Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ αἱ οὐσίαι πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται· ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὔθ᾿ αἱ οὐσίαι πᾶσαι φθαρταί. οὐ πάντα δὲ φθαρτά, ὅτι ἀδύνατον τὴν κίνησιν φθαρτὴν εἶναι· ἀίδιος γάρ. εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν, γινόμενον ὑπό τινος, καὶ ἔκ τινος γίνεται, εἴη ἂν καὶ τὰ ἐξ ὧν ἡ κίνησις. ἃ εἰ μὲν οὕτως εἶχεν, ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν, τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς, ἦν ἂν καὶ κίνησις ἤδη, ἀλλ᾿ οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γενέσθαι, ὥστε τὸ μὲν ποιῆσαι, τὸ δὲ παθεῖν, καὶ γενέσθαι τὴν κίνησιν ἐξ αὐτῶν, οὕτω δὲ ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν. [*](1 θείοις tit. a Sp.: θεοῖσ V 2 α τῆς tit.: α περὶ a Sp. Ἀριστοτέλους περὶ tit. Sp. 4 ἐν τῇ] αὐτῇ a 5 βούλησιν] βουλὴν a Sp. 6 εἴη om. a 9 ἀντιπερίστασιν tit. Sp.: ἀντιπεριίσταται Va 11 ἐπι V τὸ om. tit. αὐτοῦ μόριον a Sp. 13 φθαρτὴ tit. a Sp.: φθαρτικὴ V 14 α τῆς tit. Vict. Sp. Ἀριστοτέλους ἐπὶ tit. Vict. Sp. εἰρημένης tit. Vict. Sp.: εἰρημένη V: om. a 19 συστήσαι τὸ Sp.: συστήσαιτο libri 20 primum caput legitur excerptum in Pseudo-Alexandri commentariis ad Arist. Metaph. Λ 6. p. 685, 29 Hayduck λαβὼν ὅτι ἡ οὐσία πρώτη τῶν ἄλλων (τοῦτο γὰρ δέδεικται) λέγει ὅτι· εἰ μὴ ἔστιν οὐσία ἀίδιος, ἀλλὰ πᾶσαι φθαρταί τα V 21 οὔθ᾿] οὐδ᾿ Sp. 22. 23 οὐ — ἀίδιος γάρ] ὅτι δὲ οὐ πάντα τὰ παρὰ τὴν οὐσίαν ἐστὶ φθαρτά, δῆλον. ἡ γὰρ κίνησις δέδεικται ὅτι ἀίδιος καὶ ἄφθαρτος Ps. Al. 23 πᾶν τὸ γινόμενον a Sp. 24 ἃ V Ps. Al.: ἀλλ᾿  GB2 (in lit.) SFLa Sp. 26 ἡ κίνησις Ps. Al. 27 ἐμποδῶν Va 29 alterum κίνησιν add. v. c. V: om. ex parte libri Ps, Al.)

3
ἀλλ’ ἡ κίνησις ἐν τῷ κινουμένῳ, ὥστε καὶ ἡ ἀίδιος ἐν τῷ ἀιδίως κινουμένῳ· οὐ γὰρ οἷόν τε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέγοι, ἀίδιον εἶναι κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν (ἡ γὰρ συνεχὴς ἑνὸς ὄντος τοῦ κινουμένου αὐτήν), ἔτι ἐνδεχόμενον ἔσται τὸ ἐπιλιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀίδιον ὂν τῆς εὐτάκτου τε καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη, ἀίδιον σῶμα τὸ τὴν ἀίδιον κίνησιν κινούμενον. ἀλλὰ μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων ἡ κυκλοφορία. τὸ ταύτην κινούμενον ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο· τὸ γὰρ ἀίδιον τῶν οὐκ ἀιδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον. ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου, τὸ δὲ κυκλοφορητικὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμψυχον· τὸ γὰρ τῶν σωμάτων ἁπόντων ἄριστον ἔμψυχον, τὸ δὲ κυκλοφορητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ τοῦτο ὂν καὶ τὸ κατὰ ψυχὴν κινούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ μὲν κατὰ ψυχὴν κινούμενον καθ᾿ ὁρμὴν κινεῖται, ἡ δὲ ὁρμὴ κατ᾿ ἔφεσίν τινος. ὥστε εἴη ἂν καὶ τὸ ἀίδιον σῶμα καθ᾿ ὁρμὴν καὶ κατ᾿ ἔφεσίν τινος κινούμενον. τοῦ δὲ καθ᾿ ὁρμὴν καὶ κατ᾿ ἔφεσιν κινουμένου δεῖ εἶναί τι, οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν, ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνεργείᾳ. πᾶν γὰρ τὸ κινητικόν τινος ἐνεργείᾳ τι ὂν κινεῖ, καὶ τὸ ἀεὶ καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασιν δυνάμεως. εἰ γὰρ ἔσται δυνάμει, οἷόν τε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι, μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἀλλὰ καὶ ἀκίνητον ἔσται. εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος. ἀλλ᾿ εἰ ἀκίνητον, ἀσώματον. πᾶν γὰρ σῶμα καθ᾿ ὃ σῶμα κινητόν. ἔσται τις ἀίδιος οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργείᾳ 〈αἰτία〉, οὖσα τῆς τοῦ κυκλοφορητικοῦ [*](1 ἀλλ᾿ —ἀιδίως κινουμένῳ] ἐπεὶ οὖν ἀίδιος ἡ κίνησις, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ τὸ εἶναι ἔχει, καὶ τὸ κινούμενον ἄρα τὴν ἀίδιον κίνησιν ἀίδιόν ἐστιν Ps. Al. 4 ἡ VB: εἰ FGLSa Sp. ἐστι coni. Sp. 5 αὐτὴν ἐστίν· ἔπειτα ἐνδ. Ps. Al. ἔσται τὸ] ἐστιν Ps. Al. ἐπιλιπειν V: ἐπιλείπειν B: ἀπολιπεῖν Ps. Al. 6 ὂν et τε om. Ps. Al. 7 ἀίδιον δὲ B2 pr. ἀίδιον] ἓν ἄρα καὶ ἀίδιόν ἐστι τὸ Ps. Al. κινούμενον σῶμα Ps. Al. 8 ταύτην ἄρα Sp.: ἄρα ταύτην Ps. Al. 9 pr. ἀίδιον] τὴν κίνησιν σῶμα ἀίδιον Ps. Al. ἀόριστον a τοῦτο om. a 10 τῶν κινήσεων Ps. Al. a Sp. 11 pr. ἕμψυχον] ἕμψυχον δὴ τοῦτο Ps. Al. pr. τὸ] τ in lit. V 13 δε, V 14 το V 15 καὶ τοῦτο ὃν καὶ τὸ VFGL (sed καὶ τὸ): καὶ τὸ B²S² a Sp.: καὶ διὰ τοῦτο οὖν καὶ τὸ Ps. Al. ψυχὴν ἄρα a Sp. γε] δὲ a Sp. τὸ μὲν] τὸ Ps. Al. a Sp. 16 κατὰ τὴν Ps. Al. a 17 κἂν Sp. alt. καὶ infra versum V 18 τοῦ B2 coni. Sp.: τὸ libri Ps. Al. κινουμένου B²S² a Sp.: κινουμένου VB1 Ps. Al. δεῖ VB1 Ps. Al.: ὄντος δεῖ B2S2 a Sp. εἶναι VB Ps. Al. coni. Sp.: δὲ εἶναι FGSLa 20 ἀεὶ ἄρα Ps. Al. καὶ ἄμοιρον a Sp. 22 ἔσται εἰ a Sp. post δυνάμει inserit οὐδεμία δὲ δύναμις, ὡς ἐν τῇ Περὶ οὐρανοῦ (I, 12) δέδεικται, ἐπ᾿ ἄπειρόν ἐστιν, εἰ οὖν ἔχει δύναμιν τοῦ μὴ εἶναι, ἔσται ποτὲ ἐνεργείᾳ μὴ ὄν, ὥστε Ps. Al. 23 post αὐτὴν inserit ἄμοιρον ἄρα παντάπασίν ἐστι δυνάμεως Ps. Al. 24 τούτῳ FGS Ps. Al. a Sp.: τοῦτο VBL τινος] τινος καὶ τοῦτο εἰς ἄπειρον Ps. Al. 25 ἐστι καὶ ἀσώματον Ps. Al. γαρ V 25. 26 ἔσται ἄρα ἀίδιος τις Ps. Al. 26 τις VB1: τις ἄρα FGSa Sp.: ἄρα τις B² ἐνεργείᾳ a Sp.: ἐνεργεια V: ἐνέργεια FBL αἰτία add. Ps. Al.)
