De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὕτως ἐστὶν ἰσχυρόν.

εἰ δέ ἐστιν ἀσθενέστερον τοῦ μεθημερινοῦ φωτός, ἐχρῆν τοσούτῳ μᾶλλον νύκτωρ μὲν καὶ σκότους ὁρᾶν, ἡμέρας δὲ μή.

τὸ γὰρ ἧττον ἀεὶ φῶς ὑπὸ τοῦ λαμπροτέρου φωτὸς μαραίνεται·

οὕτως γοῦν καὶ λάμπει ἔνια νυκτός, τῆς ἡμέρας δὲ ἐπισκοτεῖται τὸ λάμπον αὐτῶν, ὡς ὀστέα τινὰ καὶ κεφαλαὶ ἰχθύων καὶ αἱ πυγολαμπίδες λεγόμεναι.

ἔτι πῶς, εἰ ἀσθενές ἐστι τὸ ἐκπεμπόμενον, ἅμα πολλῶν εἰς ταὐτὸ συνελθόντων σκότους, τί δή ποτε οὐχ ἱκανὸν γίνεται τὸ ἐκ πάντων μιχθέν, ὥσπερ καὶ τὸ ἀπὸ λύχνων πλειόνων φωτίζει πλέον, ὧν ἕκαστος οὐκ ἦν αὐτάρκης, φωτίζειν τοσοῦτον;

ἔτι εἰ τὸ φῶς ὁρατόν ἐστιν, πῶς τὰς ἀλλήλων ὄψεις οὐχ ὁρῶμεν οὔτε ἡμέρας οὔτε ἐν σκότῳ;

εἰ δὲ μήτε ἀήρ ἐστι τὸ ἐκπεμπόμενον μήτε φῶς, λείπεται πῦρ εἶναι.

εἰ πῦρ ἐστιν, εἴη ἂν θερμόν τε καὶ καυστικόν.

οὐκ ἔστι δέ·

ὥστ᾿ οὐδὲ πῦρ.

εἰ γὰρ μὴ καυστικόν, φῶς πάλιν ἐροῦσιν.

τί δή ποτε ἔσται τοῦτο τὸ φῶς;

πυρὸς μὲν γὰρ ἀπόρροια οὐκ ἔστιν, ὡς οἴονται·

καὶ γὰρ ἄλλα τινὰ φωτίζει οὐκ ὄντα πῦρ.

ἔτι εἰ πῦρ ἐστι τὸ ἐκπεμπόμενον, πῶς οὐκ ἀποσβεσθήσεται ἐν ὕδατι;

ὁρῶμεν δὲ καὶ ἐν ὕδατι, ὁρᾷ δὲ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα.

ἔτι εἰ πῦρ τὸ ἐκπεμπόμενόν ἐστι, κατὰ φύσιν ἂν εἴη αὐτῷ ἡ εἰς τὸ ἄνω κίνησις.

ὥστε ἐχρῆν ἡμᾶς μὴ ὁμοίως ὁρᾶν ἄνω τε καὶ κάτω ὁρῶντας, ἀλλὰ ἄνω μὲν ῥᾷον, κάτω δὲ βιαζομένους καὶ μόγις.

ἔτι εἰ δι᾿ ἀκτίνων τὸ ὁρᾶν, ἁφή τις ἡ ὄψις ἔσται καὶ κατὰ ἁφὴν ἡ τῶν ἀκτίνων ἀντίληψις.

εἰ δὲ αἱ ἀποτεινόμεναι ὄψεις αἰσθητικαί εἰσιν, διὰ τί οὐχὶ καὶ θερμοῦ καὶ ψυχροῦ αἰσθάνονται;