De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Εἰ τὰ τέσσαρα σώματα ἀεὶ μετ᾿ ἀλλήλων μέμικται καὶ καλεῖται ἕκαστον αὐτῶν τόδε τι ἀπὸ τοῦ πλεονάζοντος ἐν αὐτῷ, μὴ δύναται δὲ κατ᾿ ἰδίαν τι αὐτῶν ληφθῆναι διὰ τὸ εἶναι γῆς μὲν ἴδιον τὸ ἀντιτυπές, πυρὸς δὲ τὸ ὁρατόν, τῶν δὲ ἄλλων ἑκάστου ἄλλο τι, καὶ διὰ τοῦτο ἕκαστον αὐτῶν πλείοσιν αἰσθήσεσιν αἰσθητὸν εἶναι, καθόσον κεκοινώνηκεν καὶ τῶν ἄλλων (καὶ γὰρ τὸ πῦρ ἁπτὸν καὶ ἀντιτυπές, διότι γῆν ἔχει, καὶ ἡ γῆ ὁρατόν.

διότι πῦρ ἐστιν ἐν αὐτῇ), τί ποτε ἐροῦσιν ἴδιον εἶναι σώματος καὶ τίνα τὸν λόγον ἀποδώσουσιν τοῦ κοινοῦ καὶ φυσικοῦ σώματος, καθὸ σῶμα;

εἰ γὰρ μή ἐστι παντὸς σώματος ἡ ἀντιτυπία μηδέ ἐστιν ὁ λόγος αὐτοῦ τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας (τοῦτο γὰρ ἴδιόν φασι τῆς γῆς), τίς ὁ τοῦ κοινοῦ σώματος λόγος;

δεῖ γὰρ εἶναί τινα, εἴ γε τῶν γενῶν ἐστίν τις λόγος καὶ ἄλλος τις παρὰ τὸν τῶν εἰδῶν ἑκάστου.

ταύτῃ γὰρ τὸ γένος τῶν ὁμωνύμως λεγομένων διαφέρει.

ἔτι, εἰ διὰ τοῦτο ὁ ἀὴρ ἁπτός, ὅτι γῆς ἔχει, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀντιτυπίαν ἔχων πάνυ τι, διότι ἔλαττον ἔχει γῆς, τί δή ποτε, ἐπειδὰν ἀσκὸν πνεύματος πληρώσῃ τις, ἀντιτυπεῖ τότε μᾶλλον;

δεήσει γὰρ αὐτοὺς λέγειν γῆς τότε πλεῖον τὸ πνεῦμα μετειληφέναι, εἴ γε παρὰ τῆς γῆς ἡ ἀντιτυπία.

εἰ δέ, ὅτι μὴ χεῖσθαι δύναται συγκεκλειμένος, διὰ τοῦτο ἔχει τὴν ἀντιτυπίαν, οὐ παρὰ τὸ πλέον ἢ ἔλαττον ἔχειν γῆς τὸ ἀντιτυπὲς αὐτῷ, ἀλλὰ παρὰ τὴν οἰκείαν φύσιν.

ὁ γὰρ αὐτὸς μένων ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον ἀντιτυπεῖ, ὥστε παρ᾿ ἄλλο τι ἡ ἀντιτυπία.

ἔτι, εἰ εἰς ἄλληλα τὰ σώματα μεταβάλλει ταῦτα, κοινῆς ὕλης ὑποκειμένης αὐτοῖς, καὶ ἔστι κατὰ τὸ εἶδος ἐναντίωσιν ἔχοντα πρὸς ἄλληλα, καὶ ἀεὶ τὸ ἐπικρατοῦν μεθίστησιν εἰς τὴν οἰκείαν φύσιν τὸ κρατούμενον, τί δή ποτε ἐπὶ μὲν τῶν ἔξω κεχωρισμένων τὰ παρακείμενα ἀλλήλοις τὰ ἐλάττονα ὑπὸ τῶν πλειόνων, εἰ εἴη ἐναντία, φθείρεται, ἐνυπάρχοντα δὲ ἑκάστῳ τὰ ἐλάττονα ἐν τοῖς μείζοσιν καὶ διὰ τοῦτο λεγομένοις τόδε τι εἶναι, ἀπὸ τοῦ πλεονάζοντος οὐ φθείρεται τὴν αὑτῶν φύσιν;

τοῖς γὰρ οὕτως λέγουσιν συμβήσεται κατὰ τὰς ὁμοιομερείας τὰς Ἀναξαγόρου τὴν γένεσιν κατὰ σύγκρισιν καὶ ἔκκρισιν τῶν στοιχείων λέγειν, οὐ κατὰ μεταβολήν.

ἔτι, εἰ πᾶν τὸ λαμβανόμενον τὰ τέτταρα ἐν αὐτῷ ἔχει, καὶ μὴ δυνατὸν εἰλικρινές τι ληφθῆναι, ἐπ᾿ ἄπειρον ἡ πρόοδος ἔσται ἀεὶ τοῦ λαμβανομένου καὶ ἀφαιρουμένου [*](1 τὸ ante ὑποκείμενον om. Ka 5 τεσσάρων a ut solet 9 ἀντιτυπές a: ἄντιπες V 13 ἐν αὐτῷ a 18 ὁμονύμως a 22 τότε om. a πλέον a πνεῦμα τότε a 23 συγκεκλεισμένα a 30 ἔξω V: ἄλλων a 31 εἴη] εἰ in lit. V 33 αυτῶν V: αὐτῶν a 36 αὐτῷ?)

126
τῶν τεττάρων κεκοινωνηκότος.

εἰ γάρ, ὅτε ἐκπίπτει τὴν αἴσθησιν διὰ σμικρότητα, τότε ἐροῦσιν αὐτὰ εἰλικρινῆ λαμβάνεσθαι, οὐκ ἔτ᾿ ἔσται μεμιγμένα πάντα.

ἔτι εἰ καὶ μηκέτι ὁρώμενον ἔτι μέμικται πυρί, οὐ διότι ὁρατόν ἐστιν, διὰ τοῦτο πυρὸς ἔχει·

καὶ γὰρ μηκέτι ὁρατὸν ὂν μηδὲ ὁρώμενον ἔτι κεκοινώνηκεν πυρὸς τότε.

ἔτι πῶς ἐκ τῆς τῶν τοιούτων συνθέσεως τὸ ὁρατὸν ἔσται;

οὐ γὰρ δὴ ἐκ τῶν ἀμίκτων ἡ σύνθεσις μῖξίν τινος τῶν ἄλλων ποιήσει.

εἰ δὲ ἡ τῶν τοιούτων σύνθεσις ἀόρατος ἔσται τῷ ἄμικτον ἕκαστον αὐτῶν εἶναι πυρός, δυνήσεταί τι οὕτως συντιθέμενον σῶμα ἐπ᾿ ἄπειρον αὐξόμενον ἀόρατον μένειν.

ὁμοίως δὲ καὶ ἀναφές, εἰ ἐκ τῶν καθαρευόντων τῆς γῆς συντίθοιτο.

ἔτι πότερον λέγουσιν ἀδύνατον εἶναι τὴν ὕλην θερμότητα καὶ ξηρότητα δέξασθαι καὶ πῦρ γενέσθαι ἄνευ ψυχρότητος καὶ ξηρότητος, ἐν οἷς τῇ γῇ τὸ εἶναι, ἢ οἵα τε καὶ χωρὶς ψυχρότητος δέχεσθαι θερμότητα;