4
σώματος ἀιδίου τε καὶ συνεχοῦς κινήσεως. κινηθήσεται δ᾿ ὑπ᾿ αὐτοῦ τὸ θεῖον σῶμα τῷ νοεῖν τὸ αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς ὁμοιώσεως αὐτοῦ. πᾶν γὰρ τὸ κινούμενον ὑπ’ ἀκινήτου τινὸς κεχωρισμένου τοῦτον κινεῖται τὸν τρόπον. ἡ δεῖξις κατὰ ἀνάλυσιν. οὐ γὰρ οἷόν τε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρων τε καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν ἀναλύσει χρω|μένους συστῆσαι τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα, καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐντεῦθεν ἂν δεικνύοιτο. κυρίως νοητὸν τὸ εἶδος. ἡ γὰρ ὕλη, οὐδὲν οὖσα τῶν ὄντων ἐνεργείᾳ, κατ᾿ ἀναλογίαν ἐστὶν νοητή, καὶ ὡς ὁ Πλάτων φησὶ νόθῳ λογισμῷ, τὸ δὲ εἶδος νοητὸν ἐνεργείᾳ τι ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ, ἢ τὸ ἐν ἄλλῳ τινί, ὅτι καὶ μᾶλλον, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὃν ἐνεργείᾳ· μάλιστα γὰρ νοητὸν τοῦτο τῷ τε μάλιστα εἶναι ἀεὶ ὃν ἐνεργείᾳ καὶ τῷ τῇ ἑαυτοῦ φύσει τὸ ἁπλοῦν νοητόν. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε νοητά, ὅταν ὁ νοῦς αὐτὰ χωρίσῃ τῶν ἐν οἷς ἐστι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ ἡ κινητικὴ τοῦ παντὸς οὐσία· μάλιστα αὕτη νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή· μάλιστα γὰρ ὀρεκτὸν τῇ αὑτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα. τοιοῦτον δὲ τοῦτο· τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἢ ἐν τῇ ὕλῃ. ἐν γὰρ τῷ ποιοῦντι μᾶλλον ἢ ἐν τῷ πάσχοντι, καὶ ἔστι πάσχον μὲν τὸ δυνάμει τι ὄν, ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν. καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἢ ἐν τῷ ἀορίστῳ· ἐν τῷ εἴδει τὸ καλὸν μᾶλλον, ἢ ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἢ ἔν τινι ἄλλῳ | τῶν γενῶν. διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστιν. καὶ τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὃν καὶ πλοῦν καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν μάλιστα. τοιαύτη δὲ οὖσα δέδεικται ἡ προειρημένη φύσις, κυρίως καὶ πρώτως αὕτη ὀρεκτή τε καὶ νοητή.

