De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ μή ἐστι τὸ μὴ ὂν ἐν τοῖς οὖσιν, οὐκ ἔσται τινὰ τῶν ὄντων φθαρτά.

ἔστιν ἄρα τὸ μὴ ὄν.

εἰ δή ἐστιν τὸ μὴ ὂν ἐν τοῖς ἐν γενέσει παρεσπαρμένον καὶ μεμιγμένον, τῶν δὲ γιγνομένων αἴτιά τινα προηγεῖται οὐδ’ αὐτὰ ὄντα ἀίδια, ἔστι καὶ ἐν τοῖς αἰτίοις τι τοῦ μὴ ὄντος καὶ τοῦτ’ ἔστιν, ὃ λέγομεν κατὰ συμβεβηκὸς αἴτιον.

τὸ γὰρ κατὰ συμβεβηκὸς ὂν ἐν τοῖς αὐτοῖς, ὅταν ὡς αἰτίοις ᾖ, κατὰ συμβεβηκὸς αἴτιον ἂν εἴη.

ὅταν γὰρ ἐπί τινι αἰτίᾳ ἐπακολουθήσῃ τι, μὴ τοῦ τοῦτο γενέσθαι χάριν τῆς αἰτίας οὔσης, τότε τούτου τοῦ ἐπηκολουθηκότος κατὰ συμβεβηκὸς αἴτιον λέγεται τὸ προηγούμενον, τουτέστιν οὐκ αἴτιον ἄρα.

ἐπακολουθῆσαν τούτῳ ἀναιτίως ἐγένετο·

οὐ γὰρ δι᾿  οἰκείαν αἰτίαν.

τοῦτο δὲ ἐν μὲν τοῖς ἐκτὸς αἰτίοις γενόμενον τὴν τύχην ἐποίησεν καὶ τὸ αὐτόματον, ἐν δὲ τοῖς ἐν ἡμῖν τὸ ἐφ’ ἡμῖν.

αἰτία γὰρ ἐν ἡμῖν φύσις δοκεῖ καὶ ἔθος εἶναι τῆς προαιρέσεως, ἀλλά, καθόσον καὶ ἐν τούτοις ἐστὶ τὸ μὴ ὄν, κατὰ τοσοῦτον καὶ ἐν τῇ προαιρέσει.

διὸ καὶ προαιρούμεθα ἔσθ᾿  ὅτε ταῦτα, ὦν ἡ αἰτία οὐ προκαταβέβληται ἐν ἡμῖν δι’ ἀσθένειαν καὶ ἀτονίαν τῆς θνητῆς φύσεως·

ἀεὶ γὰρ ἂν ὁμοίως ἐπὶ τοῖς αὐτοῖς ἐκινούμεθα.

ἀλλὰ ἡ τοῦ μὴ ὄντος φύσις, ὡς εἶπον, ἐν οἷς ἂν ᾖ ταῦτα, ἀφαιρεῖται τὴν ἀιδιότητα καὶ τὴν κατὰ τὰ αὐτὰ ἀεὶ ἐνέργειαν.

ἃ οὖν ἀναιτίως καὶ μὴ προϋπαρχούσης αἰτίας προαιρούμεθα, ταῦτά ἐστιν τὰ λεγόμενα ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενά ἐστι δυνατὰ διὰ τὸ τὴν αἰτίαν μὴ προκαταβεβλῆσθαι, ἥτις προϋπάρχουσα πάντως ἂν τοῦ γενέσθαι τοῦτο τὴν ἀνάγκην παρεῖχεν.

διὰ ταῦτα πολλάκις τινὲς καὶ πεφυκότες ὁμοίως καὶ ἐν τοῖς αὐτοῖς ἔθεσιν ἠγμένοι διαφέροντες ἀλλήλων γίγνονται παρὰ τὰς ἀναιτίους προαιρέσεις.

ἔστιν δὲ τὸ μὴ ὂν ἐγκεκραμένον τοῖς οὖσιν οὔτε πολλοῖς, οὔτε, ἐν οἷς ἐστι, πολύ τι, ἀλλὰ καὶ ἐν ὀλίγοις τῶν ὄντων καὶ ὀλίγον·

τῶν τε γὰρ ὄντων ἐν τούτοις, ἐν οἷς τὸ μὴ ἀίδιον (τοῦτο δέ ἐστι τὸ περὶ τὴν γῆν, καὶ ὁ τόπος οὗτος ἐλάχιστός ἐστιν ὡς πρὸς πάντα τὸν κόσμον·

εἰ γὰρ ἡ γῆ σημείου λόγον ἐπέχει κατὰ τοὺς ἀστρολόγους πρὸς τὸν ἅπαντα οὐρανόν, περὶ ταύτην δὲ καὶ τὰ ἐν ταύτῃ τὸ μὴ ὄν, περὶ ὀλίγον πάνυ ἂν εἴη)·

καὶ ἐν τούτοις δὲ ἀμυδρῶς πώς ἐστι καὶ οὐκέτι πολύ.

ἐν γὰρ τοῖς ἐν γενέσει οὖσιν τὸ μὲν ἐπὶ πολύ ἐστιν, οὗ ἡ φύσις αἰτία, ὅσον δὲ παραλύεται [*](2 ἐγίγνετο] fortasse ἐφίετο 3—4 δέ τινα—ψευδῆ ἔστιν om. C 7 γενέσει V: γενέσι Ca 8 προηγεῖται οὐδ’ αὐτὰ om. C αὐτὰ corr. ex. αὖ τὰ V 9 τι τοῦ m2, του m1 V: τι τοῦ Ca 10 ὂν ἐν—κατὰ συμβεβηκὸς om. C 11 αἰτία a ἐπακολουθήσει Ca μὴ τοῦ m2, μὴ m1 V: μὴ τοῦ Ca 12 ἐπηκολουθηκότος VC: ἐπηκολουθηκότως a 13 fortasse οὐκ αἴτιον. ⟨τὸ⟩ ἄρα ἐπακολουθῆσαν τούτῳ κτλ. 14 τούτω a 15 αὐτόματος a 17 εἶναι om. Ca 19 προκαταβέβληται] προκ in lit. V 20 ἐκινούμεθα] κι in lit. V 21 fortasse τοῦτο 22 κατ’ αὐτὰ C 28 πολλῷ C 29 ὀλίγον m2, οὐκ ὀλίγον m1 V: ὀλίγον Ca τε] cf. Ind. 33 εἴη ἂν Ca)

172
τῆς φύσεως καὶ τῆς δυνάμεως αὐτῆς πρὸς τὸ ἐξ ἀνάγκης τὰ κατ’ αὐτὴν γίγνεσθαι γιγνόμενα (τοῦτό ἐστι τὸ ἐπ᾿  ἔλαττον, ἐν ᾧ τὸ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν), περὶ τοῦτό ἐστι καὶ ἡ ἀπὸ τοῦ μὴ ὄντος ἀσθένεια.

οὔτε ἄρα ἐν τοῖς ἐξ ἀνάγκης ἐστὶ τὸ μὴ ὄν (διὸ οὐδὲ τὸ ἐνδεχόμενον), οὐδὲ τὸ ἐν τοῖς ἐπὶ πολύ, καθόσον οὕτως ἔχει, ἀλλ’ ἐν τοῖς ἀντικειμένοις αὐτοῖς.