De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὥστε καὶ τοῦτο ψεῦδος τὸ λέγειν διὰ τῆς τοῦ μεταξὺ ἀέρος συνεντάσεως τὸ ὁρᾶν γίνεσθαι.

ἔτι τὰ ἔνυδρα πῶς οἷόν τε ὁρᾶν, εἴπερ μή ἐστιν ἐν τῷ ὕδατι ἀήρ;

εἰ δὲ φήσουσιν καὶ ἐν ἐκείνοις εἶναι ἀέρα, πῶς οὐκ ἐκπυρηνίζεται οὗτος ἐκ τοῦ ὕδατος ἐπιπολάζειν αὐτῷ πεφυκώς;

ἔτι εἰ τὸ φῶς σῶμα ὃν καὶ δι᾿ ὕδατος καὶ διὰ τῶν ἄλλων κεχωρηκέναι λέγουσιν, δῆλον ὡς, ἂν φανῇ τὸ φῶς μὴ ὃν σῶμα.

κενὸς ὁ λόγος ἂν εἴη.

εἰ γάρ, διότι σῶμα, ἐπέρεισις αὐτῷ γίνεται, ἂν μὴ σῶμα ἡ, δῆλον ὅτι οὐκ ἐπερεισθήσεται.

ἔτι πῶς οὐ συγκρίνεται τῇ τοῦ ὕδατος ψυχρότητι τὸ φῶς τοῦτο καὶ παύεται τοῦ φῶς εἶναι, εἴπερ διακρίσει φῶς ἐστιν;

ἔτι καὶ ἐν τοῖς πάγοις ἐχρῆν ἧττον φῶς γίνεσθαι, καθάπερ καὶ ἀλέαν.

τὸ γὰρ μὴ συγκρίνεσθαι τὸ πνεῦμα ὕδατος συγκρινομένου καὶ κρυστάλλου γινομένου παράλογον, εἰ γέ ἐστιν ἀὴρ διακρινόμενος τὸ φῶς.

τοῦ γὰρ ὕδατος συγκρινομένου καὶ πηγνυμένου τὸν ἀέρα εὐπαθέστερον ὄντα μὴ [*](5 τὰ] fortasse τὸν 7 κατ᾿ ἀντικρὺ a: κατ᾿ ἄντικρυ V 8 τοῦ δῶ V: τοῦ μὴ δὲ a 8—9 ἀέρος usque ad τῶν οἰκημάτων om. a 13 ἀλεεινότερον K: ἀλαιεινότερον Va 17 ἐκτείνειν Ka 19 ἡμῖ V 20 τὰ V: τε Ka μὲν om. K 23 ὅτι V: ἄρα Ka οὐ om. Ka 30 πεφυκώς K: πεφυκῶς a: πεφυκός V 34 τοῦ om. a 36 ἀλαίαν Va κρυστάλον a)

133
λέγειν συγκρίνεσθαι παράλογον.

ὁρῶμεν δὲ καὶ τὴν φλόγα πάσχουσάν τι ὑπὸ τῶν πάγων.

καὶ πρὸς τοὺς λέγοντας δὲ ἐν τῇ χιόνι φωτοειδές τι πνεῦμα ἀπειλῆφθαι καὶ τοῦτο τῆς λευκότητος αἴτιον εἶναι ῥητέον·

πῶς οὐ συγκρίνεται τοῦτο ὑπὸ τῆς ψυχρότητος;

ἔτι πῶς μετὰ τὴν κλάσιν ἤτοι τὴν ἀπὸ τοῦ κατόπτρου ἢ τὴν ἀπὸ τῶν διαφανῶν ἔτι τὸ τῆς ἐπερείσεως σώζεται;

ζεται;

οὐδὲ γὰρ ἐπὶ βακτηρίας τοῦτο δυνατόν·

πάντα γὰρ τὰ κεκλασμένα, ὥσπερ τὰ πηρὰ σώματα πρὸς τὰς ἐνεργείας, κἀκεῖνα πρὸς τὰς ἐπερείσεις ἐκλύεται.