[*](1 συνεχοῦς] χ in lit. V ὑφ᾿ αὑτοῦ coni. Sp. 2 θεῖον] κυκλοφορητικὸν Ps. Al. τὸ αὐτὸ VB1: τε αὐτὸ FGB²S Ps, Al. a Sp.: fortasse τοῦτο: τε αὑτὸ coni. Sp. 3 ὁμοιώσεως] οἰκειώσεως Ps. Al. 3. 4 κεχωρισμένον Sp. 4 ἡ δὲ Ps. Al. post ἀνάλυσιν add. γέγονεν Ps. Al. 5 τῆς πρώτης ἀρχῆς VBSGL Ps. Al. a: τῆ πρώτη τῆς ἀρχῆς F: τῆς πρώτης Sp. 7 ἐκείνων Ps. Al. 8 κυκλωκινήσεως a 10 ἐνεργεία V Πλάτων] Tim. 52b νόθῳ B² Ps. Al. Vict. Sp.: τῷ libri 11 ἐνεργεια V 12 prius τὸ corr. ex τε V ἢ] καὶ καθ᾿ αὑτὸ ὄν, ἢ Ps. Al. τινι ὄν Ps. Al. μᾶλλον ἐστι Ps. Al.: fortasse μᾶλλον ⟨ἁπλοῦν⟩ τῇ om. a 14 alterum τῷ] τὸ a 14. 15 τὸ ἀπλοῦν νοητόν VGFS¹B¹L: τὸ ἁπλοῦν εἶναι καὶ ἁπλοῦν μάλιστα νοητόν S2 a: ἁπλοῦν εἶναι· τὸ γὰρ ἁπλοῦν μάλιστα νοητόν B²: τὸ μάλιστα ἁπλοῦν εἶναι καὶ μάλιστα νοητόν coni. Sp.: ἁπλοῦν καὶ νοητὸν εἶναι Ps. Al.: fortasse ⟨εἶναι⟩ τὸ ἁπλοῦν νοητόν 15 τότε εἰσὶ Ps. Al. a Sp. 15. 16 χωρίση BFS Ps. Al. a Sp.: χωρήση G: χωρίσαι V 16 ὥσπερ] ὡς περὶ B2 θεωρῇ τοιαύτη Ps. Al.: ἐνεργῇ τοιαύτη VBS² a Sp.: ἐνεργῆται αὕτη FGS¹L 17 μάλιστα αὕτη VB: μάλιστα αὐτὴ FGS¹L: μάλιστα ἄρα αὐτὴ S2B2 (sed αὕτη) a Sp.: λέγω δὴ χωριστὴ καὶ ἁπλῆ καὶ ἐνεργείᾳ αὕτη ἄρα μάλιστά ἐστι Ps. Al. 18 γὰρ VB Ps. Al. Sp.: γὰρ τὸ FGSa: γάρ τοι 21 μὲν om. Ps. Al. 22 ἐν δὲ τῷ εἴδ. a εἴδει ἄρα Ps. Al. 23 εἴδει GSB²FLa Sp.: ἰδίωι V: ἰδι/// B 24 τἄλλα a 26 κυρως ἄρα κοὶ Ps. Al. a)
5

Τὸ χρῶμα ὡρίσατο Ἀριστοτέλης πέρας τοῦ ὡρισμένου διαφανοῦς διαφανές. τοῦ γὰρ σώματος καθόσον μὲν σῶμα πέρας ἐπιφάνεια, καθόσον δὲ διαφανὲς χρῶμα. διὸ καὶ ἅμα ἐστὶ τὸ χρῶμα τῇ ἐπιφανείᾳ. ἐπεὶ γὰρ παντὸς σώματος ὡς σώματος πέρας ἐπιφάνεια, καὶ τὸ διαφανὲς δὲ σῶμά ἐστι, καὶ τούτου πέρας ὡς σώματος ἡ ἐπιφάνεια. ἔστι δὲ αὐτοῦ καὶ ὡς διαφανοῦς πέρας τὸ χρῶμα, καὶ ἅμα ἐστὶν αὐτοῦ τὰ πέρατα ἄμφω, εἴ γε πέρατα οὐκ ὄντα τὰ αὐτὰ ἀλλήλοις. πᾶν μὲν γὰρ χρῶμα ἐν ἐπιφανείᾳ γε καὶ σὺν ἐπιφανείᾳ, οὐ μὴν πᾶσα ἐπιφάνεια σὺν χρώματί, ὅτι μηδὲ πᾶν σῶμα διαφανὲς ὡρισμένον. τοῦ γὰρ διαφανοῦς σώματος τὸ μὲν ὡρισμένον, τὸ δ᾿ ἀόριστον. τὸ μὲν οὖν ἀόριστον διαφανές (ὁποῖά ἐστιν ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ), ὥσπερ οὐδὲ ἐπιφάνειαν οἰκείαν τε καὶ ὡρισμένην ἔχει (ὁρίζεται γὰρ τὰ ὑγρά τε καὶ ἀόριστα σώματα τοῖς περιέχουσιν), οὕτως οὐδ᾿ οἰκεῖον ἔχει χρῶμα, ἀλλ’ ἔστιν τῶν ἀλλοτρίων χρωμάτων διάκονόν τε καὶ δεκτικὸν ὥσπερ καὶ σχημάτων (καὶ εὐλόγως ἡ φύσις ἄχρουν ἐποίησεν τὸ διακονησόμενον τοῖς ἀλλοτρίοις χρώμασιν διαφανές, διαφανὲς μὲν ὅπως ᾖ δεκτικὸν χρωμάτων, ἀόριστον δὲ καὶ ἄχρουν, ὅπως μὴ τὸ οἰκεῖον αὐτοῦ χρῶμα τῇ μίξει τῇ πρὸς τὰ ὁρώμενα δι᾿ αὐτοῦ ἐμποδίζῃ τὴν ἀληθῆ μήνυσιν αὐτῶν), τὸ δ᾿ ἐν τοῖς ὡρισμένοις τε καὶ στερεοῖς σώμασιν, ὡς ὡρισμένον