De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐδὲ γὰρ τὸ ἀπορρέον θᾶττον ἀφικνεῖσθαι πρὸς τὴν ὄψιν αὔταρκες πρὸς τὸ μὴ ἐπὶ πλέον προχεῖσθαι τὸ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμενον ὑπὸ τῶν πόρρωθεν ὁρωμένων.

ἐπὶ γὰρ τῶν ἐγγὺς ὁρωμένων, εἰ τὸ μὲν πληκτικώτερον ἐγγυτέρω τεθείη, οἷον τὸ πῦρ, τιὸ δ᾿ οὐχ ὁμοίως πληκτικὸν πορρωτέρω, οἷον ἄνθρωπος (ἐλάττω γὰρ τὸ τούτου χρῶμα πληκτικόν), ὡς τὸ μὲν ἀπὸ πήχεως ἑνός, τὸ δὲ ἀπὸ δύο ἢ τεσσάρων πηχῶν εἶναι, ἔπειτα ἀναβλέψαιμεν, ἅμα ἂν ἴδοιμεν καὶ οὐ θᾶττον τὸ πληκτικὸν καίτοι πλησίον κείμενον, ὥστ᾿ οὐδὲν τὸ πληκτικὸν ἢ μὴ πρὸς τὸ ἐλάττονα τὴν πρόοδον γίνεσθαι ἢ πλείονα τὴν ἀπὸ τῆς ὄψεως συντελεῖ.

ἔτι εἰ ἑκάτερον τῶν ἐκπεμπομένων ἐπ᾿ εὐθείας φέρεται, τίς ἡ χρεία τοῦ ἀπ᾿ ἀμφοτέρων ἐκπέμπεσθαι;