτων. |

Εἰ οἱ θεοὶ προνοοῦσι τῶν ἀνθρώπων, ἀγαθόν τι αὐτοῖς παρέχουσιν. πᾶν γὰρ τὸ προνοοῦν τινος ἀγαθόν τι τῷ προνοουμένῳ περιποιεῖ, ὡς τὸ μὴ ἀγαθόν τι περιποιοῦν τινι τοῦτο οὐδ’ ἂν προνοοῖ αὐτοῦ. ἀλλὰ μὴν καθ’ οὕς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν οἱ θεοὶ τοῖς ἀνθρώποις περιποιοῦσιν, ὡς δείξω. καθ’ οὃς οὐ μόνον τὸ καλὸν ἀγαθόν, οἱ θεοὶ οὐ προνοοῦσι τῶν ἀνθρώπων. ὅτι δὲ μηδὲν παρὰ θεῶν ἀγαθὸν τοῖς ἀνθρώποις κατὰ τοὺς προειρημένους γίνεται, δῆλον ἐντεῦθεν. τὸ καλὸν ἐφ’ ἡμῖν, ὃ ἐφ’ ἡμῖν ἐστι, τοῦτο δι’ ἑαυτῶν κτώμεθα, ὃ δι’ ἑαυτῶν κτώμεθα, τοῦθ’ ὑπ’ οὐδενὸς ἄλλου περιγίνεται. τὸ καλὸν ὑπ’ οὐδενὸς ἡμῖν ἄλλου περιγίνεται. εἰ ὑπὸ μηδενός, οὐδ’ ὑπὸ τῶν θεῶν. ἀλλὰ μὴν ταὐτὸν ἀγαθόν τε καὶ καλόν. καθ’ σὓς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν ἀγαθὸν τοῖς ἀνθρώποις ὑπὸ τῶν θεῶν περιγίνεται.

ἡ ὕλη ἤτοι ἡ αὐτὴ ἔν τε τοῖς θείοις καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ ἢ ἑτέρα. ἀλλ’ εἰ μὲν ἡ αὐτή, ἔσται κἀκεῖνα φθαρτά, εἴ γε οἷς τὸ δυθρώποις νάμει ὑπόκειται, ταῦτα φθαρτά (ὡς δέδεικται ὑπ’ Ἀριστοτέλους ἔν τε ἄλἂν [*](1 ὁμοίως FSLa  Sp.: ἀνομοίως VG 4 χρώματι a 5 ἐν τοῖς στοιχείοις V² B: στοιχείοις V¹ GFSa Sp. ante καὶ τοῖς add. καὶ ὕδατι B Vict. Sp. 6 τῷ GSa Sp.: τὸ BFL 8 ἐν del. V2 Sp.: om. 8 ἐκείνοις V¹GFSLa Sp.: ἐκείναις V²B χρωμένων] χρωμ sic V1 cui V² in lacuna, non litura, ca. K litterarum add. ενω sive ενων: χρωμένων 3 Vict. Sp.: χρῶμα μὲν οὖν GFSLa 10 ἐγένητα a: ἀγένητα Sp. 11 μεταβάλλοι a 18 προνοοῖ VΒ: προνοοῖτο FSa: προνοοῖ τὸ L Sp. 20 οὐ delevi: οὐ V¹GFSL: γὰρ B: γὰρ οὐ V² S² a: οὖν Vict. Sp., ceterum καθ’ οὓς—ἐντεῦθεν (22) insiticium 24 ἄρα ὑπ’ B² S² a Sp. 26 ἄρα μόνον BS²a Sp. 28 καὶ om. a Sp. θείοις καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ coni. Sp. 29 ἡ ante αὐτὴ om. V1 (add. V2) 31 τε τοῖς a)