ἔχει τὸ ὡς σώματος σχῆμά τε καὶ πέρας, οὕτω δὲ καὶ τὸ ὡς διαφανοῦς, καὶ ἔστιν ὡς διαφανοῦς αὐτοῦ πέρας χρῶμα. τὸ γὰρ χρῶμα πέρας ὡρισμένου διαφανοῦς. οὔτε γὰρ πᾶν σῶμα διαφανές (οὐδὲ γὰρ πᾶν δεκτικὸν χρωμάτων), οὔτε πᾶν διαφανὲς ὡρισμένον. τὰ δὲ ἐν βάθει τῶν ὡρισμένων διαφανῶν οὕτως ἔχει χρῶμα ὡς ἐπιφάνειάν τε καὶ σχῆμα. καὶ τῶν διαφανῶν δὲ ὡρισμένων τὰ μὲν μᾶλλόν ἐστι, τὰ δ᾿ ἧττον τοιαῦτα. μάλιστα μὲν γὰρ διαφανῆ τὰ λαμπρά τε καὶ λευκὰ σώματα, ἧς φύσεώς ἐστι τὸ πῦρ (ξανθὸν γὰρ τῇ μίξει τοῦ καπνοῦ μέλανος ὄντος φαίνεται), δευτέρως δὲ καὶ τρίτως ἐστὶ διαφανῆ κατὰ τὴν πρὸς τοῦτο ἀπόστασιν, ὅσα δὲ μέλανα τῶν σωμάτων, ταῦτα, ὄντα ἐν στερήσει χρώματος, καὶ τῆς διαφανείας ἐστέρηται. ἐπεὶ γὰρ τῶν τε ὄντων τὸ χρῶμα καὶ τῶν ἐν ἄλλοις εἶναι πεφυκότων, εἶναί τι ἔδει καὶ σῶμα, ἐν ᾧ τὸ χρῶμα, καὶ ἔστι τοῦτο τὸ διαφανὲς σῶμα. ὕλη γὰρ τοῦτο προσεχὴς χρώματος, τὸ μὲν ἐνεργείᾳ διαφανὲς ἔχον αὐτὸ ἐνεργείᾳ, τὸ δὲ δυνάμει ὡς ὕλη ὃν δεκτι|κὸν τῶν τε [*](2 Ἀλριστοτέλης] de sensu 3. 439b11 ᾖ SB²LaSp.: ᾓ V: ἣ B1 4 ἐπεῖ] ἑπὶ coni. Sp. 6 ὡς VB: τοῦ FGSLa Sp. 8 χρῶμα Trendelenburg ad Arist. de de an. 7. 418a26: σῶμα VBSLa γε] τε coni. Sp. 14 χρωμάτων] σωμάτων a 17 ᾗ a 18 τ᾿ ἀορώμενα a 19 τοῖσ] τ supra versum V 20 δὲ Vict. Sp.: δεῖ VFLSa: δὴ in lit. B2 22 οὐδὲ γὰρ coni. Sp.: οὔτε γὰρ libri 24 ἔχει BGSFLa: ἔ| V (χει add. man. rec.) 26 ἧς φύσεως] τῇ φύσει, ὥς FGSL 33 δὲ δυνάμει FGLS1: δὲ δυναμισ (διαφανὲς m. rec. in mg.) V: δὲ διαφανὲς δύναμις B: δὲ διαφανὲς δυνάμει S2a)

6
ἐναντίων χρωμάτων ἀλλήλοις καὶ τῶν τούτοις μεταξύ. καὶ ἐν παντὶ σώματι χρῶμα ἔχοντι ἢ ὄντι χρώματος δεκτικῷ ἐστι μεμιγμένη καὶ ἡ τοῦ διαφανοῦς φύσις. ἐν οἷς μὲν οὖν σώμασιν, οὖσι διαφανέσιν ἔχουσί τι διαφανὲς ἐν αὑτοῖς, τὸ πέρας φανερόν ἐστι καὶ ὡρισμένον (ἔστι δὲ ἐν τοῖς στερεοῖς τοῦτο), ἔστιν ἐν τούτοις καὶ χρῶμα φανερόν τε καὶ οἰκεῖον, καὶ ἔστιν ἐν μόνοις τούτοις κυρίως λεγόμενον χρῶμα, καὶ μᾶλλον ἐν οἷς τὸ μᾶλλον. τὸ δὲ ἀόριστον διαφανὲς οὐδὲν μὲν οἰκεῖον οὐδ᾿ ὡρισμένον ἔχει χρῶμα τῷ διὰ μανότητα μηδὲν κατέχειν τε καὶ στέγειν δύνασθαι, τῷ δ᾿ ἀλλοτρίων χρωμάτων γίνεσθαι δεκτικόν τε καὶ διάκονον οὐδὲν μὲν αὐτῶν παθητικῶς ἀναλαμβάνει, κινούμενον δ᾿ ὑπ᾿ αὐτῶν κατὰ τὴν παρουσίαν τε καὶ ποιὰν σχέσιν πρὸς ταῦτα τῶν ἐχόντων χρῶμα οἰκεῖον σωμάτων, ἔστ᾿ ἂν ᾖ ὁρᾶσθαι αὐτῷ διὰ τῆς κινήσεως τῆς γινομένης ὑπὸ τῶν ἐκείνοις ὄντων χρωμάτων ἐν