De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ δὲ αὐτὸ γίνεται καὶ περὶ τὴν φωνήν τε καὶ τὴν ἀκοήν·

διὸ καὶ οἱ μιμούμενοι τοὺς πόρρω ὄντας ἀδρανῆ τὴν φωνὴν προίενται.

κινήσεως δὲ αἰσθάνεται τῷ διαστήματός τε καὶ ἀποστήματος αἰσθάνεσθαι.

ὅταν γὰρ ἤτοι πρός τι ὡρισμένον μὴ τὴν αὐτὴν ἔχον διάστασιν φαίνηταί τι ἢ πρὸς αὐτὴν τὴν ὄψιν μὴ τὴν αὐτὴν ἀπόστασιν, ἤτοι μὴ κινουμένου τοῦ [*](153 v) ὁρῶντος ἢ λανθάνοντος αὐτὸν ὅτι κινεῖται, τότε ὡς κινούμενον ὁρᾷ τὸ ὁρώμενον.