De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ γὰρ κοιμώμενοι ζῶσιν.

ὀρεγόμενος ἄρα τοῦ ἐνεργείᾳ εἶναι ὀρέγοιτ᾿ ἂν τῆς οἰκείας τελειότητος.

ἀγαθὸν δ᾿ ἑκάστῳ τοῦτο, ὥστε τούτου ὀρεγόμεθα.

ἀκολουθεῖ δὲ τοῖς τιθεμένοις πρῶτον οἰκεῖον τὸ εἶναι καὶ ζῆν κατ᾿ ἐνέργειαν γειαν καὶ τὸ ἡδονὴν εἶναι λέγειν τὸ πρῶτον οἰκεῖον καὶ τὸ ἀγαθόν.

ἀλλὰ καὶ τὸ τέλος συνᾴδει τούτῳ. τὸ γὰρ ἐνεργεῖν κατὰ τὸν νοῦν καὶ τὸ ἐνερ γείᾳ νοητὸν εἶναι τὸ τέλος ἐστίν, ὃ ἤρτηται ἐκ τοῦ οἰκειῶσθαι ἡμᾶς πρὸς τὸ κατὰ δύναμιν.

τελειωθεὶς δὲ ὁ ἄνθρωπος ἐν τῷ νοητικὸς εἶναι τὸ εἶναι ἔχει.

δεῖται δὲ τὸ λεγόμενον διαρθρώσεως καὶ διορισμοῦ, πότερον γὰρ ὡς πάσης τῆς ἀπὸ τοῦ ζῆν ἐνεργείας ἡδείας οὔσης εὐθὺς τῷ γενέσθαι ὀρεγόμεθα αὐτῆς ἡμεῖς, ἢ οὐ πάσης, ἴσως γὰρ οὐ τῆς ἀρίστης, αὕτη γὰρ τελική τε καὶ ἐσχάτη.

ἢ λέγουσιν τῇ καθό ἐσμεν;

ἐσμὲν δὲ τότε αἰσθητικοί (ὥστε τῆς κατ᾿ αὐτάς), ὕστερον δὲ λογικοί.

ἐν δὲ τῷ δεκάτῳ τῶν Νικομαχείων λέγει·

ἑκάστῳ ἡ κατὰ τὴν οἰκείαν ἕξιν αἱρετωτάτη ἐνέργεια.

αὗται μὲν αἱ περὶ τοῦ πρώτου οἰκείου δόξαι κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου.

διαρθρώσεως δὲ ἐπιμελεστέρας ὁ τόπος δεῖται.