De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὁρῶμεν γάρ, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε ἐκ φύσεως εἶναι καὶ ἐν νόσοις γίγνεται καὶ ἐν φθοραῖς, ἀκολούθως τῇ φυσικῇ συστάσει.

οὐ μὴν ἐξ ἀνάγκης·

ἱκαναὶ γὰρ ἐκκροῦσαι τήνδε τὴν τάξιν ἐπιμέλειαί τε καὶ ἀέρων ὑπαλλαγαὶ καὶ πρόσταξις ἰατρῶν, καὶ συμβουλίαι θεῶν.

κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους γιγνομένας καὶ τὰς πράξεις καὶ τὰς προαιρέσεις καὶ τοὺς βίους.

ἦθος γὰρ ἀνθρώπων κατὰ τὸν Ἠράκλειτον, δαιμών, τουτέστι φύσις.

ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ταῖς φυσικαῖς κατασκευαῖς τε καὶ διαθέσεσιν καὶ τὰς πράξεις καὶ τοὺς βίους καὶ τὰς τῶν βίων καταστροφὰς ἀκολουθεῖν συμβέβηκεν.

τῶν μὲν γὰρ ἁψιμάχων καὶ φιλοκινδύνων φύσει βίαιός τις καὶ ὁ θάνατος ὡς ἐπὶ τὸ πλεῖστον, αὕτη γὰρ εἱμαρμένη τε καὶ φύσις αὐτῶν, τῷ δὲ ἀκολάστῳ καὶ ἐν ἡδοναῖς ζῶντι ὁ ἐν ταῖς ἀκρασίαις·

καὶ τῷ καρτερικῷ ὁ δι’ ὑπερβολῆς πόνων καὶ κακοπαθειῶν, τῷ δὲ ἀνελευθέρῳ ὁ ἐκ τῆς περὶ τὸ ἀδιάφορον σπουδῆς, δι᾿  ἣν καὶ ἀδικοῦσιν καὶ αὑτῶν ὀλιγωροῦσιν καὶ πονοῦσιν ὑπὲρ τὴν δύναμιν·

διὰ τοῦτο γοῦν εἰώθασιν καὶ ἐπιλέγειν τοῖς τοιούτοις, ὡς αὐτὸς αὑτῷ γέγονεν αἴτιος τοῦ θανάτου.

τοιούτου δὲ ὄντος τοῦ καθ’ εἱμαρμένην οὔτε τὴν μαντικὴν ἐροῦμεν ἄχρηστον ἔτι, προορωμένην τε τὸ κατὰ φύσιν ἀποβησόμενον καὶ βοηθοῦσαν διὰ τοῦ συμβουλεύειν τε καὶ κελεύειν ἐνίστασθαι τῇ τῆς φύσεως χείρονος ἀκολουθίᾳ.

ἀλλ’ οὐδ’ ἡ τῆς τύχης ἀναιρεθήσεται [*](3 αὑτοῖς scripsi: αὐτοῖς VHCKa 5 αὐτὴν εἶναί φασιν C 6 τῷ VHC: τῶν Ka 8 γεννητοῖς CKa 9 συνιστᾶσαν Ka: συστᾶσαν VH: συνιστωσαν C 12 φύσιν εἶναι 13 fortasse ζῴῳ, ἀνθρώπῳ 14 Σωκράτει HKa Καλλία a 15 οὖσα V: οὔσης HKCa κατὰ ταῦτα H: ταυτὰ Va: κατ’ αὐτὰ K 19 ἱκανῶς Ka 20 πρόσταξις H: προστάξις a: προστάξεις K, fortasse recte cf. A1. de fato164r38 24 τὸ om. 0relli 26 ἀψιμάχων a 28 αὐτῶν (i. mg. αὐτοῦ) H: αὐτοῦ VKCa 29 καὶ post πόνων om. Ka 31 καὶ post ἣν om. Orelli αὐτῶν KHa 31—33 διὰ—θανάτου in mg. suppl. 32 αὐτῷ Ka 35 τε om. C)

186
φύσις, ἀλλ’ ἕξει τινῶν αἰτίαν συμπίπτουσαν τοῖς γιγνομένοις κατὰ προαίρεσιν.

ἔτι δὲ μᾶλλον τὸ θεῖον καὶ αἱ ἐκ τούτου βοήθειαι, καὶ αἱ παῤ ἡμῶν εὐχαί τε καὶ δεήσεις τὴν οἰκείαν χώραν φυλάξουσιν, ὄντος τοῦ τῆς εἱμαρμένης τοιούτου.

ὁμολογήσει δὲ τούτοις καὶ τὸ λεγόμενον, ὅτι πολλὰ καὶ παρὰ μοῖραν γίγνεται καὶ παρὰ τὴν εἱμαρμένην, ὥς που καὶ ὁ ποιητὴς ἐμφαίνει λέγων

  • μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄιδος εἰσαφίκηαι.
  • συνίσταιτο δ’ ἂν ἥδε ἡ δόξα καὶ ὑπὸ τοὺς μάντεις, ἐν οἷς προλέγουσιν μὴ πάντα ἐπιτυγχάνειν.

    εἰ δὲ μὴ τήνδε τὴν δόξαν περὶ τῆς εἱμαρμένης τοὺς ἀνθρώπους ἔχειν συμβέβηκεν, θαυμαστὸν οὐδέν.

    οἱ γὰρ πολλοὶ τοῖς μὲν τύποις οὐ κακῶς περὶ τῶν πραγμάτων στοχάζονται, ἐν δὲ τοῖς καθ’ ἕκαστα καὶ ἐν τῷ διορίζειν τε καὶ ἐξακριβοῦν πολλὰ διαμαρτάνουσιν.

    τὸ μὲν γὰρ φύσεως, τὸ δὲ ἐπιστήμης ἔργον.

    ἤδη δὲ τοῦ τῆς εἱμαρμένης ὀνόματος Ἀριστοτέλης μνημονεύει καὶ ἐν τῷ πρώτῳ τῶν Μετεωρολογουμένων οὕτως·

    ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον ὅτι γίγνεται διὰ χρόνων εἱμαρμένων, οἷον ἐν ταῖς κατ’ ἐνιαυτὸν ὥραις χειμών, οὕτω περιόδου τινὸς μεγάλης μέγας χειμών.

    ” ἔοικεν δὲ διά τε τούτων τὴν εἱμαρμένην τὴν φύσιν λέγειν (οὗτοι γὰρ εἱμαρμένοι χρόνοι, χειμών τε καὶ τῶν ἄλλων, οἳ φυσικὰς τὰς ἀνταποδόσεις ἔχοντες οὐκ ἔχουσιν αὐτὰς ἀπαραβάτους καὶ κατηναγκασμένας), ἀλλὰ καὶ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς’ Ἀκροάσεως οὕτως πάλιν εἱμαρμένης μνημονεύει·