De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰδοποιεῖ γὰρ τὸ μὲν θερμὸν καὶ ξηρὸν τὸ πῦρ, τὸ δὲ ξηρὸν καὶ ψυχρὸν τὴν γῆν, τὸ δὲ ψυχρὸν καὶ ὑγρὸν τὸ ὕδωρ, τὸ ἄρα θερμὸν καὶ ὑγρὸν εἰδοποιήσει τὸν ἀέρα.

ἔτι οὗ ἡ γένεσις διὰ θερμοῦ, τοῦτο θερμὸν τῇ αὐτοῦ φύσει.

τῷ δὲ ἀέρι γένεσις ἐξ ὕδατος διὰ θερμοῦ γίνεται.

θερμαινόμενον γὰρ τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλει.

ἀλλὰ καὶ ὅσον ἐκ γῆς εἰς ἀέρα μεταβάλλει, θερμαινομένης τρέπεται καὶ μεταβάλλει.

ὥστε θερμὸς ὁ ἀὴρ τῇ αὐτοῦ φύσει.

ἔτι εἰ κατὰ τὸ σύμβολον ἡ μεταβολὴ τοῖς στοιχείοις εὐκολωτέρα γίνεται εἰς ἄλληλα καὶ ἔστι τοῖς τρισὶν κοινόν τι σύμβολον ἄλλῳ πρὸς ἄλλο, εἴη ἂν καὶ τῷ ἀέρι καὶ τῷ πυρὶ κοινὸν σύμβολον.

οὐδὲν δὲ ἄλλο δύναται, ἢ θερμόν.

θερμὸς ἄρα ὁ ἀήρ.

ἔστι δὲ σύμβολον τὸ κοινὸν γῇ μὲν καὶ ὕδατι τὸ ψυχρόν, πυρὶ δὲ καὶ γῇ τὸ ξηρόν, ὕδατι δὲ καὶ ἀέρι τὸ ὑγρόν, πυρὶ δὲ καὶ ἀέρι τὸ θερμόν.

Εἰ κατὰ ἀκτίνων ἔκχυσιν καὶ πρόπτωσιν τὸ ὁρᾶν, δῆλον ὅτι σώματα αὖται.

οὐδὲ γὰρ οἶόν τε ἄλλως κινηθῆναι αὐτὰς καὶ προελθεῖν.

τοῦτο δὴ τὸ σῶμα τὸ τῶν ἀκτίνων πότερον ἀήρ ἐστιν ἢ φῶς ἢ πῦρ;

καὶ πότερον συνεχές ἐστιν, ἢ διῃρημένον;

καὶ εἰ συνεχές, πότερον ἐκπίπτει τοιοῦτον, ἢ ἐκπίπτει μὲν διῃρημένον, ἐκπεσὸν δὲ συμφύεται καὶ γίνεται συνεχές;

πάντα γὰρ ταῦτα ἄτοπα.

εἰ μὲν οὖν ἀήρ ἐστι, τί δεῖ αὐτὸν ἐκπεσεῖν, ὄντος γε καὶ ἔξω ἀέρος;

εἰ δὲ φῶς καὶ οἷον ἀὴρ διαυγής (τοιοῦτον γάρ τι τὸ φῶς εἶναι οἰόμεθα), καὶ οὕτως μὲν περίεργος ἡ ἔκπτωσις, ὄντος γε καὶ ἔξω φωτός.

καὶ γὰρ οὐδὲ ἄνευ τοῦ ἔξω δυνατὸν ὁρᾶν ἐστιν.

εἶτα διὰ τί νύκτωρ καὶ σκότους οὐχ ὁρῶμεν;