27
λοις καὶ δὴ καὶ ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ), εἰ δ’ ἄλλη, δῆλον ὡς διέκρινε οίσει ἡ ὑποκειμένη ὕλη τοῖς ἐν γενέσει καὶ φθορᾷ τῆς τοῖς θείοις ὑποκειμένης. εἰ δὲ τοῦτο, ἕξει τινὰ διαφορὰν πρὸς αὐτήν. οὕτω δὲ οὐδ’ ἂν ἄποιος ἔτι εἴη οὐδ’ ἁπλῆ. ἢ οὔτε πᾶν τὸ διαφέρον τινὸς διαφορᾷ διαμένης. φέρει, εἴ γέ ἐστι ἡ κυρίως διαφορά, καθ’ ἣν τὸ γένος εἰς τὰ οἰκεῖα εἴδη διαιρεῖται (τὸ γοῦν μὴ ὃν τοῦ ὄντος διαφέρει μέν, ἀλλ’ οὐ τῷ διαφορὰν ἔχειν, ἀλλ’ οὐδ’ ἐπεὶ διαφέρει τινός, ἤδη καὶ σύνθετον διὰ τοῦτο γίνεται), ἀλλ’ οὐδὲ τὰ ὄντα ἀλλήλων, ἐπεὶ κατὰ τὰς κατηγορίας διαφέρει, ἤδη καὶ διαφοραῖς διοίσει, ὅτι μηδ’ ὑπὸ γένος τι κοινόν ἐστι τὰ δέκα γένη. δέδεικται γὰρ ὅτι μὴ γένος τὸ ὄν. ἔτι πολλὰ ὄντα τῷ μὴ ἔχειν τι διαφέρει τῶν ἐχόντων αὐτά, ὡς τὸ μὴ ἔχειν φέρ’ εἰπεῖν τρίχας ἢ χεῖρας ἤ τι τοιδεικται οῦτο. τὸ δὲ μὴ ἔχειν τι καὶ τὸ ἐστερῆσθαι οὐ ποιότης. ἔτι δὲ οὐ πᾶσα διαφορὰ ποιότης· εἰ γὰρ ἡ διαφορά ἐστι καθ’ ἣν ἀντιδιαιρεῖται ἀλλήλοις τὰ ἐκ τοῦ αὐτοῦ γένους εἴδη, εἴη ἂν τοῦ εἴδους ἑκάστου ἡ διαφορὰ οὖ ἐστι διαφορά, καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτῷ τούτῳ ὅ ἐστι δηλωτική. ἀλλὰ μὴν πάντων τῶν συνεστώτων φύσει, οἷς οὐχ ἡ ὕλη μόνον οὐσία, ἀλλὰ καὶ τὸ εἶδος, ἐν τούτοις ἡ διαφορὰ δηλωτικὴ εἴη ἂν οὐσίας τινὸς ἀλλ’ οὐ ποιότητος, καὶ τὰ κατὰ τὰς τοιαύτας διαφορὰς ἀλλήλων διαφέροντα οὐσίᾳ, ἀλλ’ οὐ ποιότητι διαφέροι, ὥστε, καὶ τῆς ὕλης οὔσης οὐσίας ἐν τῇ οὐσίᾳ τῷ εἶναι αὐτὴν τῶν ἐναντίων δεκτικήν, ὁ λέγων κατὰ τοῦτο διαφέρειν τήνδε τὴν ὕλην ἐκείνης οὐ ποιότητι ἂν διαφέρειν λέγοι. ἐπεὶ οἱ τιθέμενοι τὴν ὕλην τῶν ἐναντίων εἶναι δεκτικὴν ἄποιον αὐτὴν εἶναι λέγουσι, δῆλον ὡς οὖ φασιν εἶναι ποιότητα αὐτῆς τὸ τῶν ἐναντίων εἶναι δεκτικήν. εἰ δὲ μὴ ποιότητος τοῦτο τῆς ὕλης, οὐδ’ οἱ λέγοντες τῷ τοῦτ’ ἔχειν τὴν ὕλην τὴν ὑποκειμένην τοῖς ἐν γενέσει διαφέρειν τοῦ τοῖς θείοις ὑποκειμένου κατὰ ποιότητα αὐτὴν ἐροῦσιν διαφέρειν. εἰ γὰρ τὸ τῶν ἐναντίων δεκτικὸν ποιό〈 τητα ἔχει, καθό ἐστι τοιοῦτον, οὐ διότι διαφέρει ἡ τοῦτο ἔχουσα τῆς μὴ ἐχούσης, ἐν ποιότητι ἔσται, ἀλλ’ ὅτι ἐν τῇ οἰκείᾳ φύσει ἔχει αὐτήν, ἣν ἀνάγκη φυλάττειν αὐτήν, ἐάν τε διαφέρῃ τινός, ἐάν τε μή.

[*](1 περὶ οὐρανοῦ] de caelo Ι,10. 279 b 4 sqq. 3 οὕτω] τω in lit. V αὐτήν] ἑαυτήν Sp. 4 a 5 εἴ] fortasse ἥ ἡ om. a Sp. 9 κοινά V1 (corr. V2 9.10 δέδεικται] cf. e. c. Metaph. B, 3. 998 b22 10 τὰ V²FBSLa Sp.: τῶν V¹ τὸ 12 pr. δὲ] δ in lit. V 13 εἰ γὰρ ἡ B2S²a Sp.: οὐ γὰρ εἰ VFB1S¹L: οὐ γὰρ ἡ G 13 post ἀλλήλοις interpungit Sp. 14 τὰ ἐν V²BS²a Sp. εἴδη V² Vict. S2 Sp.: ἤδη B: εἰ δὲ V¹GFS¹L: εἰ δὴ a εἴδους] δ in lit. V 14. 15 οὖ ἐστι V: Vict. Sp.: οὐκ ἔστι V¹GFSa 15 το V τούτῳ V2B: τοῦτο V¹GFSa Sp.: fortasse τούτου ὅ ἐστι V¹FS¹G¹L: οὖ ἐστι V2BS²aSp.: ὅτι στι G² 16 μὴν V²GFSB2a Sp.: μὴ V¹B1 οἷς add. V2ΒS²a οὐσία om. FL39 17 εἶδος ἐν BS2 Sp.: εἶδοσ οὖσα ἐν V1 οὖσα corr. in οὐσία, deinde del. V2) GFS1L, καὶ om. S1 οὐσίας τινός V2BS2a, Sp.: οὐσία τίσ V¹GFS¹L 18 ποιότητος V2S²a Sp.: ποιότης V¹GFS¹L τὰ add. V2B 20 τῷ V2B Vict. Sp.: τὸ V¹GFSLa 22 εἶναι αὐτὴν a Sp. 23 τὸ GFSLa Sp.: τῷ VB 24 ποιότητος VFB: ποιότης GL: ποιότητα Sa 27 ἔχει VBFS¹L: οὐκ ἔχει G: οὖν ἔχει S²a Sp. 28 ἔχει αὐτήν, ἣν (acc. et spir. supr ην in lit.) B: ἔχειν αὐτὴν ἣν V: ἔχει αὐτὴν GFL: αὐτὴν Sa: αὐτὴν ἔχει Vict. Sp.)