De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι εἰ τὰ ψυχῇ μὲν χρώμενα ζῇ, τὰ δὲ φύσει χρώμενα οὐ ζῇ, ἡ φύσις οὐ ψυχή.

ἔτι εἰ τὰ μὲν ψυχῇ χρώμενα ζῇ, τὰ δὲ τὸ φυτικὸν ἔχοντα καὶ θρεπτικὸν ζῇ, ψυχὴ τὸ θρεπτικὸν καὶ φυτικόν.

ἔτι εἰ τὸ γεννητικὸν μόριον ψυχικόν φασιν, τοῦτο δὲ ὑπὸ τὸ φυτικόν, εἴη ἂν καὶ τὸ φυτικὸν πᾶν ψυχικόν.

χρήσιμος δὲ ἡ τούτου δεῖξις μάλιστα πρὸς ἀπόδειξιν τοῦ ὅτι οὐκ εἰσὶν αἱ ψυχικαὶ διαφοραί, περὶ ἃ τῇ ψυχῇ ἡ ἐνέργεια, ἀλλ᾿ ὅτι αὐταὶ αἱ δυνάμεις τῆς ψυχῆς διαφέρουσιν ἀλλήλων, καὶ οὐχ οἷόν τε τῇ αὐτῇ δυνάμει, οἷον τῇ αἰσθητικῇ νοῆσαι ἢ τῇ νοητικῇ αἰσθάνεσθαι.

εἰ γὰρ καὶ τὸ φυτικὸν ψυχικόν, ἀδύνατον δὲ τῇ αὐτῇ δυνάμει ἅμα πλέονα καὶ διάφορα ἐνεργεῖν, ἀεὶ δὲ ἐνεργεῖ ἐπὶ τῶν ζώντων τὸ θρεπτικόν, ἤτοι οὐδεμίαν ἄλλην ἐνέργειαν [*](146v) ἐνεργήσομεν κατὰ ψυχήν, εἰ μία ἡ ψυχικὴ δύναμις, ἢ εἰ καὶ ἄλλας ἐνεργοῦμεν, οἷον αἰσθανόμεθα κατὰ τὸ αὐτὸ καὶ τρεφόμεθα, οὐ μία ἡ ψυχικὴ δύναμις, οὐδέ πως ἔχον τὸ ἡγεμονικὸν περὶ ἕκαστα ἐνεργεῖ.

οὐδὲ γὰρ αἱ τέχναι τῇ τῶν ὀργάνων ἑτερότητι τὴν διαφορὰν ἔχουσιν οὐδὲ τῷ περὶ ἃ καὶ ὧν εἰσιν, ἀλλ᾿ ἔστιν ἡ διαφορὰ αὐταῖς κατὰ τὰς οἰκείας δυνάμεις πρότερον.

ἔτι πλείοσιν αἰσθήσεσιν αἰσθανόμεθα ἅμα.

ἔτι εἰ πρᾶξίς ἐστιν [*](8 cf. 27, 7 11 τὰ a 14 cf. 105,8 18 αἰσθανόμεθα Va 20 φυτικὴ V: φυτικὴν a 21 τε om. a 22 ζώη Va 25 ψυχικόν V: ψυχὴν a 27 οὐκ εἰσὶν κτλ.] differentiae non [in eis rebus positae sumt], de quibus anima agit, sed cf. v. οὐδὲ τῷ περὶ ἃ 28 αὐταὶ scripsi: αὗται Va 31 πλείονα a 34 θρεφόμεθα a 37 ἀλλ᾿ ἔστιν] λ ἔστιν in lit. V)

119
ἡ μετὰ συγχρήσεως τῶν ὀργανικῶν τοῦ σώματος μορίων ἐνέργεια, ὡς τὸ λαλεῖν, τὸ βαδίζειν, τὸ ταῖς χερσί τι ἐνεργεῖν, οὐκ ἂν εἴη τὸ θεωρεῖν πράσσειν οὐδὲ τὸ νοεῖν, ὥστε οὐδὲ τὸ κριτικὸν πρακτικόν.

ἔτι εἰ τοῦ αἰσθητικοῦ τὸ τέλος θεωρητικόν (κριτικὸν γάρ), διὰ σώματος μέντοι (διὸ καὶ μετὰ πάθους), τοῦ δὲ ὁρμητικοῦ τὸ τέλος πρακτικὸν καὶ αἱ πράξεις, διαφέροι ἂν ταῦτα καὶ τῷ τέλει.

καὶ τῷ μὴ ἀντακολουθεῖν δὲ μηδὲ ἅμα ἄμφω παραγίνεσθαι καὶ τῷ ἡγεῖσθαι τὸ αἰσθητικὸν καὶ τῷ μὴ ἀεὶ τῇ αἰσθήσει ἕπεσθαι τὴν ὁρμήν, καὶ τῷ ἀεὶ τὴν ὁρμήν, ὅτε ἂν γένηται, μετὰ αἴσθησιν γίνεσθαι.

ἔστι δὲ τοῦ ὀρεκτικοῦ καὶ τοῦ ὁρμητικοῦ τό τε ἐπιθυμεῖν καὶ τὸ θυμοῦσθαι καὶ τὸ βούλεσθαι.

ἔτι καὶ τὸ λογικὸν κριτικόν, καὶ ὡς ἡγούμενόν γε.

τοῦ γὰρ κριτικοῦ ἡγεῖται μὲν τὸ λογικόν, ὃ καὶ νοητικὸν καλοῦμεν.

ἕπεται δὲ καὶ ὑποτέτακται τὸ αἰσθητικόν, οὗ καὶ τὸ φαντασιοῦσθαι καὶ τὸ συγκατατίθεσθαι καὶ τὸ μνημονεύειν.

ὅτι δὲ καὶ ἡ κοινὴ αἴσθησις ἄλλη παρὰ τὰς καθέκαστα, δῆλον ἐκ τοῦ τὸ ὁρᾶν αἰσθητὸν μὲν εἶναι, μὴ ὁρατὸν δέ.

ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.

ἔτι δὲ ὁ θεωρητικὸς νοῦς οὐκ ἔστι περὶ τὰ πρακτικά, οὐδὲ περὶ τὰ αἱρετὰ καὶ φευκτά.

ἔτι τὸ ἐφ᾿ ἡμῖν ἐν τῷ πράττειν καὶ ἐν προαιρέσει, οὔτε δὲ ἐν τῷ ὁρμᾶν οὔτε ἐν τῷ συγκατατίθεσθαι οὔτε ἐν τῷ φαντασιοῦσθαι οὔτε ἐν τῷ αἰσθάνεσθαι.

ἀλλ᾿ οὐδὲ ἐν τῷ φυτικῷ.

ἔτι κατὰ τὸ ὀρεκτικὸν ὑπὸ ψυχῆς κινούμεθα, οὐ κατὰ ἄλλην τινὰ δύναμιν, ὥστε ἄλλη αὕτη ἐκείνων.