De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐ γάρ ἐστι τῶν καθ᾿ ὑποκειμένου τὸ σῶμα᾿, καθ᾿ ὑποκειμένου μὲν λέγων τὸ ἐν ὑποκειμένῳ.

λέγων δὲ τὸ μὲν σῶμα μὴ εἶναι τοιοῦτον, τὴν δὲ ψυχήν, ἢ δύναται καθ᾿ ὑποκειμένου οὐ τὸ ἐν ὑποκειμένῳ λέγειν νῦν, ἀλλ᾿ ὃ δεῖται πρὸς τὸ εἶναι ὑποκειμένου τινός.

οὕτως δὲ ἔχει καὶ τὸ εἶδος τὸ ἐν τῇ ὕλῃ.

ὅτι δὲ τὸ εἶδος οὕτως, ἐντεῦθεν ἄν τις ἐπιδείξαι.

εἰ τὸ εἶδος σῶμα, ἤτοι χωρὶς εἴδους ἔσται αὐτό, ἢ εἶδος ἕξει τὸ σῶμα τοῦτο.

εἰ μὲν οὖν χωρὶς εἴδους, ὕλη ἔσται τὸ εἶδος.

εἰ δὲ εἶδος ἕξει τὸ εἶδος, ἐκεῖνο ἤτοι καὶ αὐτὸ σῶμα ἔσται, καὶ ὁ αὐτὸς πάλιν ἐπ᾿ ἐκείνου λόγος, ἤ, εἰ ἀσώματον, ἔσται καὶ τὸ πρῶτον εἰλημμένον εἶδος ἀσώματον.

ἔτι, εἰ τὸ εἶδος ἐκεῖνο, ὃ ἦν σῶμα, εἶδος ἕξει, τὸ εἶδος ἐκεῖνο, καθ᾿ ὃ τὸ σωματικὸν εἶδος ψυχή, ἢ ἀσώματον ἢ σῶμα ἔσται.

εἰ ἀσώματον, τὸ δὲ ψυχῇ εἶναι κατὰ τὸ εἶδος εἶχεν τὸ σῶμα, ἔσται ἀσώματος ἡ ψυχή.

εἰ δὲ καὶ τοῦτο σῶμα, ἐπ᾿ ἄπειρον ὁ λόγος προελεύσεται.

διὰ τί δὲ ἡ ψυχὴ ἐντελέχεια οὖσα οὐσία;

ἢ πάντων τῶν φυσικῶν οὐσιῶν ἅτινα κυρίως οὐσίαι.

καὶ γὰρ τὰ τεχνητὰ οὐσίαι οὐ καθὸ τεχνητά, ἀλλὰ καθὸ ὑπόκειται αὐτοῖς φυσικὰ σώματα·

τῶν δὴ φύσει ὄντων τὰ εἴδη καὶ αἱ ἐντελέχειαι οὐσίαι, καθά ἐστιν ἕκαστον αὐτῶν τόδε τι, οἷον γῆ, πῦρ.

καὶ τὸ ζῷον δὲ φυσικὴ οὐσία καὶ ἔστιν εἶδος αὐτοῦ καὶ ἐντελέχεια, καθὸ ζῷον, ἡ ψυχή.

οὐσία ἄρα καὶ αὕτη.

ἐξ οὐσιῶν γὰρ αἱ οὐσίαι.

ἐκ γὰρ μὴ οὐσιῶν οὐκ ἂν οὐσία γένοιτο.

ὥστε ἐπεὶ ἐξ ὕλης καὶ εἴδους αἱ φυσικαὶ οὐσίαι, ἡ ὕλη καὶ τὸ εἶδος οὐσίαι.

ἔτι ἐξ ὕλης καὶ εἴδους φυσικῶν ἡ φυσικὴ οὐσία.