De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ τὸ ἄρρεν δὴ καὶ τὸ θῆλυ, ἐπεὶ μὴ κατὰ τὸν λόγον, ἀλλὰ κατὰ πάθος ὑλικὸν διαφέρουσιν, οὐχ ἕτερα τῷ εἴδει.

ὅτι δὲ μή εἰσιν διαιρετικαὶ διαφοραὶ καὶ εἰδοποιοὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ τὸ ἐκ τούτων δῆλον.

ἤτοι γὰρ ἀνθρώπου εἰσὶν διαφοραὶ ἢ ἄλλου τινὸς εἴδους, ἐν οἷς τὸ μὲν ἄρρεν ἐστί, τὸ δὲ θῆλυ, ἢ τοῦ ζῴου τοῦ τούτων γένους.

ἀλλ᾿ ἀνθρώπου μὲν οὐκ ἔστι διαιρετικὴ διαφορά. αἱ γὰρ οἰκεῖαί τινος διαιρετικαὶ διαφοραὶ οὐκ εἰσὶν ἐπὶ πλέον ἐκείνου, ὃ διαιροῦσιν, οἷον τῶν τὸ ζῷον διαιρούντων διαφορῶν οὐδεμία ἔξω τοῦ ζῴου πίπτει οὐδὲ ὑπάρχει τινί, ὃ μὴ ζῷόν ἐστιν.

περιέχεσθαι γὰρ δεῖ τὰς τεμνούσας τι κυρίως διαφορὰς ἐν τῷ τεμνομένῳ πρὸς αὐτῶν.

εἰ γάρ τινες ἐπὶ πλέον εἶναι δοκοῦσιν τῶν τεμνομένων πρὸς αὐτῶν, τῷ μὴ τούτων εἶναι κυρίως, ἀλλὰ τῶν ἐπαναβεβηκότων αὐτοῖς γενῶν κατὰ τοῦτο δοκοῦσιν ὑπερβάλλειν τούτων, οὐκέτι ἐκείνων ἐκπίπτουσαι.