De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὁ μὲν γὰρ ἄδικος αὑτῷ πλέον καὶ τῶν ἡδέων νεμεῖ, ὁ δὲ δειλὸς ἐνδώσει ποτὲ διὰ φόβον ἀπειλούμενος ὑπὸ τυράννου αἰσχραῖς τισιν ἡδοναῖς ἢ καὶ τὴν ἀρχὴν ἀρέσκειν βουλόμενος αὐτῷ διὰ δειλίαν ταῖς αὐταῖς ἡδοναῖς χαίρειν ἐθισθήσεται, καὶ καθόλου ἀδύνατον ἡντινοῦν ἔχοντα κακίαν μὴ τὴν κατ᾿ ἐκεῖνο λυμαίνεσθαι τῆς ἀρετῆς ἐνέργειαν, ὥστ᾿ οὐδὲ ταύτην ἂν ἔχοι τις, ἣν οἴεται, μὴ δυνάμενος ἐν πᾶσιν τοῖς καιροῖς καὶ πρὸς πάντα αὐτῇ χρῆσθαι, πρὸς ἅ ἐστιν ἡ κατὰ ταύτην ἐνέργεια.

ἔτι, εἰ ταύτῃ διαφέρουσιν οἱ διὰ παρουσίαν ἀρετῆς ἀγαθοὶ λεγόμενοι τῶν κατά τινα τέχνην ἢ ἐπιστήμην ἀγαθῶν λεγομένων, ὅτι οἱ μὲν μετὰ προσθήκης ἀγαθοὶ λέγονται (ἀγαθὸς γὰρ τέκτων καὶ ἀγαθὸς σκυτεὺς καὶ ἀγαθὸς γεωμέτρης καλεῖται τὸ ὅλον τοῦτο), ὁ δὲ τὴν ἀρετὴν ἔχων ἁπλῶς καὶ χωρὶς προσθήκης ἀγαθὸς καλεῖται (ἀδύνατον δὲ ἀπλῶς ἀγαθὸν εἶναι τὸν μὴ κατὰ πάντα ἀγαθόν), ἀδύνατον ἄρα μίαν τινὰ μόνην ἀρετὴν ἔχειν.

ἔτι δὲ καὶ ἐκ τῆς κακίας οἷόν τε ταὐτὸν τοῦτο δεῖξαι.

εἰ γὰρ ὁ κακίαν ἔχων ἀπλῶς κακός (ὁ δ᾿ ἁπλῶς κακὸς οὐκ ἂν εἴη καὶ ἁπλῶς ἀγαθός·

ἅμα γὰρ ἂν εἴη ἐν τῷ αὐτῷ κατὰ ταὐτὸν τἀναντία ἔχων), ἀδύνατον τὸν ἔχοντα κακίαν τινὰ καὶ ἀρετὴν ἔχειν ἅμα.

ἔτι εἰ οὐκ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι (πῶς γὰρ οὖσαί γε ἀλλήλαις ἐναντίαι, εἴ γε αἱ μὲν ἐν ὑπερβολῇ, αἱ δὲ ἐν ἐνδείᾳ) καὶ ἔστιν αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν, εἴη ἂν καὶ μία κακία αὐτάρκης πρὸς κακοδαιμονίαν.

τὸν δὲ κακοδαίμονα πῶς οἷόν τε λέγειν ἔχειν ἀρετήν τινα;