De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Εἰ ἡ ποιότης σῶμα φυσικόν, πᾶν δὲ σῶμα φυσικὸν οὐσία, ἡ ποιότης οὐσία.

ἢ ἡ ποιότης ἑτέρα τῆς ὑποκειμένης αὐτῇ φύσεως, οὐ γὰρ ταὐτὸν ὕδωρ καὶ ἡ περὶ αὐτὸ ψυχρότης, ἐπεὶ ἦν ἂν πᾶν τὸ ψυχρὸν ὕδωρ καὶ πᾶν ὕδωρ ψυχρόν, καὶ ἔστιν ἡ ὑποκειμένη τῇ ποιότητι φύσις οὐσία.

ἡ ποιότης οὐκ οὐσία, ἑτέρας γὰρ φύσεως.

τοῦτο δὲ τῇ ἐπαγωγῇ πιστωτέον·

πάσης γὰρ οὐσίας ἑτέρα ἡ περὶ αὐτὴν ποιότης.

ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.

ἡ ποιότης οὖν ἕτερον οὐσίας, τὸ ἕτερον οὐσίας οὐκ οὐσία, ἡ ποιότης ἄρα οὐκ οὐσία.

ἀλλὰ εἰ πᾶν σῶμα οὐσία, ἡ δὲ ποιότης οὐκ οὐσία, οὐκ ἄρα ἡ ποιότης σῶμα.