De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι πῶς οἷόν τε τοῦ διαστήματος ἀντίληψιν γίνεσθαι, εἰ τὰ εἴδωλά ἐστι τὰ ὁρώμενα;

ἀνεπαίσθητος γάρ, ὃν λέγουσιν προεμπίπτειν, ὁ ἀήρ, οὗ τῇ ποσότητι τὸ διάστημα ἀναμετρεῖσθαι.

καὶ τί τὸ μετροῦν τὸν ἀέρα τοῦτον;

καὶ πῶς [*](150 v) ἔτι εὐθὺ τῷ ἀναβλέψαι καὶ τὰ πόρρωθεν ὁρᾶται;

πῶς δὲ οἷόν τε καὶ τῶν σχημάτων καὶ τῶν μεγεθῶν ἀντίληψιν γίνεσθαι διὰ τῶν εἰδώλων (ἃ βουλόμενοι σώζειν τὰ εἴδωλα ποιοῦσιν), εἴ γε κατὰ βραχὺ ἡ ἔμπτωσις εἰς τὸν ὀφθαλμὸν αὐτῶν γίνεται;

οὐ γὰρ δὴ μεῖζόν ἐστι τὸ τῆς κόρης, ᾗ ὁρῶμεν, μέγεθος τοῦ εἰδώλου, ὃ δεχόμεθα κατ᾿ αὐτοὺς εἰς τὴν κόρην.

εἰ γὰρ καὶ συγχωρήσειέ τις αὐτοῖς διὰ τὸ τάχος συνεχῶς ἄλλο καὶ ἄλλο δέχεσθαι, ἀλλὰ πόθεν γε ὅτι τὸ ἑξῆς λήψεται τοῦ εἰδώλου, καὶ οὐχὶ πολλάκις τὸ αὐτὸ ἢ ἄλλο τι μόριον πόρρω τούτου κείμενον καὶ διεσπασμένον εἶτα συντιθέμενον;

πῶς οἷόν τε τὸ σῶμα σωθῆναι τοῦ ὁρωμένου;

πῶς δὲ τὸ μέγεθος τὸ οἰκεῖον ἑκάστου;

δύναται γὰρ καὶ τὰ τῶν ἄλλων τοῖς πρώτοις προστίθεσθαί τε καὶ μίγνυσθαι καὶ μὴ κατ᾿ οἰκείαν περιγραφὴν ἕκαστον αὐτῶν ὁρᾶσθαι, μηδὲ σημεῖον τοῦ ταῦτα μὲν τούτου τὰ εἴδωλα, ταῦτα δὲ μὴ τούτου εἶναι.

ὅλως δὲ τί γίνεται τὰ προεισελθόντα;

τὸ γὰρ φυλάσσεσθαι αὐτὰ λέγειν καταβυσσούμενα καὶ συντίθεσθαι ἐν τῷ ὀφθαλμῷ λίαν ἐστὶ μυθῶδες.

ποῦ γὰρ καταβυσσοῦται ἢ μένει, τίς δὲ ὁ οἰκοδομῶν αὐτὰ ἐμβαδὸν καὶ συντιθείς;

ἢ πῶς ἑκάστου αὐτῶν κατ᾿ ἰδίαν κειμένου ἡ συνέχεια καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα φαίνεται;

πῶς δέ, εἰ οὕτως ἐστὶ τὰ εἴδωλα εὐπαθῆ, τῇ ἐμπτώσει τῇ εἰς τὸν ὀφθαλμὸν μένει αὐτῶν τὸ σχῆμα καὶ ἡ ἐξοχὴ καὶ εἰσοχὴ καὶ οὐ συγχεῖται;

πῶς δὲ καὶ ἀπὸ τῶν λείων τοίχων ὡς ἐσχηματισμένα λαμβάνει τὰ εἴδωλα οὐκ ἐχόντων ἐξοχὰς καὶ εἰσοχάς;

πῶς δὲ ἀπὸ τῶν κατόπτρων ὑδάτων ἐμφαινομένων ἐκείνοις τὰ σχήματα λείων ὄντων;

πῶς δὲ εἰδώλου ὄντος τοῦ ἐν τῷ κατόπτρῳ εἴδωλα πάλιν ἀπορρεῖ τοσαῦτα, καὶ διὰ τί τὰ ἐν τοῖς κατόπτροις εἴδωλα παχύτερα, ὡς τοσαύτην ἀπ᾿ αὐτῶν ἀπορροὴν γίνεσθαι;

διὰ τί δὲ καὶ μένει ταῦτα καὶ οὐ κινεῖται;

διὰ τί δὲ καὶ μένοντα οὐχὶ καὶ ἀπελθόντος τοῦ ὁρῶντος αὐτὰ κἂν ἐπ᾿ ὀλίγον μένει;