De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐ γὰρ οἷόν τε τὸ εἶδος ἐν ὕλῃ ὡς ἐν ὑποκειμένῳ εἶναι, εἴ γε τὸ ἐν ὑποκειμένῳ ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὃν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν (δεῖ γὰρ τὸ ὑποκείμενον τῷ ἐν ὑποκειμένῳ ὄντι τόδε τι εἶναι), οὐδὲν δὲ [*](10 τὸ ante βούλεσθαι om. a 17 ὁρμᾶν V: ὁρᾶν a 21 Cf. Alexandri quaest. Mat. 1,8 et 1,17 22 καὶ ὁ Ka ἐν ταῖς Κατηγορίαις] Ar. Cat. 5,3a7 23 τῷ om. K ὡς ἐν K 25 ὧν om. Ka ἥ τε V: εἴ γε Ka 26 οὐκέτι δὲ] de anacolutho cf. p. 122,14 27 εἴρηκεν ἐκεῖ] Ar. Cat. 5. 3b24 28 καίτοι λέγων] saepius cf. lnd. Ar. 700a20 sq. 29 oοὖν om. Ka 31 τις τρόπος V: τις τόπος K: τι τόπος a 35 parenthesin posuit Usenerus τι εἶναι οὐδὲυ δὲ (πι supra versum ναι ου in marg. δὲν δὲ in lit. m1 sive vet. corr.) VKa οὐδὲν δὲ κτλ.] „neque quidquam, si referatur (πρὸς τὸ) ad actualem existentiam definitae qualitatis, etiam extra id, in quo inesse dicitur, separatim forma [corr. εἶδος] est.“ Usenerus)

120
πρὸς τὸ εἶναι ἐνεργείᾳ τόδε τι καὶ τοῦ ἐν ᾧ λέγεται εἶναι χωρὶς εἴδους.

διὰ τοῦτο γοῦν οὐδὲ ἡ ὕλη αὐτὴ καθ᾿ αὑτὴν ὑπόστασιν ἔχειν δύναται, ὅτι μηδέπω τὸ εἶδός ἐστιν ἐν αὐτῇ.

ἕκαστον γὰρ τῶν ὄντων μετὰ εἴδους ἐστὶ τόδε τι.

κατὰ γὰρ τὸ εἶδος πᾶν ἐστι τοῦτο ὃ λέγεται.

ὥστε οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ φυσικὸν εἶδος.

τὸ μὲν γὰρ κατὰ τέχνην γινόμενον εἶδος ἐν ὑποκειμένῳ ἐστὶ τῷ τόδε τι εἶναι καὶ εἶδος ἔχειν τὸ ὑποκείμενον, ὡς ὁ τεχνίτης τὸ τεχνικὸν εἶδος ἐμποιεῖ τε καὶ περιτίθησιν.

οὐκέτι δὲ τὸ φυσικὸν εἶδος οἷόν τε οὕτως εἶναι ἐν τῇ ὕλῃ λέγειν.

οὐ γὰρ τόδε τι οὐδὲ ἐνεργείᾳ ὑποκείμενον ἡ ὕλη καθ᾿ αὑτήν.

εἰ οὖν τὸ μὲν φυσικὸν εἶδος οὐκ ἐν ὑποκειμένῳ, καὶ ἡ ψυχὴ δὲ φυσικὸν εἶδος, οὐκ ἂν οὐδὲ ἡ ψυχὴ ἐν ὑποκειμένῳ εἴη.

οὐ γάρ ἐστιν ἡ ψυχὴ ἐν σώματι ἁπλῶς γινομένη, ἐπεὶ κἂν ἐν παντὶ σώματι ἐγίνετο, ὥστε καὶ ἐν τοῖς ἁπλοῖς, πυρί, ἀέρι, ὕδατι, γῇ·

τοῦτο δὲ ἀδύνατον.

ἀλλ᾿ ἔστιν ὑποκείμενον αὐτῷ καὶ ὕλη τὸ ὀργανικὸν σῶμα, ὃ οὔτε πρὸ τοῦ τὴν ψυχὴν ἔχειν οἷόν τε ὀργανικὸν εἶναι, οὔτε ἀποβαλὸν τὴν ψυχὴν ὀργανικὸν ἔτι.

οὐδὲν γὰρ ἄψυχον σῶμα ὀργανικόν.

οὐκ ἄρα ἔστι λαβεῖν διὰ τοῦτο ἐν ᾧ ἐστιν ἡ ψυχή.

σὺν γὰρ ταύτῃ ὂν ὀργανικόν, ὡς ὁ μόλιβδος σὺν τῇ βαρύτητι.

ἀλλ᾿ οὔτε τὸ πῦρ ἐν τῷ ἄνθρακι ὡς ἐν ὑποκειμένῳ.

τὸ μὲν γὰρ πρώτως καὶ κυρίως πῦρ λεγόμενον οὐκ ἔστιν ἐν τῷ ἄνθρακι οὐδὲ ἐν ξύλῳ ἢ ἄλλῃ τινὶ τοιαύτῃ ὕλῃ (καθ᾿ αὑτὸ γὰρ ἡ ὑπόστασις ἐκείνῳ, ὥσπερ ἀέρι τε καὶ γῇ καὶ ὕδατι), τὸ δὲ διακονικὸν πῦρ τὸ τῆς παῤ ἡμῖν ὕλης δεόμενον οὐδὲ αὐτὸ ἐν ὑποκειμένοις τοῖς ξύλοις ἐστὶν ἢ τῷ ἄνθρακι, ἀλλ᾿ ἔστιν τούτων ἕκαστον ὕλη τῷ πυρί.

ὅτε γὰρ πῦρ γέγονεν, οὐκ ἄνθραξ ἐστὶν ἔτι οὐδὲ ξύλον, ἀλλὰ ἐνεργείᾳ μὲν πῦρ ἐστιν τότε, δυνάμει δὲ ἄνθραξ, ὡς, εἴ γε ἦν τότε ἄνθραξ, ἦν ἂν ἐν ὑποκειμένῳ αὐτῷ τὸ πῦρ.

ὅτι δὲ οὐκ ἔστιν ἄνθραξ, δῆλον ἐκ τοῦ μὴ ἔχειν αὐτὸ τὰ τοῦ ἄνθρακος ἴδια.

τὸ δὲ ἔχον ἐν ὑποκειμένῳ τι τὴν οἰκείαν φυλάσσον οὐσίαν ἔχει τοῦτο.