αὐτῷ, διακονεῖσθαι τοῖς τῶν ζῴων ὁρατικοῖς ὡς ἀντιλαμβάνεσθαι δι᾿ αὐτοῦ τῶν χρωμάτων, τοῦτο δὲ ποιεῖν οἷον τε τὸ διαφανὲς ἐφ᾿ ᾧ τι ὑφ᾿ οὗ πρώτου κινουμένῳ ἐν αὐτῷ ὑπὸ παρουσίας τῶν φωτίζειν φύσιν ἐχόντων πάσχον καὶ δεχόμενον αὐτὸ ὡς οἰκεῖον χρῶμα. οὐδὲ γὰρ οὐδὲ τοῦτο οἰκεῖον αὐτοῦ χρῶμα, ἀλλ᾿ ἔστ᾿ ἂν μὲν αὐτῷ παρῇ τὸ φωτίζειν πεφυκός, ἔχει τὸ φῶς, ἀπελθόντος δὲ καὶ τὸ ἐν τούτῳ |φῶς πέπαυται. ἔστ᾿ ἂν οὖν ᾖ πεφωτισμένον καὶ τὰς τῶν ἄλλων χρωμάτων ποιότητάς τε καὶ διαφορὰς ὁμοίως δεχόμενον, ὡς καὶ τὸ φῶς, διάκονον γίνεται ταῖς ὁρατικαῖς αἰσθήσεσιν οὔσαις καὶ αὐταῖς ἐξ ὁμοίως διαφανοῦς σώματος διὰ τοῦ γινομένου πάθους ἐν ταῖς ὄψεσιν ὑπὸ τοῦ ἐκτὸς ὄντος αὐτῶν διαφανοῦς κινουμένου τὸν προειρημένον τρόπον ὑπὸ τῆς παρουσίας τῶν χρωμάτων. ὡς δ᾿ ἐν τῷ ἀορίστῳ διαφανεῖ καὶ διὰ μανότητα μηδὲν χρῶμα παθητικῶς ἀναλαμβάνοντι ἡ μὲν παρουσία τοῦ φωτίζειν πεφυκότος φωτὸς αἰτία, ἡ δ’ ἀπουσία σκότους, οὕτω καὶ ἐν τοῖς ὡρισμένοις σώμασιν ἡ μὲν πλείων μῖξις καὶ παρουσία τοῦ μάλιστα διαφανοῦς σώματος (τοιοῦτον δέ, οὗ ἐστι τὸ λευκὸν οἰκεῖον χρῶμα· μάλιστα γὰρ τοῦτο χρῶμα καὶ μάλιστα ὁρατὸν) τοῦ τε μᾶλλον κεχρῶσθαι τοῖς σώμασιν αἰτία καὶ τοῦ μᾶλλον ὁρατοῖς εἶναι, ἡ δὲ παντελὴς ἀπουσία τούτου τοῦ μέλανος αἰτία, ὃ στερήσει χρώματος ἔοικε μᾶλλον ἢ χρώματι, τὰ δὲ μεταξὺ χρώματα κατὰ τὴν ποιὰν μῖξιν τῶν τε διαφανῶν καὶ τῶν μὴ τοιούτων ἔχει τὴν γένεσιν καὶ τήν γε διαφοράν. ἔστι δὲ τῶν ἁπλῶν σωμάτων μάλιστα μὲν τὸ [*](1 ἀλλήλοις ⟨ἀντικειμένων⟩ Vict. Sp. μεταξυ V 3 fortasse 〈ἢ〉 ἔχουσί 4 αὐτοῖσ V 8 διαφανότητα a τῶν B² 9 γινόμενον B² μὲν Supra v. V 10 κινούμενον corr. ex κοινούμενον V 11 fortasse τοῦτο scil. τὸ ἀόρ. διαφ. σωμάτων om. a Sp. 12 αὐτῷ] fortasse αὐτὰ 13 fortasse διακονεῖται 14 διαυτοῦ V1 οἷόν τε τὸ FG: οἷον τὸ SLa: οἵοιτο V1B: οἴοιτο V2 15 ἐφ᾿ ᾧ τι ὑφ᾿ οὗ πρώτου VFG (ἐν φωτὶ G²) B: ἐφ᾿ τι πρώτῳ LSa: ἐν φωτὶ πρώτῳ Vict. Sp.: temptavi πεφωτισμένον· οὗ πρώτου γινομένου ἐν αὐτῷ ὑπὸ παρουσίας κτλ. ἐν αὐτῷ om. SLa Sp. 16 φύσιν] ύ s. v. V 17 οικεῖον V 18 το V 20 δεχομενον V το V 22 γινουμένου V 23 αὐτῶν scripsi: αὐτῷ libi: αὐτοῖς Vict. Sp. 24 δ’ om. a μανότητα corr. ex μονότητα V 26 σκότους] σκότος a: σκότου Vict. Sp. 29 κεχρῶσθαι FGSLa: κεχωρίσθαι VB 33 γε om. a Sp. ἔτι γε a το V)
7
