De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἐν δὲ τῷ δεκάτῳ τῶν Νικομαχείων λέγει·

ἑκάστῳ ἡ κατὰ τὴν οἰκείαν ἕξιν αἱρετωτάτη ἐνέργεια.

αὗται μὲν αἱ περὶ τοῦ πρώτου οἰκείου δόξαι κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου.

διαρθρώσεως δὲ ἐπιμελεστέρας ὁ τόπος δεῖται.

ἐπεὶ γὰρ διττὸν τὸ τέλος, ὥς φησιν Ἀριστοτέλης, τὸ μὲν ὅ, τὸ δὲ ᾧ, τὸ μὲν ὃ ὡς ἡ εὐδαιμονία (τοῦτο γὰρ πάντων ἔσχατον καὶ μέγιστον τῶν ἀγαθῶν καὶ σκοπός), τὸ δὲ ἡμῖν (τελικώτατον γὰρ ἡμῖν τοῦτο τὸ ἡμῖν τὴν εὐδαιμονίαν περιγενέσθαι), καὶ ὡς μὲν πρὸς τὰ πράγματα ἡ εὐδαιμονία τέλος καὶ σκοπός, ὡς δὲ πρὸς ἡμᾶς ἡμεῖς εὐδαιμονοῦντες.

διττοῦ τοίνυν τοῦ τέλους ὄντος, δεῖ καὶ περὶ τὰς ἀρχὰς διφυΐαν τινὰ εἶναι, ἑκάστης ἀρχῆς κατὰ τὴν συνέχειαν τῶν ὀρεκτῶν ἐπὶ τὸ οἰκεῖον τέλος ἀγούσης.

ἔστιν οὖν ὥς φαμεν καὶ τὸ πρῶτον ὀρεκτὸν σύνθετον.