De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Εἰ σῶμα τὸ φῶς, ἤτοι πῦρ ἐστι ἢ πυρὸς ἀπορροή, ἣν αὐγήν τε λέγουσιν καὶ τρίτον τι πυρὸς εἶδος.

πῦρ μὲν οὖν οὐκ ἂν εἴη.

φῶς μὲν γάρ ἐστι μᾶλλον καὶ ἧττον, πῦρ δὲ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν.

οὐκ ἄρα πῦρ τὸ φῶς.

ἢ εἰ ἦν τὸ μᾶλλον πῦρ, μᾶλλον ἂν ἦν καὶ φῶς, εἴ γε ταὐτὸν πῦρ τε καὶ φῶς.

μᾶλλον δὲ πῦρ ἡ φλὸξ τοῦ φωτὸς ὁμολογεῖται καὶ οὐκ ἔστι μᾶλλον φῶς.

ἔτι τὸ μὲν πῦρ θερμαίνει τε καὶ καίει, τὸ δὲ φῶς οὐδέτερον.

ἔτι τὸ φῶς καὶ ἐν ὕδατί ἐστιν, πῦρ δὲ οὐχ οἷόν τε ἐν ὕδατι, καὶ φῶς μὲν καὶ ἐν κρυστάλλοις, πῦρ δὲ ἀδύνατον, εἴ γε ἐν ὑπερβολῇ ψυχρότητος ὁ κρύσταλλος.

ἔτι εἰ πῦρ τὸ φῶς, παρὰ φύσιν αὐτῷ ἡ ἄνωθεν κάτω κίνησις καὶ βίαιος.

ὁρῶμεν δὲ οὐδὲν ἔλαττον τὸ φῶς κάτωθεν ἄνω ἢ ἄνωθεν κάτω φερόμενον κατὰ φύσιν.

εἰ δὲ ἀπορροήν τις λέγοι πυρός, πῶς καὶ μὴ ἀπὸ πυρὸς φῶς γίνεται;

πολλὰ γὰρ φωτίζει καὶ μὴ τοιαῦτα, ὡς ἡ λαμπυρίς.

ἔτι εἰ ἔστιν ἀπορροή, διὰ τί οὐδὲ πρὸς ὀλίγον ὑπομένει παραφερομένων τούτων, ἀφ᾿ ὧν ἀπορρεῖ;

ἐπὶ γὰρ ὧν εἰσιν ἀπόρροιαι, ἐπὶ τούτων ὑπομένει πρός τινα χρόνον καὶ ἀπελθόντων τὸ ἀπορρεῦσαν.

εἰ δέ ἐστιν εὔφθαρτον οὕτως, ὡς μηδ᾿ ὅλως ὑπομένειν, ἀλλὰ πρὸς τὸ εἶναι συνεχοῦς δεῖσθαι χορηγίας, διὰ τί οὐ ταχέως καταναλίσκεται τὰ φωτίζοντα τοσαύτης ἀπ᾿ αὐτῶν γινομένης ἀπορροῆς;

πόση γὰρ ἡ ἐκ τῆς τροφῆς προσθήκη;

πῶς δὲ οἱ λίθοι, μὴ τρεφόμενοι, φωτίζοντες δέ, οὐκ ἀναλίσκονται;

πόσης δὲ δεῖ χορηγίας καὶ τροφῆς ταῖς λαμπυρίσιν;

ὅλως δὲ εἰ τὸ φῶς σῶμα, δῆλον ὅτι τόπον καθέξει καὶ ἔσται που.