πῦρ ὁρατόν τε τῇ αὑτοῦ φύσει καὶ οὕτως διαφανὲς ὡς προεῖπον (τοιοῦτόν ἐστιν, ὡς καὶ φωτίζειν δύνασθαι τὸν ἀέρα καὶ παρέχειν αὐτῷ τὴν καθό ἐστι τελειότητα· τὸ γὰρ φῶς ἐντελέχεια καὶ εἶδος τοῦ ἀορίστου διαφανοῦς διαφανές), ἥκιστα δὲ τοιοῦτον ἡ γῆ. τῇ δὲ τούτων ποιᾷ μίξει πρὸς ἄλληλα καὶ τῇ τῶν γεννωμένων ἐκ τῆς τούτων μίξεως ἡ τῶν χρωμάτων τῶν παρὰ τὰ πρῶτα (πρῶτα δ’ ἐστὶν ἐν τοῖς ἁπλοῖς καὶ πρώτοις σώμασιν) γένεσίς τε καὶ διαφορά. ὡς γὰρ ἐπὶ τῆς ὀσμῆς τὰ μὲν ἐν αὑτοῖς τὴν ὀσμὴν ἔχει, ὅσα τοιαύτην ἔχει τὴν γένεσιν καὶ τὴν σύστασιν, ὁποίαν φαμὲν εἶναι τὴν ὀσμῆς γεννητικήν, τὸ δέ τί ἐστιν ἄοσμον μὲν καθ’ αὑτό, δεκτικὸν μέντοι καὶ μηνυτικὸν τῶν ὀσμῶν τῶν ἐν ἄλλοις (δίοσμον καλεῖται), οὕτως καὶ χρῶμα μὲν ἔχει τὰ ὡρισμένα διαφανῆ (αὕτη γὰρ φύσις χρώματος), δεκτικὸν δ’ ἐστὶ καὶ διάκονον χρώματος τὸ ἄχρουν καὶ κατὰ τὴν αὑτοῦ φύσιν, ὅπερ ἐστὶ τὸ ἀόριστον διαφανές. ὡς οὖν ἐρωτηθέντες, τί ποτ’ ἐστὶν ἐπιφάνεια, λέγομεν στερεοῦ πέρας, οὕτως καὶ περὶ χρώματος ἐρωτώμενοι τί πότ᾿  ἐστιν, εὐλόγως ἂν λέγοιμεν αὐτὸ πέρας διαφανοῦς ὡρισμένου, ἐπεὶ ὃν λόγον ἔχει ἐπιφάνεια πρὸς τὸ ὡρισμένον σῶμα, τοῦτον ἔχει τὸν λόγον χρῶμα πρὸς τὸ διαφανὲς τὸ ὡρισμένον.

Ἄμεινον τέτακται τοῦτο τὸ πρόβλημα ἐν τῷ ἐπιγραφομένῳ ‘Λέξεών τινων ἐκ τοῦ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ ἐξήγησις καὶ ἐπιδρομή’.

Οἱ ὁρισμοὶ τῶν μὲν καθέκαστα οὐκ εἰσίν, ὅτι ταῦτα μετὰ συμβεβηκότων τινῶν τὸ εἶναι τοιαῦτα ἔχει καὶ οὐκ ἀεὶ τῶν αὐτῶν, ἀλλὰ μεταπιπτόντων, καὶ αἰσθήσεων μᾶλλον, ἢ λόγου δηλώσοντος αὐτὰ δεομένων (ἀλλ᾿ οὐδὲ κοινοῦ τινος τῶν καθέκαστα κεχωρισμένου καὶ ὄντος ἀσωμάτου τινὸς φύσεως καὶ ἀιδίου· πῶς γὰρ ἂν εἴη δίπουν ἀσώματόν τι, ἢ πῶς θνητὸν ἀίδιον; λέγομεν δὲ ὁριζόμενοι τὸν ἄνθρωπον ποτὲ μὲν ζῷον πεζὸν δίπουν, ποτὲ δὲ ζῷον λογικὸν θνητόν), ἀλλ᾿ εἰσὶν οἱ ὁρισμοὶ τῶν ἐν τοῖς καθέκαστα κοινῶν, ἢ τῶν καθέκαστα κατὰ τὰ ἐν αὐτοῖς κοινά. ἐν γὰρ τοῖς καθέκαστα τὰ μέν ἐστιν ἴδια καὶ καθέκαστά ἐστι, τὰ δὲ κοινὰ καὶ πρὸς ἄλληλα, ἃ ἐν πᾶσιν, οἷς ἂν ᾖ κοινά τε ὄντα καὶ ἀδιάφορα καὶ κατὰ τὴν αὑτῶν φύσιν, τοῦ ὁμοίας τε καὶ τῆς αὐτῆς φύσεως εἶναι πάντα τὰ ἔχοντα αὐτά ἐστιν αἴτια. τὸ γὰρ ζῷον λογικὸν θνητόν, εἰ μὲν λαμβάνοιτο [*](2 δ᾿ ἐστίν B2 παρέχειν FGB²S (corr. ex πάσχειν) a Sp.: παρέχει VB1 3 fortasse ἐστι ⟨διαφανὲς⟩ 4 ᾗ corr. ex, ᾒ V ποιῷ a ποιᾷ—τῶν om. S 5 καὶ τῇ τῶν γεννωμένων VLG: καὶ τί τῶν γεννωμένων F: καὶ τῇ τῶν γινομένων B Vict.: καί τι τούτων γινομένων S2 a ( γεννωμένων punctis notatum S1) 7 αὐτοῖσ V 9 ὁποίαν corr. ex