De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἐξ οὐσιῶν γὰρ αἱ οὐσίαι.

ἐκ γὰρ μὴ οὐσιῶν οὐκ ἂν οὐσία γένοιτο.

ὥστε ἐπεὶ ἐξ ὕλης καὶ εἴδους αἱ φυσικαὶ οὐσίαι, ἡ ὕλη καὶ τὸ εἶδος οὐσίαι.

ἔτι ἐξ ὕλης καὶ εἴδους φυσικῶν ἡ φυσικὴ οὐσία.

ἐξ ὧν δὲ ἡ φυσικὴ οὐσία σύγκειται, οὐσίαι ταῦτα.

τὸ εἶδος ἄρα καὶ ἡ ὕλη φυσικαὶ οὐσίαι.

ἔτι εἰ οὐσίας ἴδιον τὸ τῶν ἐναντίων παρὰ μέρος εἶναι δεκτικόν, δεκτικὴ δὲ καὶ ἡ ψυχὴ τῶν ἐναντίων παρὰ μέρος (κακίας γὰρ καὶ ἀρετῆς), εἴη ἂν οὐσία.

πῶς οὖν ἐκ μὲν μὴ οὐσιῶν ἀδύνατον οὐσίαν γενέσθαι, ἐκ δὲ ἀσωμάτων σῶμα γίνεται;