De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

διαφορὰ γὰρ σωμάτων τὸ κεχρῶσθαι ἢ ἄχροα εἶναι, ἀλλ᾿ οὐ τὰ χρώματα.

καὶ πάλιν τῶν σωμάτων τὰ μὲν ὀσμὴν ἔχοντά ἐστιν, τὰ δὲ οὐκ ἔχοντα καὶ ἄοσμα, οὐκέτι λέγομεν·

τὰ δὲ ὀσμαί. καὶ τὰ μὲν ποιότητα ἔχοντα, τὰ δὲ οὐκ ἔχοντα ποιότητα καὶ ἄποια, οὐκέτι·

τὰ δὲ ποιότητες.

ἢ τῶν σωμάτων τὰ μὲν σύνθετα, τὰ δὲ οὐ σύνθετα, οὐκέτι·

τὰ δὲ συνθέσεις.

οὐ γὰρ σῶμα ἡ σύνθεσις.

ὁμοίως δὲ καὶ τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ οὐ θνητά τε καὶ ἀθάνατα, οὐκέτι·

τὰ δὲ θάνατοι.

οὐ γὰρ ζῷον ὁ θάνατος.

πάλιν τῶν ζῴων τὰ μὲν λογικά, τὰ δ᾿ οὐ λογικά τε καὶ ἄλογα, οὐκέτι·

τὰ δὲ λόγοι.

οὐ γὰρ λόγοι τὰ ζῷα.

τὸν αὐτὸν οὖν τρόπον ἐροῦμεν καὶ τῶν σωμάτων τὰ μὲν εἶναι ἔμψυχα, τὰ δὲ οὐκ ἔμψυχα καὶ ἄψυχα, οὐκέτι δὲ καὶ ψυχάς·

οὐ γὰρ αἱ ψυχαὶ σώματα.