De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τοῦτο δέ ἐστι τὸ ὑπέκκαυμα, δευτέρως δὲ ἀὴρ καὶ τρίτον τὸ ὕδωρ.

[*](154r) δὲ γῆ πλεῖστον ἀφεστῶσα τοῦ πυρὸς καὶ τῆς δεκτικῆς φύσεως τοῦ φωτὸς ἐλάχιστα μετέχει.

αὕτη δέ ἐστιν ἡ διαφάνεια.

τὸ γὰρ ἕτερον τῶν ἐναντίων στέρησις.

ἐναντίον δὲ τὸ πλεῖστον ἀφεστός.

πλεῖστον δὲ ἀφέστηκεν, μεθ᾿ ὃ εἰς ἄλλο μετάβασις οὐκ ἔστιν·

τοιοῦτον δὲ ἡ γῆ. ἔσχατόν τε γὰρ τῶν ὑφισταμένων καὶ τελευταῖον τῆς ἐπὶ τάδε μεταβάσεως.

εἰκότως οὖν τὴν τῆς στερήσεως τοῦ φωτὸς χώραν ἔχει οὔτε αὐτὴ δεχομένη τὸ φῶς ἐν αὑτῇ, ὅτῳ τ᾿ ἂν ἄλλῳ μιχθῇ ἀντιφράττουσα καὶ κωλύουσα αὐτὸ δι᾿ ὅλου φωτίζεσθαι.

δηλοῖ δὲ ὁ ἀὴρ ὁ ἀνάπλεως καπνοῦ·

ἧττον γὰρ δέχεται τὸ φῶς διὰ τὴν μῖξιν τοῦ γεώδους·

τοιοῦτος δὲ ὁ κονιορτός.

διὰ τὴν αὐτὴν δὲ αἰτίαν οὐδὲ ἡ φλὸξ δίοπτός ἐστιν, διότι γεῶδες αὐτῇ μέμικται, εἰ ἡ φλόξ ἐστι καιόμενος καπνός.