De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι εἰ ὅλα ὅλοις παρεκτείνεται καὶ τὰ βραχύτατα τοῖς μεγίστοις μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὃν κατέχει τὸ ἓν τόπον, τὸ συναμφότερον καθέξει.

τὰ μὲν γὰρ μόρια τοῦ ὅλου, ἔστ᾿ ἂν ἐν τῷ ὅλῳ ᾖ, πέρασιν οἰκείοις μὴ περιγεγραμμένα εἰκότως οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτά, τῶν δὲ μεμιγμένων ἑκάτερον ὁμοίως τῷ ὅλῳ τῷ ἐξ ἀμφοτέρων ὑπὸ πέρασιν περιγέγραπται, εἴ γε δι᾿ ὅλων κεχωρήκασιν ἀλλήλων.

ἑκάτερον γὰρ αὐτῶν τὸν πάντα καθέξει τόπον, ὃν καὶ θάτερον κατεῖχεν πρὸ τῆς μίξεως καὶ μετὰ τὴν μῖξιν τὸ συναμφότερον.

καὶ γὰρ τὸ μεμιγμένον, τῷ ἑτέρῳ ἴσον αὐτῷ γινόμενον, ἀνάγκη τὸν αὐτὸν καὶ ἴσον ἐκείνῳ κατέχειν τόπον.

ἔσται ἄρα ἐν τῷ αὐτῷ τόπῳ πλείω σώματα, καὶ ἕκαστον αὐτῶν τὸν ὅλον καθέξει τόπον.

εἰ δέ, ὧν ὁ τόπος ἴσος, καὶ αὐτὰ ἴσα, τά τε, ἐξ ὧν τὸ συναμφότερον, ἴσα ἀλλήλοις ἔσται, καὶ τὸ συναμφότερον ἑκατέρῳ αὐτῶν·

καὶ ὁ κύαθος ἄρα τοῦ οἴνου εἰς πέλαγος ἐκχυθεὶς ἴσος ἔσται τῷ πελάγει, καὶ τὸ πέλαγος μετὰ τοῦ κυάθου τῷ κυάθῳ μόνῳ.

τὸ γὰρ λέγειν, ὅτι τῇ δυνάμει οὐκ ἴσον, οὐδὲν πρὸς τὸν λόγον.

ἀρκεῖ γὰρ εἰς τὴν τοῦ προκειμένου δεῖξιν τὸ κατὰ τὸ ποσὸν ἴσα αὐτὰ πεφυκέναι.

ἔτι τε οὐδὲν μᾶλλον τὸ πῦρ διὰ τοῦ σιδήρου δίεισιν, ἢ ὁ σίδηρος διὰ τοῦ πυρός·

καὶ γὰρ καὶ ἡ ψυχὴ διὰ τοῦ σώματος καὶ ἡ φύσις διὰ τῶν φυτῶν καὶ ἡ ἕξις διὰ τῶν ἄλλων σωμάτων, καὶ ἀνάπαλιν ταῦτα δι’ ἐκείνων.

οὐδὲν γὰρ τὸ λεπτότερόν τι εἶναι καὶ παχύτερον εἰς τοῦτο συντελεῖ, εἴ γε ἀμφότερα ὁμοίως ἐστὶ πλήρη·

εἰ δὲ καὶ τοῦτο συγχωρηθείη, ἐπὶ οἴνου καὶ ὕδατος πότερον διὰ ποτέρου διελεύσεται;

ἔτι τίς αἰτία, δι’ ἣν ἔκ τινων μὲν μιγνυμένων ὁ ὄγκος γίνεται μείζων, ἔκ τινων δὲ ὁ αὐτὸς μένει;

τὸ γὰρ λέγειν τὸν σίδηρον παχύτερον γεγονέναι τῇ μίξει τοῦ πυρὸς παράλογον.

τὰ μὲν γὰρ παχυνόμενα συγκρίνεται, ὁ δὲ σίδηρος ὑπὸ τοῦ πυρὸς διακρίνεται.

ἔτι ὅτι λεπτύνεται ὑπὸ τοῦ πυρὸς δῆλον.

θερμανθεὶς γὰρ ἐλαύνεσθαι δύναται πρὸ τούτου μὴ δυνάμενος.

ἔτι εἰ τὸ χεόμενον ὑπό τινος λεπτύνεται, μᾶλλον χεῖται δὲ ὑπὸ τοῦ πυρὸς τὰ οἷά τε χεῖσθαι, οὐκ ἂν εἴη παχυντικὸν τὸ πῦρ.

ἀκολουθήσει δὲ λέγειν καὶ τὸν ἄνθρακα τοῦ ξύλου παχύτερον, ἀλλὰ καὶ τὸν πεφωτισμένον ἀέρα τοῦ μή.