ὁποῖαν V: ὁποία a ὀσμῆς V² Vict. Sp. B: ὀσμὴν V1FGLa: ὁρμὴν S γενητικὴν a 10 δίοσμον VF: διὸ ἄοσμον V1 (γρ) GLBSa Sp.: fortasse διὸ δίοσμον 12 alterum καὶ om. a Sp. 13 αὐτοῦ V 15 πέρας FGSLa Vict. Sp.: περὶ V 17 τοῦτον] ν s. v. V 23 αἰσθήσεως a Sp. δηλώσαντος corr. in δηλώσοντος V1 25 ἀιδίου] ου in lit. V 27 λογικον V 29 ἐστι om. 30 ἃ ἐν scripsi: ἅπερ ἐν B²S²a Sp.: ἐν libri 31 καὶ post ἀδιάφορα del B2 ὁμοίας] ὅμοια B2)

8
μετὰ τῶν ὑλικῶν περιστάσεών τε καὶ διαφορῶν, μεθ᾿ ὧν ἡ ὑπόστασις αὐτῶν, αἵ εἰσιν ἄλλου ἄλλαι, ποιεῖ τὸν Σωκράτη καὶ τὸν Καλλίαν καὶ τοὺς καθέκαστα ἀνθρώπους, εἰ δὲ χωρὶς τούτων λαμβάνοιτο, κοινὸν γίνοιτο, οὐχ ὅτι μὴ ἔστιν ἐν ἑκάστῳ τῶν καθέκαστα ἀνθρώπων (μετὰ τούτων γὰρ τὰ ἴδια τῶν καθέκαστά ἐστιν), ἀλλ᾿ ὅτι ἐστὶν ἐν πᾶσιν τὸ αὐτό. τοῦ δὴ τοιούτου καὶ οὕτω κοινοῦ, διόπερ πολλοῖς τῶν καθέκαστα ταὐτόν, οἱ ὁρισμοί. διὸ οὔτε ἀσωμάτου τινὸς φύσεως καὶ τῶν καθέκαστα κεχωρισμένης οἱ τῶν τοιούτων ὁρισμοί. τοῦ γὰρ ἀνθρώπου ὁρισμός, τὸ ζῷον πεζὸν δίπουν, κοινόν ἐστιν, ἐν πᾶσιν ὃν τοῖς καθέκαστα ἀνθρώποις ὁλόκληρον ἐν ἑκάστῳ, κοινὸν τῷ ἐν πλείοσιν εἶναι τὸ αὐτό, ἀλλ᾿ οὐ τῷ μέρους αὐτοῦ μετέχειν ἕκαστον. ἕκασκος γοῦν τῶν ἀνθρώπων ζῷον πεζὸν δίπουν ἐστί. διὸ οὐδὲ τῶν κοινῶν ὡς κοινῶν οἱ ὁρισμοί, ἀλλὰ τούτων, οἷς κοινοῖς καθ᾿ ἑκάστην φύσιν εἶναι συμβέβηκεν. καὶ γὰρ ἑνὸς ὄντος ἐν ὑποστάσει ἀνθρώπου μόνου ὁ αὐτὸς τοῦ ἀνθρώπου λόγος· οὐ γὰρ διότι ἐν πολλοῖς ἐστιν οὗτος ὁ λόγος αὐτοῦ, ἀλλὰ διότι κατὰ τὴν τοιαύτην φύσιν ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, εἴτε πλείους εἶεν κεκοινωνηκότες τῆσδε τῆς φύσεως εἴτε μή. λέγονται δὲ τῶν νοημάτων καὶ τῶν κοινῶν οἱ ὁρισμοί, ὅτι νοῦ τὸ χωρίσαι τὸν ἄνθρωπον ἀπὸ τῶν σὺν οἷς ὑφέστηκεν ἄλλων καὶ καθ’ αὑτὸν λαβεῖν, ὁ δὲ τοῦ ὑφεστῶτος μὲν μετ᾿ ἄλλων, νοουμένου δὲ χωρὶς 2o ἐκείνων καὶ ἄλλων καὶ οὐχ ὡς ὑφέστηκεν ὁρισμὸς νοήματος εἶναι δοκεῖ καὶ κοινοῦ, ὅτι χωρὶς τῶν συμβεβηκότων τὸ τοιοῦτον ἐν ἑκάστῳ νοούμενον κοινόν τί ἐστι καὶ ἐν πλείοσι ταὐτόν. ἄφθαρτα δὲ τὰ κοινὰ τῇ τῶν καθέκαστα ἐν οἷς ἐστιν ἐκ διαδοχῆς ἀιδιότητι, τοῦ γὰρ ἐν τῇ τῶν καθέκαστα γενέσει πάντων ὁμοίου τε καὶ ταὐτοῦ μένοντός ἐστι. τοιαῦτα γὰρ τὰ κοινά, οὐκ ἐν τοῖς συνυπάρχουσιν ἀλλήλοις τῶν καθέκαστα μόνοις ὄντα καὶ διὰ τοῦτο ὄντα κοινά, ἀλλ᾿ ἐν πᾶσι τοῖς ὁμοειδέσιν. διὸ καὶ οὐδὲν κε|κώλυται θνητόν τι ὃν ἀίδιον εἶναι· θνητὸν γὰρ ὃν ὡς καθέκαστα ἀίδιόν ἐστιν.