De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οἱ γὰρ πολλοὶ τοῖς μὲν τύποις οὐ κακῶς περὶ τῶν πραγμάτων στοχάζονται, ἐν δὲ τοῖς καθ’ ἕκαστα καὶ ἐν τῷ διορίζειν τε καὶ ἐξακριβοῦν πολλὰ διαμαρτάνουσιν.

τὸ μὲν γὰρ φύσεως, τὸ δὲ ἐπιστήμης ἔργον.

ἤδη δὲ τοῦ τῆς εἱμαρμένης ὀνόματος Ἀριστοτέλης μνημονεύει καὶ ἐν τῷ πρώτῳ τῶν Μετεωρολογουμένων οὕτως·

ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον ὅτι γίγνεται διὰ χρόνων εἱμαρμένων, οἷον ἐν ταῖς κατ’ ἐνιαυτὸν ὥραις χειμών, οὕτω περιόδου τινὸς μεγάλης μέγας χειμών.

” ἔοικεν δὲ διά τε τούτων τὴν εἱμαρμένην τὴν φύσιν λέγειν (οὗτοι γὰρ εἱμαρμένοι χρόνοι, χειμών τε καὶ τῶν ἄλλων, οἳ φυσικὰς τὰς ἀνταποδόσεις ἔχοντες οὐκ ἔχουσιν αὐτὰς ἀπαραβάτους καὶ κατηναγκασμένας), ἀλλὰ καὶ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς’ Ἀκροάσεως οὕτως πάλιν εἱμαρμένης μνημονεύει·