De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

στερεώτερον γὰρ καὶ παχύτερον τοῦτο τοῦ ἀέρος καὶ μᾶλλον στέγειν τε καὶ ἀθροίζειν τὰς ἀπὸ τῶν ὁρωμένων εἰκόνας τε καὶ σκιὰς δυνάμενον.

ὑδατώδης δὲ οὖσα καὶ ἡ κόρη δέδεικται, καὶ ὁ ἀπὸ τῆσδε διήκων πόρος ἐπὶ τὸ πρῶτον αἰσθητικὸν τοιοῦτος [*](4 τρεπόμενον] ρ in lit. V 6 τις φύσις ἡ τοῦτο δυναμένη] cf. 43,1 ἀλλ᾿ ἔστι τις ἡ ἀπ᾿ ἀμφωτέρων κίνησις γινομένη 11 διαφνὲς m1, διαφανὲς v. c. V fortasse ⟨τὸ⟩ δυνάμει 13 δευτέραν v. c., δευτέρα m V: δευτέραν a ταύτην V: ταύτης a 14 τοῦ κατὰ m2, κατὰ m1 V: τοῦ κατὰ a τὸ φῶς] suspectum. exaspectas τὸ φωτίζειν πεφυκὸς τοῦ κατὰ δύναμιν cf. v. 4 18 δεχομένη a: δεχομένῃ V 20 ὁρατική τε καὶ αἰσθητικὴ ψυχὴ γίνεται] pupillam animam ὁρατικὴν ieri dici nequit, ὅτι μή ἐστιν ἡ ψυχὴ καὶ ἡ ὁρατικὴ δύναμις ἐν τῷ ὀφθαλμῷ (Al. de sens. 76,3). itaque aut scribendum bendum erit ⟨ἧς⟩ τῇ τροπῇ aut prius enuntiatum (καὶ αὕτη—δεχομένη) per absolutum quem dicunt nominativum constructum est (inter perspicua corpora etiam pupilla est; et quia haec, sicut aer, lumen accipit, siquidem ipsa quque perspicua est, per mutationem, quae fit coloribus, quibus (pupilla) sicut perspicuum externum mutatur quodammodo, anima ὁρατικὴ fit et αἰσθητική) 24 et 27 αὑτοῖς ? 26 ὁ ἀήρ m2, ἀήρ m1 V: ὁ ἀήρ a 28 αἱ scripsi: οἱ Va ὕαλοι a)

143
ὢν τὸ ἀπὸ τοῦ ὁρωμένου εἶδος καὶ χρῶμα διαγγέλλει τῷ αἰσθητικῷ.

τοῦτο δὲ κρίνει τῇ προσβολῇ τῇ ἀπὸ τούτων τὸ προσπεσὸν χρῶμα.

αὕτη γὰρ φύσις αἰσθήσεως τὸ διὰ τῶν αἰσθητηρίων τὰ διαγγελλόμενα κρίνειν πάθη.

[*](152v) ἔστι δὲ οὐ τοιαύτη ἡ ἐν τῷ ἀέρι καὶ τῷ διαφανεῖ τῷ κατὰ δύναμιν ὑπό τε τοῦ πυρὸς καὶ τῶν χρωμάτων τροπή, ὁποίαν φαμὲν ἐν τοῖς ἀλλοιουμένοις γίνεσθαι.

ἡ μὲν γὰρ ἀλλοίωσις κίνησίς ἐστιν καὶ ἐν χρόνῳ γίνεται καὶ κατὰ μεταβολήν, τὸ δὲ διαφανὲς οὐχ οὕτως τὸ φῶς καὶ τὰ χρώματα δέχεται, ὡς ἠλλοιῶσθαι καὶ ταῦτα, ἀλλ᾿ ἔστιν οὕτως λεγόμενον πάσχειν τὸ διαφανές, ὡς εἰ καὶ τὸν δεξιὸν γενόμενόν τινος πεπονθέναι λέγοι τις μήτε κινηθέντα αὐτὸν μήτε τι πάθος ἀναδεξάμενον ἐν αὐτῷ.

