De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Ἐπειδή ἐστί τι ὀρεκτὸν καὶ ὀρεκτικόν, ἔστι δὲ καὶ ἔσχατόν τι ὀρεκτόν, ὡς ἡ εὐδαιμονία, τὸ δὲ ἔσχατον πρώτου τινός ἐστιν ἔσχατον, εἴη ἄν τι καὶ πρῶτον ὀρεκτόν.

καὶ γὰρ ἐν ἔσχατόν τί ἐστιν ὄντι συνεχεῖ, ἀνάγκη ἐν τούτῳ εἶναι καὶ τὴν ἀρχήν, ἀφ᾿ ἧς ἡ πρόοδος διὰ τῶν μεταξὺ ἐπὶ τὸ τέλος καὶ τὸ ἔσχατον γίνεται, ὥστε, εἰ ἔστιν ἔσχατόν τι ὀρεκτόν, ἐστίν τις τούτου ἀρχή, ὃ καὶ πρῶτον οἰκεῖον καλοῦσιν.

τοῦτο δὴ τὸ πρῶτον οἰκεῖον ἐζήτηται, τί ποτέ ἐστι, παρὰ τοῖς φιλοσόφοις, καὶ οὐ ταὐτὸ πᾶσιν ἔδοξεν, ἀλλὰ σχεδὸν κατὰ τὴν τοῦ ἐσχάτου ὀρεκτοῦ διαφορὰν καὶ ἡ περὶ τοῦ πρώτου τοῖς περὶ αὐτοῦ λέγουσιν γίνεται.

οἱ μὲν οὖν Στωϊκοὶ οὐ πάντες δέ, λέγουσιν πρῶτον οἰκεῖον εἶναι τὸ ζῷον αὑτῷ (ἕκαστον γὰρ ζῷον εὐθὺς γενόμενον πρός τε αὑτὸ οἰκειοῦσθαι, καὶ δὴ καὶ τὸν ἄνθρωπον·

οἱ δὲ χαριέστερον δοκοῦντες λέγειν αὐτῶν καὶ μᾶλλον διαρθροῦν περὶ τοῦδέ φασιν πρὸς τὴν σὕστασιν καὶ τήρησιν ᾠκειῶσθαι εὐθύς γενομένους ἡμᾶς τὴν ἡμῶν αὐτῶν), τοῖς δὲ περὶ Ἐπίκουρον ἡδονὴ τὸ πρῶτονοἰκεῖον ἔδοξεν εἶναι ἀπλῶς, προἵόντων δὲ διαρθροῦσθαι ταύτην τὴν ἡδονήν φασιν, τοῖς δὲ ἀοχλησία, ὥσπερ τοῖς Μεγαρικοῖς, τοῖς δὲ Ἀκαδημαϊκοῖς ἡ ἀπροσπτωσία.

[*](1 διαφανῆ] α ante ν in lit. V 6 πέπονθεν] cf. καὶ μᾶλλόν γε τὸ εἶδος τοῦτο τῆς ὕλης πέπονθεν 4,21 9 μᾶλλον] μᾶλ in lit. V ἔχεί sic V 12—13 ὧν κατὰ—σώμασιν] insiticium videtur 13 δὴ τοῦτο Ka 19 οἰκείους Ka 20 ἐπεὶ δέ ἐστι a ἔστι δὲ om. a 21 πρώτως a 24 γίνεται] αι in lit. V εἰ om. a 27 ἐσχάτοῦ V 29 αὐτῷ a 30 γινόμενον a αὑτὸ scripsi: αὐτὸ V: αὐτὸν a 31 διαρθροῦντες a 32 ὠκειῶσθαι Va 33 ὑμῶν a 34 φασιν in lit. V)

151
πρὸς ταύτην γάρ φασιν ἡμᾶς οἰκείως ἔχειν πρώτην, ὥστε μηδὲν προσπταίειν.

καὶ καθόλου ἀκολούθους τοῖς τελικοῖς ὀρεκτοῖς καὶ τὰς ἀρχὰς ἕκαστοι, ὡς ἔφαμεν, ὑποτίθενται.

κατὰ δὲ Ἀριστοτέλη οἱ μέν φασιν εἶναι πρῶτον οἰκεῖον ἡμῖν ἡμᾶς αὐτούς.

εἰ γὰρ τὸ φιλητὸν ὀρεκτόν ἐστι (φιλοῦμεν δὲ οὐδένας πρὸ ἡμῶν αὐτῶν, οὐδὲ ᾠκειώμεθα πρός τι ἄλλο οὕτως·

καὶ γὰρ τῶν ἄλλων ἀντιποιούμεθα καὶ φιλοῦμέν τινα κατὰ τὴν ἐφ᾿ ἡμᾶς ἀναφοράν), εἴη ἂν τὸ πρῶτον οἰκεῖον ἕκαστος αὐτῷ κατὰ τοῦτο.

ταύτης τῆς δόξης οἱ περὶ Ξέναρχόν εἰσι καὶ βοηθόν, τὴν ἀφορμὴν λαβόντες ἀπὸ τῶν περὶ φιλίας εἰρημένων ἐν τῷ ὀγδόῳ τῶν Νικομαχείων, οὗ ἡ ἀρχὴ τῆς λέξεως·

τάχα δ᾿ ἂν γένοιτο περὶ αὐτῶν φανερόν, γνωρισθέντος τοῦ φιλητοῦ ἕως·

διοίσει δ᾿ οὐδέν·

ἔσται γὰρ τὸ φιλητὸν φαινόμενον᾿·

καὶ ἐν τῷ ἐνάτῳ δὲ ὁμοίως λέγει·

τοῖς λόγοις δὲ τούτοις τὰ ἔργα διαφανεῖ᾿ ἕως·

῾ φιλητέον δὴ μάλιστα ἑαυτόν᾿.

ἀδιάρθρωτος δὲ ἡ δόξα.

ἡμᾶς γὰρ φιλοῦμεν ἤτοι ὡς ὀρεκτὰ ὄντας καὶ ὥσπερ πρᾶγμά τι ἄλλο ἄλλου κεχωρισμένον ἡμῶν, οὖ ὀρεγόμεθα (οὐδὲν γὰρ αὐτοῦ ὀρέγεται οὐδὲ τοῦ παρόντος αὐτῷ καθὸ [*](151v) πάρεστιν), ἢ τοῦ εἶναι αὐτοὺς ἡμᾶς ὀρεγόμεθα ἁπλῶς, ἐπεὶ μὴ ἐκείνως οἷόν τε.

οὐ γὰρ ἡμεῖς γε ἡμῶν αὐτῶν ἄλλοι.