De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὴν δὲ μεταξὺ τῆς ἔξωθεν περιγραφῆς ἐπιφάνειαν ὁμόχρουν μὲν οὖσαν καὶ ἐπίπεδον τοιαύτην καὶ ὁρᾷ, ὁμοίως ὑπὸ τοῦ χρώματος κινουμένου τοῦ αὐτοῦ καὶ ὁμοίως κινουμένου διὰ τοῦ μεταξύ.

εἰ δὲ μὴ ἐπίπεδον εἴη τὸ μεταξύ, ἀλλὰ ἀνώμαλον, εἰ καὶ μὴ ἀνομοιόχρουν, τῇ ἀνομοιότητι τῆς τοῦ χρώματος ἀντιλήψεως κρίνει.

οὔτε γὰρ τὸ φῶς ὁμοίως ἐπὶ πάντα τὰ μόρια τοῦ ἀνωμάλου πίπτει διὰ τὸ τὰ μὲν αὐτῶν εἶναι κοῖλα, τὰ δὲ κυρτά, καὶ τὰ μὲν ἐκ πλαγίου τοῦ φωτίζοντος, τὰ δὲ καταντικρύ.

διὰ γὰρ ταύτας τὰς διαφοράς, κἂν ὁμοιόχρουν ᾖ τὸ ὁρώμενον, τὰ μὲν ἀχλυωδέστερα αὐτοῦ, τὰ δὲ εὐσημότερα φαίνεται, οὕτως δὲ τὰ μὲν εἰσέχοντα, τὰ δὲ ἐξέχοντα ὁραθήσεται.

ὃ μιμούμενοι καὶ οἱ ζωγράφοι.

ὅταν βούλωνται ἄνισον δεῖξαι ἐν τῷ αὐτῷ ὂν ἐπιπέδῳ, τὰ μὲν φωτίζουσιν, τὰ δὲ ἐπισκιάζουσιν.

οὕτω γὰρ τὰ μὲν ἐξέχοντα, τὰ δὲ εἰσέχοντα αὐτῶν φαίνεται, καὶ ἐξέχοντα μὲν τὰ μᾶλλον πεφωτισμένα, εἰσέχοντα δὲ τὰ ἐπεσκιασμένα.

μέγεθος δὲ ὁρᾶ καὶ κρίνει τῇ τοῦ κώνου γωνίᾳ τῇ πρὸς τῇ ὄψει συνισταμένῃ. κατὰ κῶνον γὰρ ὁρᾷ τὰ ὁρώμενα κορυφὴν μὲν τὴν κόρην ἔχοντα, βάσιν δὲ τὴν ὁρίζουσαν γραμμὴν τό τε ὁρώμενον τοῦ αἰσθητοῦ σώματος καὶ μή.

γίνεται δὲ ὁ κῶνος οὗτος οὐ κατὰ ἀκτίνων ἔκχυσιν, ἀλλ᾿ ἀπὸ τοῦ ὁρωμένου.

τῆς γὰρ χρόας κινητικῆς οὔσης τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ τῆς ἐν τούτῳ γινομένης ὥσπερ χρώσεως ἐπ᾿ εὐθείας γινομένης παραπλησίως τῷ φωτὶ παντί τε τῷ καταντικρὺ προσκαθημένης, μάλιστα δὲ τοῖς λείοις καὶ λαμπροῖς προσιζούσης τε καὶ προσλαμπούσης (τοιαύτη δὲ καὶ ἡ κόρη), συνίστανταί τινες πρὸς ταύτῃ κῶνοι ἀπὸ τοῦ ὁρωμένου, οἷοι τὴν ἔμφασιν δέχεσθαι τὴν ἀπ᾿ αὐτοῦ.

κατὰ γὰρ κῶνον ἑκάστου τῶν ἐπ᾿ εὐθείας ὁρωμένων τὸ εἶδος τοῦ ὁρατοῦ ἐμφαίνεται.

