De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

πῶς δέ, εἰ οὕτως ἐστὶ τὰ εἴδωλα εὐπαθῆ, τῇ ἐμπτώσει τῇ εἰς τὸν ὀφθαλμὸν μένει αὐτῶν τὸ σχῆμα καὶ ἡ ἐξοχὴ καὶ εἰσοχὴ καὶ οὐ συγχεῖται;

πῶς δὲ καὶ ἀπὸ τῶν λείων τοίχων ὡς ἐσχηματισμένα λαμβάνει τὰ εἴδωλα οὐκ ἐχόντων ἐξοχὰς καὶ εἰσοχάς;

πῶς δὲ ἀπὸ τῶν κατόπτρων ὑδάτων ἐμφαινομένων ἐκείνοις τὰ σχήματα λείων ὄντων;

πῶς δὲ εἰδώλου ὄντος τοῦ ἐν τῷ κατόπτρῳ εἴδωλα πάλιν ἀπορρεῖ τοσαῦτα, καὶ διὰ τί τὰ ἐν τοῖς κατόπτροις εἴδωλα παχύτερα, ὡς τοσαύτην ἀπ᾿ αὐτῶν ἀπορροὴν γίνεσθαι;

διὰ τί δὲ καὶ μένει ταῦτα καὶ οὐ κινεῖται;

διὰ τί δὲ καὶ μένοντα οὐχὶ καὶ ἀπελθόντος τοῦ ὁρῶντος αὐτὰ κἂν ἐπ᾿ ὀλίγον μένει;

διὰ τί δὲ οὐκ ἐπὶ τῆς ἐπιφανείας τῶν κατόπτρων τὰ εἴδωλα, ἀλλὰ ἐν βάθει;

πῶς δὲ οὐχὶ καί, εἰ οὕτως ἐστὶν εὐπαθῆ καὶ εὐκίνητα, ἀνέμου πνέοντος οὐ παρασύρονται τῷ ἀέρι ἐν εἰσιν;

τὸ γὰρ λέγειν διεκπίπτειν δι᾿ αὐτῶν τὰ ἄλλα φερόμενα οὐ σωζόντων ἐστὶ τὴν [*](5 ἀναμετρεῖσθαι] cf. 158 r 34 6 τῷ V ex. Vict.: τὸ a 8 κατὰ βραχὺ] cf. 136, 28 ἡ scripsi: ἣ ex. Vict.: ἢ Va 9 fortasse τοῦ τῆς κόρης 11 fortasse αὐτὴν διὰ 12 οὐχὶ addidi cf. Al. de sens. 121, 1 sq. . . καὶ γὰρ εἰ πολλάκις κα πολλὰ δέχεται, πῶς καὶ διὰ τί ἄλλο τε καὶ ἄλλο μέρος τοῦ εἰδώλου δέξεται καὶ οὐχὶ ἀεὶ τὸ αὐτὸ καὶ ἐκ διαστημάτων; 14 συντιθέμένων (ο supra ω m1) V 17 αὐτῶν om. a 18 φυλάσεσθαι V 22 πῶς δέ κτλ.] cf. Al. de sens. 122, 1 sq. 24 πῶς δὲ καὶ κτλ.] cf. Al. de sens. 121, 14 sq. 26 fortasse ⟨ἢ⟩ ὑδάτων ἐμφαινόμενα cf. 62,13 29 ἀπ᾿ .αὐτῶν om. a 30 διὰ τί δὲ κτλ.] fortasse τοῦ ὁρωμένου cf. Al. de sens. 122, 3 διὰ τί δὲ κἂν ὀλίγον ἀπελθόντος τοῦ ὁρωμένου ταῦτα (ταὐτὰ Thurot) μένει ἢ ἐξ ὧν ἐν τῇ ὄψει; 31 φανείας a 32 πῶς δὲ οὐχὶ κτλ.] cf. Al. de sens. 120, 11 καὶ sante εἰ add. v. c. V 34 φερόμενα] supra ερ: νν ut videtur v. c. V)

136
συνέχειαν τοῦ εἰδώλου, προσέτι δὲ καὶ στερεότητά τινα καὶ ἀντιτυπίαν καταλιπόντων.

οὕτως γὰρ αὐτὰ μένοι, διεκπίπτοι δὲ διὰ τῶν κενῶν τὰ φερόμενα.

εἰ δέ ἐστιν εὔκολος αὐτῶν ἡ κίνησις ἐκ φλοιωδῶν καὶ ὑμενωδῶν, ὥς φασιν, καὶ πᾶσα ῥοπὴ ἱκανὴ παρασῦραι αὐτά, ἔδει μὴ ὁρᾶν τοὺς κατὰ τὸν ἄνεμον βλέποντας.

ἔτι εἰ τὰ εἴδωλά ἐστιν αὐτὰ τὰ ἐμπίπτοντα καὶ ὁρώμενα, διὰ τί τὰ ὁρώμενα πόρρω ὄντα φαίνεται;

τὸ γὰρ μυωπίζεσθαι λέγειν ⟨τὴν ὄψιν⟩ ὑπὸ τῶν εἰδώλων οὐ τῶν εἰδώλων ἐστὶ τὸ ὁρᾶν ποιεῖν, ἀλλὰ ἄλλον τινὰ χρὴ τρόπον ζητεῖν αὐτούς, δι᾿ οὗ μυωπισθεῖσα ἡ ὄψις τὸ ὁρατὸν ὄψεται κἀκείνῳ προσβαλεῖ·

πῶς γὰρ ὁρατὸν ἔτι τὸ εἴδωλον γίνεται, εἴ γε μόνον πρὸς τὸ παρασκευάσαι τὴν ὄψιν αὐτὴν καὶ διεγεῖραι τὸ εἴδωλον χρήσιμόν ἐστιν;

τὸ δὲ λέγειν τῷ ποσῷ τοῦ ἀέρος τοῦ μεταξὺ τοῦ τε ὁρωμένου, ἀφ᾿ οὗ τὰ εἴδωλα, καὶ τοῦ ὀφθαλμοῦ τὴν ἀντίληψιν γίνεσθαι τοῦ διαστήματος (τοῦτο γὰρ ὑπὸ τοῦ εἰδώλου προωθούμενον προεμπίπτειν τῇ κόρῃ πρὸ τοῦ εἰδώλου) ἀτοπίαν οὐδεμίαν ὑπερβάλλει.

πῶς γὰρ τὸ εἴδωλον δύναται τὸν πρὸ αὐτοῦ προωθεῖν ἀέρα, ὂν οὕτως εὐπαθές;

καὶ πῶς τοῦτον ἡ κόρη δέχεται, προσέτι τε πολλάκις τοσοῦτον δέξεται;