τοιαύτη γὰρ καὶ ἡ τοῦ διαφανοῦς τροπὴ κατά τε τὸ φῶς καὶ τὰ χρώματα·

τῇ γὰρ τοῦ φωτίζοντος ἢ κεχρωσμένου παρουσίᾳ τοιοῦτον τὸ διαφανὲς γίνεται, ὡς καὶ τῇ τοῦ ἐξ ἀριστερῶν παραστάντος σχέσει ὁ δεξιός·

σημεῖον δὲ τοῦ τοῦτον ἔχειν τὸν τρόπον, ὅτι ὡς ὁ δεξιὸς παύεται δεξιὸς ὢν μεταστάντος τοῦ ἀριστεροῦ, οὕτως καὶ τὸ φῶς παύεται μεταστάντος τοῦ φωτίζοντος, ὁμοίως δὲ καὶ τοῦ ὁρᾶσθαι πεφυκότος παύεται τοιοῦτον εἶναι ὡς οὐδὲν πάθος ἀναδεξάμενον κατὰ τὴν ἐν αὐτῷ μεταβολήν, ἀλλὰ γενομένης αὐτῷ τῆς δοκούσης ἀλλοιώσεως κατὰ σχέσιν.

καὶ ἔοικεν καὶ τὸ φῶς καὶ τὰ χρώματα ἐν τῷ διαφανεῖ γίνεσθαι ὥσπερ καὶ ἡ σκιὰ τρόπον τινά.

ὡς γὰρ ἡ σκιὰ τῇ τοῦ ἐπισκοτεῖν πεφυκότος παρουσίᾳ ἐν τοῖς ἐπισκοτουμένοις γίνεται, οὕτως δὲ καὶ τὸ φῶς καὶ τὰ χρώματα.

ἀθρόως γοῦν καὶ ταῦτα τοσοῦτον καὶ οὕτως τοῦ ἀέρος ἐπιλαμβάνει, ὅσον δύναται ἀπὸ τοῦ τοσούτου διαστήματος ἐπιλαβεῖν, ὥσπερ καὶ ἡ σκιά.

καὶ ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μὴ ἀλλοίωσιν μηδὲ κίνησιν εἶναι διαφανοῦς τὸ γινόμενον·

πᾶν γὰρ τὸ κινούμενον ἐν χρόνῳ κινεῖται καὶ πρῶτον ἐπὶ τὰ ἐγγυτέρω πρόεισιν καὶ ἐν ἐλάττονι χρόνῳ, εἶθ᾿ οὕτως ἐπὶ τὰ πορρωτέρω καὶ ἐν πλείονι, τὸ δὲ φῶς καὶ τὰ εἴδη τῶν ὁρωμένων ἀθρόως καὶ ὁμοίως ἐν παντὶ τῷ κατὰ ταῦτα διαφανεῖ γίνεται, ὥσπερ καὶ ἡ σκιὰ καὶ τὸ σκότος.

καὶ γὰρ ἅμα ἐξ ἅπαντος τοῦ διαφανοῦς ἄπεισιν τὸ φῶς καὶ ἅμα ἐν παντὶ γίνεται.

διὰ τοῦτο δὴ καὶ ἀχρόνως δείκνυσιν ὁ Ἀριστοτέλης γινόμενον τὸ ὁρᾶν.

τοῦ γὰρ χρόνου, ἐν ᾧ τις ὁρᾷ, τούτου ἐν ᾡ τινιοῦν μορίῳ καὶ τῷ τυχόντι τοῦτο ὁρᾷ.

ἃ δὲ μὴ δεῖται χρόνου πρὸς τὸ συμπληρωθῆναί τε καὶ τελειωθῆναι, ταῦτα ἀχρόνως γίνεται.

οὐ γὰρ τὸ εἶναι, ἀλλὰ τὸ δεῖσθαι χρονικοῦ διαστήματος πρὸς τὸ τελειωθῆναί τε καὶ γενέσθαι ὅλον οὕτως οὐδὲ τὸ ἥδεσθαι ἐν χρόνῳ γίνεται.

τῶν δὲ διαφανῶν τὰ μέν ἐστιν ἐνεργείᾳ διαφανῆ, τὰ δὲ δυνάμει.