ὧν κώνων ταῖς γωνίαις τὰ μείζω καὶ τὰ ἐλάττω καὶ τὰ ἴσα κρίνει·

τὰ μὲν γὰρ ἴσαις ὁρώμενα γωνίαις ἴσα, τὰ δὲ μείζοσιν μείζω ὁρᾷ.

ἀποστήματος δὲ τοῦ ἀφ᾿ αὐτῆς πρὸς τὸ ὁρώμενον καὶ διαστήματος τοῦ μεταξὺ τῶν ὁρωμένων ἀντιλαμβάνεται ἡ ὄψις τοῦ μὲν διαστήματος τῇ τοῦ κώνου γωνίᾳ, ὃς ἀπὸ τοῦ μεταξὺ τῶν ὁρωμένων καὶ αὐτοῦ συνίσταται πρὸς τῇ κόρῃ (τῷ ταύτης δὴ μεγέθει τῆς γωνίας κρίνει τὸ διάστημα τῶν ὁρωμένων·

τότε γὰρ ἀφεστῶτα ἀλλήλων τινὰ φαίνεται, ὅταν ἐν τῷ μεταξὺ αὐτῶν ὁρατόν τι ᾖ), τοῦ δὲ ἀφ᾿ αὑτῆς ἀποστήματος αἰσθάνεται διὰ συνηθείας [*](3 fortasse ἢ ⟨μὴ⟩ ὁρατὰ 5 ὁμόχρω- sic in medio versu V: ὁμόχρω a 6 fortasse ὑπὸ τοῦ χρώματος κινουμένη (scil. ἡ ὄψις) διὰ τοῦ μεταξὺ] intellegas de aere intermedio, hoc enim dicit: visus animadvertit superficiem unicolorem talem, qualis est, quia aequabiliter per colorem movetur (ὁμοίως ὑπὸ τοῦ χρώματος κινουμένη), quippe qui et (in quavis supericici particula) idem sit (ὑπὸ τοῦ χρώματος τοῦ οὐ τοῦ) et aequabiliter moreatur per spatium intermedium (καὶ ὁμοίως κινουμένου διὰ τοῦ μεταξύ) 12 ἀχλυωδέστερα scripsi: ἀλλοιωδέστερα Va 13 ὃ μιμούμενοι κτλ.] cf. p. 50,26 14 βούλονται a fortasse ⟨τι⟩ ἄνισον 16 αὐτῶν om. a 17 τε καὶ a 18 γωνείᾳ a 26 δέχεται a 35 τι in lit. V)

147
τινός.

ἐπεὶ γὰρ τῶν ὁρωμένων ἡρέμα μὲν ἡμᾶς τὰ πόρρωθεν κινεῖ, σφοδρῶς δὲ τὰ ἐγγύς, διὰ τῆς περὶ τὰ τοιαῦτα συνηθείας τὰ μὲν ἀχλυωδέστερα φαινόμενα πόρρω ἡγεῖται εἶναι, τὰ δὲ εὐσημότερα καὶ ἐναργέστερα ἐγγύς.

τὸ δὲ αὐτὸ γίνεται καὶ περὶ τὴν φωνήν τε καὶ τὴν ἀκοήν·

διὸ καὶ οἱ μιμούμενοι τοὺς πόρρω ὄντας ἀδρανῆ τὴν φωνὴν προίενται.

κινήσεως δὲ αἰσθάνεται τῷ διαστήματός τε καὶ ἀποστήματος αἰσθάνεσθαι.

ὅταν γὰρ ἤτοι πρός τι ὡρισμένον μὴ τὴν αὐτὴν ἔχον διάστασιν φαίνηταί τι ἢ πρὸς αὐτὴν τὴν ὄψιν μὴ τὴν αὐτὴν ἀπόστασιν, ἤτοι μὴ κινουμένου τοῦ [*](153 v) ὁρῶντος ἢ λανθάνοντος αὐτὸν ὅτι κινεῖται, τότε ὡς κινούμενον ὁρᾷ τὸ ὁρώμενον.